(186) Οἷόν τι καὶ ἐπὶ τῶν τῆς τραγῳδίας ποιητῶν. (187) Τῷ γὰρ χρωματικῷ γένει καὶ τῷ † ῥυθμῷ τραγῳδία μὲν οὐδέπω καὶ τήμερον κέχρηται, κιθαρ〈ῳδί〉α δέ, πολλαῖς γενεαῖς πρεσβυτέρα τραγῳδίας οὖσα, ἐξ ἀρχῆς ἐχρήσατο. - (188) Τὸ δὲ χρῶμα ὅτι πρεσβύτερόν ἐστι τῆς ἁρμονίας, σαφές. (189) Δεῖ γὰρ δηλονότι κατὰ τὴν τῆς ἀνθρωπίνης φύσεως ἔντευξιν καὶ χρῆσιν τὸ πρεσβύτερον λέγειν· κατὰ γὰρ αὐτὴν τὴν τῶν γενῶν φύσιν οὐκ ἔστιν ἕτερον ἑτέρου πρεσβύτερον. - (190) Εἰ οὖν τις Αἰσχύλον ἢ Φρύνιχον φαίη δι΄ ἄγνοιαν ἀπεσχῆσθαι τοῦ χρώματος, ἆρά γ΄ οὐκ ἂν ἄτοπος εἴη; (191) ὁ γὰρ αὐτὸς καὶ Παγκράτην*
*Παγκράτης, συνθέτης άγνωστης εποχής, ίσως του 5ου/4ου αι. π.Χ., μεταγενέστερος του Πινδάρου και του Σιμωνίδη , τους οποίους είχε ως πρότυπα (Πλούτ. Περί μουσ. 1137F, 20). Αναφέρεται από τον Πλούταρχο ως ένας από τους συνθέτες που ακολουθούσαν την παλιά παράδοση· απέφευγε κυρίως το χρωματικό γένος και το χρησιμοποίησε εκλεκτικά σε λίγες μόνο συνθέσεις του ("έν τισιν").
ἂν εἴποι ἀγνοεῖν τὸ χρωματικὸν γένος. (192) Ἀπείχετο γὰρ καὶ οὗτος ὡς ἐπὶ τὸ πολὺ τούτου, ἐχρήσατο δ΄ ἔν τισιν. (193) Οὐ δι΄ ἄγνοιαν οὖν δηλονότι, ἀλλὰ διὰ τὴν προαίρεσιν ἀπείχετο· (194) ἐζήλου γοῦν, ὡς αὐτὸς ἔφη, τὸν Πινδάρειόν τε καὶ Σιμωνίδειον τρόπον καὶ καθόλου τὸ ἀρχαῖον καλούμενον ὑπὸ τῶν νῦν.
(195) Ὁ αὐτὸς δὲ λόγος καὶ περὶ Τυρταίου τε τοῦ Μαντινέως καὶ Ἀνδρέα τοῦ Κορινθίου καὶ Θρασύλλου τοῦ Φλιασίου καὶ ἑτέρων πολλῶν, οὓς πάντας ἴσμεν διὰ προαίρεσιν ἀπεσχημένους χρώματός τε καὶ μεταβολῆς καὶ πολυχορδίας καὶ ἄλλων πολλῶν ἐν μέσῳ ὄντων ῥυθμῶν τε καὶ ἁρμονιῶν καὶ λέξεων καὶ μελοποιίας καὶ ἑρμηνείας. (196) Αὐτίκα Τηλεφάνης*
*Κατά τον Πλούταρχο (Περί μουσ. 1138Α, 21), "ο Τηλεφάνης εναντιωνόταν στη χρήση των "συρίγγων" στον αυλό σε τέτοιο βαθμό, που ποτέ δεν επέτρεψε στους κατασκευαστές αυλών να τις υιοθετούν στο όργανό του και ακόμη αρνιόταν να παίρνει μέρος στα Πύθια γι' αυτό το λόγο".
ὁ Μεγαρικὸς οὕτως ἐπολέμησε ταῖς σύριγξιν, ὥστε τοὺς αὐλοποιοὺς οὐδ΄ ἐπιθεῖναι πώποτ΄ εἴασεν ἐπὶ τοὺς αὐλούς, ἀλλὰ καὶ τοῦ Πυθικοῦ ἀγῶνος μάλιστα διὰ τοῦτ΄ ἀπέστη. (197) Καθόλου δ΄ εἴ τις τῷ μὴ χρῆσθαι τεκμαιρόμενος καταγνώσεται τῶν μὴ χρωμένων ἄγνοιαν, πολλῶν ἄν τι φθάνοι καὶ τῶν νῦν καταγιγνώσκων, (198) οἷον τῶν μὲν Δωριωνείων τοῦ Ἀντιγενειδείου τρόπου καταφρονούντων, ἐπειδήπερ οὐ χρῶνται αὐτῷ, τῶν δ΄ Ἀντιγενειδείων τοῦ Δωριωνείου διὰ τὴν αὐτὴν αἰτίαν, (199) τῶν δὲ κιθαρῳδῶν τοῦ Τιμοθείου τρόπου· σχεδὸν γὰρ ἀποπεφοιτήκασιν εἴς τε τὰ κατατύμματα καὶ εἰς τὰ Πολυείδου ποιήματα.
(200) πάλιν δ΄ αὖ εἴ τις καὶ περὶ τῆς ποικιλίας ὀρθῶς τε καὶ ἐμπείρως ἐπισκοποίη, τὰ τότε καὶ τὰ νῦν συγκρίνων, εὕροι ἂν ἐν χρήσει οὖσαν καὶ τότε τὴν ποικιλίαν. (201) τῇ γὰρ περὶ τὰς ῥυθμοποιίας ποικιλίᾳ οὔσῃ ποικιλωτέρᾳ ἐχρήσαντο οἱ παλαιοί· ἐτίμων γοῦν τὴν ῥυθμικὴν ποικιλίαν - (202) καὶ τὰ περὶ τὰς κρουσματικὰς δὲ διαλέκτους τότε ποικιλώτερα ἦν· (203) οἱ μὲν γὰρ νῦν φιλομελεῖς, οἱ δὲ τότε φιλόρρυθμοι.
(204) δῆλον οὖν ὅτι οἱ παλαιοὶ οὐ δι΄ ἄγνοιαν, ἀλλὰ διὰ προαίρεσιν ἀπείχοντο τῶν κεκλασμένων*
*κεκλασμένα, μέλη· μελωδίες που χρησιμοποιούν κυρίως πηδήματα· ή μελωδίες ποικιλμένες με μετατροπίες (LSJ) ή με πηδήματα και πολλές γρήγορες νότες (μελισματικές μελωδίες).
Ο Πλούταρχος (Περί μουσ. 1138C, 21) λέει: "δήλον ούν ότι οι παλαιοί ου δι' άγνοιαν, αλλά δια προαίρεσιν απείχοντο των κεκλασμένων μελών" (σκόπιμα, και όχι από άγνοια, οι παλαιοί απέφευγαν τη χρήση "κεκλασμένων" ("σπασμένων" ή πολύ μελισματικών) μελωδιών).
μελῶν. (205) καὶ τί θαυμαστόν; πολλὰ γὰρ καὶ ἄλλα τῶν κατὰ τὸν βίον ἐπιτηδευμάτων οὐκ ἀγνοεῖται μὲν ὑπὸ τῶν 〈μὴ〉 χρωμένων, ἀπηλλοτρίωται δ΄ αὐτῶν, τῆς χρείας ἀφαιρεθείσης διὰ τὸ εἰς ἔνια ἀπρεπές.
XII. (206) Δεδειγμένου δ΄ ὅτι ὁ Πλάτων οὔτ΄ ἀγνοίᾳ οὔτ΄ ἀπειρίᾳ τὰ ἄλλα παρῃτήσατο, ἀλλ΄ ὡς οὐ πρέποντα 〈τῇ〉 τοιαύτῃ πολιτείᾳ, δείξομεν ἑξῆς ὅτι ἔμπειρος ἁρμονίας ἦν. (207) Ἐν γοῦν τῇ ψυχογονίᾳ τῇ ἐν τῷ Τιμαίῳ τήν τε περὶ τὰ μαθήματα καὶ μουσικὴν σπουδὴν ἐπεδείξατο ὧδέ πως· (208) « Καὶ μετὰ ταῦτα συνεπλήρου τά τε διπλάσια καὶ τὰ τριπλάσια διαστήματα, μοίρας τ΄ ἐκεῖθεν ἀποτέμνων καὶ τιθεὶς εἰς τὸ μεταξὺ τούτων, ὥστ΄ ἐν ἑκάστῳ διαστήματι δύο εἶναι μεσότητας. » (209) Ἁρμονικῆς γὰρ ἦν ἐμπειρίας τοῦτο τὸ προοίμιον, ὡς αὐτίκα δείξομεν.
(210) Τρεῖς εἰσι μεσότητες αἱ πρῶται, ἀφ΄ ὧν λαμβάνεται πᾶσα μεσότης, ἀριθμητική, ἁρμονική, γεωμετρική. (211) Τούτων ἡ μὲν ἴσῳ ἀριθμῷ ὑπερέχει καὶ ὑπερέχεται, ἡ δ΄ ἴσῳ λόγῳ, ἡ δ΄ οὔτε λόγῳ οὔτ΄ ἀριθμῷ. (212) Ὁ τοίνυν Πλάτων τὴν ψυχικὴν ἁρμονίαν τῶν τεσσάρων στοιχείων καὶ τὴν αἰτίαν τῆς πρὸς ἄλληλα ἐξ ἀνομοίων συμφωνίας δεῖξαι ἁρμονικῶς βουληθείς, ἐν ἑκάστῳ διαστήματι δύο μεσότητας ψυχικὰς ἀπέφηνε κατὰ τὸν μουσικὸν λόγον. (213) Τῆς γὰρ διὰ πασῶν ἐν μουσικῇ συμφωνίας δύο διαστήματα μέσα εἶναι συμβέβηκεν, ὧν τὴν ἀναλογίαν δείξομεν. (214) Ἡ μὲν γὰρ διὰ πασῶν ἐν διπλασίονι λόγῳ θεωρεῖται· ποιήσει δ΄ εἰκόνος χάριν τὸν διπλάσιον λόγον κατ΄ ἀριθμὸν τὰ ἓξ καὶ τὰ δώδεκα· ἔστι δὲ τοῦτο τὸ διάστημα ἀφ΄ ὑπάτης μέσων ἐπὶ νήτην διεζευγμένων. (215) Ὄντων οὖν τῶν ἓξ καὶ 〈τῶν〉 δώδεκα ἄκρων, ἔχει ἡ μὲν ὑπάτη μέσων τὸν τῶν ἓξ ἀριθμόν, ἡ δὲ νήτη διεζευγμένων τὸν τῶν δώδεκα. (216) Λαβεῖν δὴ λοιπὸν χρὴ πρὸς τούτοις ἀριθμοὺς τοὺς μεταξὺ πίπτοντας, ὧν οἱ ἄκροι ὁ μὲν ἐπίτριτος, ὁ δ΄ ἡμιόλιος φανήσεται· (217) εἰσὶ δ΄ ὁ τῶν ὀκτὼ καὶ τῶν ἐννέα· (218) τῶν γὰρ ἓξ τὰ μὲν ὀκτὼ ἐπίτριτα, τὰ δ΄ ἐννέα ἡμιόλια. Τὸ μὲν ἓν ἄκρον τοιοῦτο, τὸ δ΄ ἄλλο τὸ τῶν δώδεκα τῶν μὲν ἐννέα ἐπίτριτα, τῶν δ΄ ὀκτὼ ἡμιόλια. (219) Τούτων οὖν τῶν ἀριθμῶν ὄντων μεταξὺ τῶν ἓξ καὶ τῶν δώδεκα, καὶ τοῦ διὰ πασῶν διαστήματος ἐκ τοῦ διὰ τεττάρων καὶ τοῦ διὰ πέντε συνεστῶτος, δῆλον ὅτι ἕξει ἡ μὲν μέση τὸν τῶν ὀκτὼ ἀριθμόν, ἡ δὲ παραμέση τὸν τῶν ἐννέα. (220) (220-223)Τούτου γενομένου, ἕξει ἡ ὑπάτη πρὸς μέσην ὡς παραμέση πρὸς νήτην διεζευγμένων· ἀπὸ γὰρ ὑπάτης μέσων διὰ τεττάρων ἐπὶ μέσην, (221) ἀπὸ δὲ παραμέσης ἐπὶ νήτην διεζευγμένων διὰ τεττάρων· δῆλον δ΄ ὅτι καὶ ἀπὸ ὑπάτης μέσων ἐπὶ νήτην διεζευγμένων διὰ πασῶν. (222) Ἡ αὐτὴ δ΄ ἀναλογία καὶ ἐπὶ τῶν ἀριθμῶν εὑρίσκεται· (223) ὡς γὰρ ἔχει τὰ ἓξ πρὸς τὰ ὀκτώ, οὕτως τὰ ἐννέα πρὸς τὰ δώδεκα· καὶ ὡς ἔχει τὰ ἓξ πρὸς τὰ ἐννέα, οὕτως τὰ ὀκτὼ πρὸς τὰ δώδεκα· (224) ἐπίτριτα γὰρ τὰ μὲν ὀκτὼ τῶν ἕξ, τὰ δὲ δώδεκα τῶν ἐννέα, ἡμιόλιά τε τὰ μὲν ἐννέα τῶν ἕξ, τὰ δὲ δώδεκα τῶν ὀκτώ.
(225) Ἀρκέσει τὰ εἰρημένα εἰς τὸ ἐπιδεδειχέναι, ἣν εἶχε περὶ τὰ μαθή ματα σπουδὴν καὶ ἐμπειρίαν Πλάτων.
XIII. (226) (226-230) Ὅτι δὲ σεμνὴ ἡ ἁρμονία καὶ θεῖόν τι καὶ μέγα, Ἀριστοτέλης ὁ Πλάτωνος 〈μαθητὴς ****〉 ταυτὶ λέγει·
« (227) Ἡ δ΄ ἁρμονία ἐστὶν οὐρανία, τὴν φύσιν ἔχουσα θείαν καὶ καλὴν καὶ δαιμονίαν· (228) τετραμερὴς δὲ τῇ δυνάμει πεφυκυῖα, δύο μεσότητας ἔχει, ἀριθμητικήν τε καὶ ἁρμονικήν, (229) φαίνεταί τε τὰ μέρη αὐτῆς καὶ τὰ μεγέθη καὶ αἱ ὑπεροχαὶ κατ΄ ἀριθμὸν καὶ ἰσομετρίαν· (230) ἐν γὰρ δυσὶ τετραχόρδοις ῥυθμίζεται τὰ μέλη. »
(231) Ταῦτα μὲν τὰ ῥητά. (232) Συνεστάναι δ΄ αὐτῆς τὸ σῶμα ἔλεγεν ἐκ μερῶν ἀνομοίων, συμφωνούντων μέντοι πρὸς ἄλληλα, ἀλλὰ μὴν καὶ τὰς μεσότητας αὐτῆς κατὰ τὸν ἀριθμητικὸν λόγον συμφωνεῖν. (233) Τὸν γὰρ νέατον πρὸς τὸν ὕπατον ἐκ διπλασίου λόγου ἡρμοσμένον τὴν διὰ πασῶν συμφωνίαν ἀποτελεῖν. Ἔχει γάρ, ὡς προείπομεν, τὸν νέατον δώδεκα μονάδων, τὸν δ΄ ὕπατον ἕξ, - (234) τὴν δὲ παραμέσην, συμφωνοῦσαν πρὸς ὑπάτην καθ΄ ἡμιόλιον λόγον, ἐννέα μονάδων· τῆς δὲ μέσης ὀκτὼ εἶναι μονάδας ἐλέγομεν.
(235) Συγκεῖσθαι δὲ διὰ τούτων τῆς μουσικῆς τὰ κυριώτατα διαστήματα συμβαίνει, (236) τό τε διὰ τεσσάρων ὅ ἐστι κατὰ τὸν ἐπίτριτον λόγον, καὶ τὸ διὰ πέντε ὅ ἐστι κατὰ τὸν ἡμιόλιον λόγον, καὶ τὸ διὰ πασῶν ὅ ἐστι κατὰ τὸν διπλάσιον· ἀλλὰ γὰρ καὶ τὸν ἐπόγδοον σῴζεσθαι, ὅς ἐστι κατὰ τὸν τονιαῖον λόγον. (237) Ταῖς αὐταῖς δ΄ ὑπεροχαῖς ὑπερέχειν καὶ ὑπερέχεσθαι τῆς ἁρμονίας τὰ μέρη ὑπὸ τῶν μερῶν καὶ τὰς μεσότητας ὑπὸ τῶν μεσοτήτων κατά τε τὴν ἐν ἀριθμοῖς ὑπεροχὴν καὶ κατὰ τὴν γεωμετρικὴν δύναμιν συμβαίνει.
(238) Ἀποφαίνει γοῦν αὐτὰς Ἀριστοτέλης τὰς δυνάμεις ἐχούσας τοιαύτας, (239) τὴν μὲν νεάτην τῆς μέσης τῷ τρίτῳ μέρει τῷ αὑτῆς ὑπερέχουσαν, τὴν δ΄ ὑπάτην ὑπὸ τῆς παραμέσης ὑπερεχομένην ὁμοίως· (240) ὡς γίγνεσθαι τὰς 〈αὐτὰς〉 ὑπεροχὰς τῶν πρός τι· (241) τοῖς γὰρ αὐτοῖς μέρεσιν ὑπερέχουσι καὶ ὑπερέχονται· τοῖς γοῦν αὐτοῖς λόγοις οἱ ἄκροι τῆς μέσης καὶ παραμέσης ὑπερέχουσι καὶ ὑπερέχονται, ἐπιτρίτῳ καὶ ἡμιολίῳ. (242) Τοιαύτη δὴ ὑπεροχή ἐστιν ἡ ἁρμονική. (243) Ἡ δὲ τῆς νεάτης ὑπεροχὴ † καὶ τῆς μέσης κατ΄ ἀριθμητικὸν λόγον ἴσῳ μέρει τὰς ὑπεροχὰς ἐμφαίνουσιν, ὡσαύτως καὶ ἡ παραμέση τῆς ὑπάτης (244) τῆς γὰρ μέσης ἡ παραμέση κατὰ τὸν ἐπόγδοον λόγον ὑπερέχει, πάλιν ἡ νεάτη τῆς ὑπάτης διπλασία ἐστίν, ἡ δὲ παραμέση τῆς ὑπάτης ἡμιόλιος, ἡ δὲ μέση ἐπίτριτος πρὸς ὑπάτην ἥρμοσται.
(245) Καὶ τοῖς μὲν μέρεσι καὶ τοῖς πλήθεσι καὶ 〈ταῖς ὑπεροχαῖς〉 κατ΄ Ἀριστοτέλην ἡ ἁρμονία οὕτως ἔχουσα πέφυκε.
(246) « Συνέστηκε δὲ φυσικώτατα ἔκ τε τῆς ἀπείρου καὶ περαινούσης καὶ ἐκ τῆς ἀρτιοπερίσσου φύσεως καὶ αὐτὴ καὶ τὰ μέρη αὐτῆς πάντα. » (247) Αὐτὴ μὲν γὰρ ὅλη ἀρτία ἐστί, τετραμερὴς οὖσα τοῖς ὅροις· (248) τὰ δὲ μέρη αὐτῆς καὶ οἱ λόγοι ἄρτιοι καὶ περισσοὶ καὶ ἀρτιοπέρισσοι. Τὴν μὲν γὰρ νεάτην ἔχει ἀρτίαν ἐκ δώδεκα μονάδων, τὴν δὲ παραμέσην περισσὴν ἐξ ἐννέα μονάδων, (249) τὴν δὲ μέσην ἀρτίαν ἐξ ὀκτὼ μονάδων, τὴν δ΄ ὑπάτην ἀρτιοπέρισσον ἓξ μονάδων οὖσαν. (250) Οὕτω δὲ πεφυκυῖα αὐτή τε καὶ τὰ μέρη αὐτῆς πρὸς ἄλληλα ταῖς ὑπεροχαῖς τε καὶ τοῖς λόγοις, ὅλη θ΄ ὅλῃ καὶ τοῖς μέρεσι συμφωνεῖ.
(251et suiv) (251) Ἀλλὰ μὴν καὶ αἱ αἰσθήσεις αἱ τοῖς σώμασιν ἐγγιγνόμεναι διὰ τὴν ἁρμονίαν, αἱ μὲν οὐράνιαι 〈καὶ〉 θεῖαι οὖσαι, μετὰ θεοῦ τὴν αἴσθησιν παρεχόμεναι τοῖς ἀνθρώποις, ὄψις τε καὶ ἀκοή, μετὰ φωνῆς καὶ φωτὸς τὴν ἁρμονίαν ἐπιφαίνουσι· (252) καὶ 〈αἱ〉 ἄλλαι δ΄ αὐταῖς ἀκόλουθοι, ᾗ αἰσθήσεις, καθ΄ ἁρμονίαν συνεστᾶσι· (253) πάντα γὰρ καὶ αὗται ἐπιτελοῦ σιν οὐκ ἄνευ ἁρμονίας, ἐλάττους μὲν ἐκείνων οὖσαι, οὐκ ἄπο δ΄ ἐκείνων· (254) ἐκεῖναι γὰρ ἅμα θεοῦ παρουσίᾳ παραγιγνόμεναι τοῖς σώμασι κατὰ λογισμὸν ἰσχυράν τε καὶ καλὴν φύσιν ἔχουσι.
XIV. (255) Φανερὸν οὖν ἐκ τούτων, ὅτι τοῖς παλαιοῖς τῶν Ἑλλήνων εἰκότως μάλιστα πάντων ἐμέλησε πεπαιδεῦσθαι μουσικήν. (256) Τῶν γὰρ νέων τὰς ψυχὰς ᾤοντο δεῖν διὰ μουσικῆς πλάττειν τε καὶ ῥυθμίζειν ἐπὶ τὸ εὔσχημον, χρησίμης δηλονότι τῆς μουσικῆς ὑπαρχούσης πρὸς πάντα καιρὸν καὶ πᾶσαν ἐσπουδασμένην πρᾶξιν, προηγουμένως δὲ πρὸς τοὺς πολεμικοὺς κινδύνους. (257) Πρὸς οὓς οἱ μὲν αὐλοῖς ἐχρῶντο, καθάπερ Λακεδαιμόνιοι, παρ΄ οἷς τὸ καλούμενον Καστόρειον*
* Πλούτ. (Περί μουσ. 1140C. 26): "καθάπερ Λακεδαιμόνιοι, παρ' οίς το καλούμενον καστόρειον ηυλείτο μέλος, οπότε τοις πολεμίοις εν κόσμω προσήεσαν μαχεσόμενοι" (όπως οι Λακεδαιμόνιοι, στους οποίους το λεγόμενο καστόρειο μέλος παιζόταν στον αυλό, όταν προχωρούσαν με τάξη στη μάχη).
ηὐλεῖτο μέλος, ὁπότε τοῖς πολεμίοις ἐν κόσμῳ προσῄεσαν μαχεσόμενοι. (258) Οἱ δὲ καὶ πρὸς λύραν ἐποίουν τὴν πρόσοδον τὴν πρὸς τοὺς ἐναντίους, καθάπερ ἱστοροῦνται μέχρι πολλοῦ χρήσασθαι τῷ τρόπῳ τούτῳ τῆς ἐπὶ τοὺς πολεμικοὺς κινδύνους ἐξόδου Κρῆτες. (259) Οἱ δ΄ ἔτι καὶ καθ΄ ἡμᾶς σάλπιγξι διατελοῦσι χρώμενοι.
(260) Ἀργεῖοι δὲ πρὸς τὴν τῶν Σθενείων τῶν καλουμένων παρ΄ αὐτοῖς πάλην ἐχρῶντο τῷ αὐλῷ· (261) τὸν δ΄ ἀγῶνα τοῦτον ἐπὶ Δαναῷ μὲν τὴν ἀρχὴν τεθῆναί φασιν, ὕστερον δ΄ ἀνατεθῆναι Διὶ Σθενίῳ. (262) Οὐ μὴν ἀλλ΄ ἔτι καὶ νῦν τοῖς πεντάθλοις νενόμισται προσαυλεῖσθαι, οὐδὲν μὲν κεκριμένον οὐδ΄ ἀρχαῖον, οὐδ΄ οἷον ἐνομίζετο παρὰ τοῖς ἀνδράσιν ἐκείνοις, ὥσπερ τὸ ὑπὸ Ἱέρακος πεποιημένον πρὸς τὴν ἀγωνίαν ταύτην ὃ ἐκαλεῖτο Ἐνδρομή· (263) ὅμως δὲ καὶ εἰ ἀσθενές τι καὶ οὐ κεκριμένον, ἀλλ΄ οὖν προσαυλεῖται.
(264) Ἐπὶ μέντοι τῶν ἔτι ἀρχαιοτέρων οὐδ΄ εἰδέναι φασὶ τοὺς Ἕλληνας τὴν θεατρικὴν μοῦσαν, (265) ὅλην δ΄ αὐτοῖς τὴν ἐπιστήμην πρός τε θεῶν τιμὴν καὶ τὴν τῶν νέων παίδευσιν παραλαμβάνεσθαι, μηδὲ τὸ παράπαν ἤδη θεάτρου παρὰ τοῖς ἀνδράσιν ἐκείνοις κατεσκευασμένου, ἀλλ΄ ἔτι τῆς μουσικῆς ἐν τοῖς ἱεροῖς ἀναστρεφομένης, ἐν οἷς τιμήν τε τοῦ θείου διὰ ταύτης ἐποιοῦντο καὶ τῶν ἀγαθῶν ἀνδρῶν ἐπαίνους· (266) εἰκὸς δ΄ εἶναι ὅτι τὸ θέατρον ὕστερον καὶ τὸ θεωρεῖν πολὺ πρότερον ἀπὸ τοῦ θεοῦ τὴν προσηγορίαν ἔλαβεν. (267) Ἐπὶ μέντοι τῶν καθ΄ ἡμᾶς χρόνων τοσοῦτον ἐπιδέδωκε τὸ τῆς διαφθορᾶς εἶδος, ὥστε τοῦ μὲν παιδευτικοῦ τρόπου μηδεμίαν μνείαν μηδ΄ ἀντίληψιν εἶναι, πάντας δὲ τοὺς μουσικῆς ἁπτομένους πρὸς τὴν θεατρικὴν προσκεχωρηκέναι μοῦσαν.
XV. (268) **** Εἴποι τις « ὦ τᾶν, οὐδὲν οὖν ὑπὸ τῶν ἀρχαίων προσεξεύρηται καὶ κεκαινοτόμηται; » (269) φημὶ καὶ αὐτὸς ὅτι προσεξεύρηται, ἀλλὰ μετὰ τοῦ σεμνοῦ καὶ πρέποντος.
(270) Οἱ γὰρ ἱστορήσαντες τὰ τοιαῦτα Τερπάνδρῳ μὲν τήν τε Δώριον νήτην προσετίθεσαν, οὐ χρησαμένων αὐτῇ τῶν ἔμπροσθεν κατὰ τὸ μέλος, (271) καὶ τὸν τῆς ὀρθίου μελῳδίας τρόπον τὸν κατὰ τοὺς ὀρθίους (272) πρός 〈τε〉 τῷ ὀρθίῳ 〈καὶ τὸν〉 σημαντὸν τροχαῖον. (273) Καὶ τὸν Μιξολύδιον δὲ τόνον ὅλον προσεξεύρασθαι λέγεται, (274) εἰ δέ, καθάπερ Πίνδαρός*
*Ο Πίνδαρος συνέθεσε ύμνους, παιάνες, διθυράμβους, προσόδια, παρθένεια, υπορχήματα, εγκώμια, θρήνους και πάνω απ' όλα επίνικους (Ολυμπιόνικους, Πυθιόνικους, Νεμεόνικους, Ισθμιόνικους). Ως μουσικός ο Πίνδαρος παρέμεινε συντηρητικός, πιστός στην παράδοση (πρβ. Πλούτ. Περί μουσ. 1134D, 9· 1136F, 17· 1137F, 20· 1142Β, 31).
φησι, καὶ τῶν σκολιῶν μελῶν Τέρπανδρος εὑρετὴς ἦν ****
(275) Ἀλλὰ μὴν καὶ Ἀρχίλοχος τὴν τῶν τριμέτρων ῥυθμοποιίαν προσεξεῦρε (276) καὶ τὴν εἰς τοὺς οὐχ ὁμογενεῖς ῥυθμοὺς ἔντασιν (277) καὶ τὴν παρακαταλογὴν καὶ τὴν περὶ ταῦτα κροῦσιν·
(278) πρώτῳ δ΄ αὐτῷ τά τ΄ ἐπῳδὰ καὶ τὰ τετράμετρα καὶ τὸ [προ]κρητικὸν καὶ τὸ προσοδιακὸν ἀποδέδοται (279) καὶ ἡ τοῦ ἡρῴου αὔξησις, (280) ὑπ΄ ἐνίων δὲ καὶ τὸ ἐλεγεῖον, (281) πρὸς δὲ τούτοις ἥ τε τοῦ ἰαμβείου πρὸς τὸν ἐπιβατὸν παίωνα ἔντασις (282) καὶ ἡ τοῦ ηὐξημένου ἡρῴου εἴς τε τὸ προσοδιακὸν καὶ τὸ κρητικόν· (283) (283-284) ἔτι δὲ τῶν ἰαμβείων τὸ τὰ μὲν λέγεσθαι παρὰ τὴν κροῦσιν, τὰ δ΄ ᾄδεσθαι Ἀρχίλοχόν φασι καταδεῖξαι, (284) εἶθ΄ οὕτω χρήσασθαι τοὺς τραγικοὺς ποιητάς, Κρέξον δὲ λαβόντα εἰς διθύραμβον [χρήσασθαι] ἀγαγεῖν. (285) Οἴονται δὲ καὶ τὴν κροῦσιν τὴν ὑπὸ τὴν ᾠδὴν τοῦτον πρῶτον εὑρεῖν, τοὺς δ΄ ἀρχαίους πάντα πρόσχορδα κρούειν.
(286) Πολυμνήστῳ δὲ τόν θ΄ ὑπολύδιον νῦν ὀνομαζόμενον τόνον ἀνατιθέασι, (287) καὶ τὴν ἔκλυσιν καὶ τὴν ἐκβολὴν πολὺ μείζω πεποιηκέναι φασὶν αὐτόν.
(288) (288-291) Καὶ αὐτὸν δὲ τὸν Ὄλυμπον ἐκεῖνον, ᾧ δὴ τὴν ἀρχὴν τῆς Ἑλληνικῆς τε καὶ νομικῆς μούσης ἀποδιδόασι, τό τε τῆς ἁρμονίας γένος ἐξευρεῖν φασι, (289) καὶ τῶν ῥυθμῶν τόν τε προσοδιακόν, ἐν ᾧ ὁ τοῦ Ἄρεως νόμος, (290) καὶ τὸν χορεῖον, ᾧ πολλῷ κέχρηται ἐν τοῖς Μητρῴοις· (291) ἔνιοι δὲ καὶ τὸν βακχεῖον Ὄλυμπον οἴονται εὑρηκέναι.
(292) Δηλοῖ δ΄ ἕκαστον τῶν ἀρχαίων μελῶν ὅτι ταῦθ΄ οὕτως ἔχει.
XVI. (293) Λᾶσος*
*Πλούτισε την οργανική (αυλητική) συνοδεία του διθύραμβου προσθέτοντας διακοσμήσεις, με τη χρήση πιο πολλών και χωρισμένων με πηδήματα φθόγγων (Πλούτ. Περί μουσ. 1141C, 29: "πλείοσί τε φθόγγοις και διερριμμένοις χρησάμενος").
δ΄ ὁ Ἑρμιονεὺς εἰς τὴν διθυραμβικὴν ἀγωγὴν μεταστήσας τοὺς ῥυθμούς, καὶ τῇ τῶν αὐλῶν πολυφωνίᾳ κατακολουθήσας, (294) πλείοσί τε φθόγγοις καὶ διερριμμένοις χρησάμενος, εἰς μετάθεσιν τὴν προϋπάρχουσαν ἤγαγε μουσικήν.
(295) Ἀλλὰ γὰρ καὶ 〈ἡ〉 αὐλητικὴ ἀφ΄ ἁπλουστέρας εἰς ποικιλωτέραν μεταβέβηκε μουσικήν· (296) τὸ γὰρ παλαιόν, ἕως εἰς Μελανιππίδην τὸν τῶν διθυράμβων ποιητήν, συμβεβήκει τοὺς αὐλητὰς παρὰ τῶν ποιητῶν λαμβάνειν τοὺς μισθούς, πρωταγωνιστούσης δηλονότι τῆς ποιήσεως, τῶν δ΄ αὐλητῶν ὑπηρετούντων τοῖς διδασκάλοις· (297) ὕστερον δὲ καὶ τοῦτο διεφθάρη,
(298) Ὁμοίως δὲ καὶ Μελανιππίδης ὁ μελοποιὸς ἐπιγενόμενος οὐκ ἐνέμεινε τῇ προϋπαρχούσῃ μουσικῇ, ἀλλ΄ οὐδὲ Φιλόξενος οὐδὲ Τιμόθεος· (299) οὗτος γάρ, ἑπταφθόγγου τῆς λύρας ὑπαρχούσης ἕως εἰς Τέρπανδρον τὸν Ἀντισσαῖον, διέρριψεν εἰς πλείονας φθόγγους.
(300) Ὡς καὶ Φερεκράτη τὸν κωμικὸν εἰσαγαγεῖν τὴν Μουσικὴν ἐν γυναικείῳ σχήματι, ὅλην κατῃκισμένην τὸ σῶμα· (301) ποιεῖ δὲ τὴν Δικαιοσύνην διαπυνθανομένην τὴν αἰτίαν τῆς λώβης καὶ τὴν † Ποίησιν λέγουσαν.
(302) 〈ΜΟΥΣ.〉 « Λέξω μὲν οὐκ ἄκουσα· σοί τε γὰρ κλύειν (303) ἐμοί τε λέξαι θυμὸς ἡδονὴν ἔχει. Ἐμοὶ γὰρ ἦρξε τῶν κακῶν Μελανιππίδης, ἐν τοῖσι πρῶτος ὃς λαβὼν ἀνῆκέ με χαλαρωτέραν τ΄ ἐποίησε χορδαῖς δώδεκα. (304) Ἀλλ΄ οὖν ὅμως οὗτος μὲν ἦν ἀποχρῶν ἀνὴρ ἔμοιγε πρὸς τὰ νῦν κακά. (305) Κινησίας δέ 〈μ΄〉 ὁ κατάρατος Ἀττικός, ἐξαρμονίους *
*εξαρμόνιος, διάφωνος (Δημ., LSJ). Η λ. εμφανίζεται στην κωμωδία του Φερεκράτη Χείρων (Πλούτ. Περί μουσ. 1141Ε, 30) σ' ένα σημαντικό απόσπασμα που διασώθηκε: η Μουσική με μορφή γυναίκας παραπονείται και διαμαρτύρεται στη Δικαιοσύνη για το τί υποφέρει από τους νεοτεριστές της εποχής (5ου-4ου αι. π.Χ.)· "Κινησίας δε μ' ο κατάρατος Αττικός, εξαρμονίους καμπάς ποιών..." κτλ. (Ο Κινησίας, ο καταραμένος Αθηναίος, που συνθέτει διάφωνες μετατροπίες [απότομες αλλαγές]... κτλ.)
Βλ. τα λ. Κινησίας , Μελανιππίδης , Τιμόθεος*
*Ο Τιμόθεος σπούδασε μουσική στην Αθήνα με τον Φρύνι και στην αρχή της σταδιοδρομίας του έλαβε μέρος, χωρίς επιτυχία, στους μουσικούς αγώνες της Αθήνας· ο Ευριπίδης , όμως, τον ενθάρρυνε και διαγωνίστηκε ξανά το 420 π.Χ., και αυτή τη φορά νίκησε το δάσκαλο του Φρύνι. Τη νίκη του γιόρτασε μ' ένα τραγούδι, από το οποίο έχουν διασωθεί μερικοί στίχοι.
Οι καινοτομίες του προκάλεσαν ζωηρές διαμάχες όσο ζούσε αλλά και μετά το θάνατό του. Ο Φερεκράτης στην κωμωδία του Χείρων εμφανίζει τη Μουσική ως γυναίκα να παραπονιέται και να διαμαρτύρεται στη Δικαιοσύνη για την κακομεταχείριση που έχει υποστεί από τους καινοτόμους της εποχής Κινησία , Μελανιππίδη , Φρύνι και πάνω από όλους από τον Τιμόθεο, από τον οποίο λέει ότι της ήρθαν "τα περισσότερα κακά": "άπαντας οΰς λέγω παρελήλυθ', άδων εκτραπέλους μυρμηκιάς" ([ο κοκκινοτρίχης αυτός από τη Μίλητο, λέει η Μουσική,] ξεπέρασε όλους, τραγουδώντας πλήθος διεστραμμένες [εξωφρενικές, παράξενες] νότες)· και "απέδυσε κανέλυσε χορδαίς δώδεκα" (με απογύμνωσε και με έδεσε με τις δώδεκα χορδές του). Πρβ. Πλούτ. Περί μουσ. 1141F-1142A, 30· και λ. μυρμηκιά .
και Φρύνις .
καμπὰς ποιῶν ἐν ταῖς στροφαῖς ἀπολώλεχ΄ οὕτως, ὥστε τῆς ποιήσεως τῶν διθυράμβων, καθάπερ ἐν ταῖς ἀσπίσιν, ἀριστέρ΄ αὐτοῦ φαίνεται τὰ δεξιά.
(306) Ἀλλ΄ οὖν ἀνεκτὸς οὗτος ἦν ὅμως ἐμοί. (307) Φρῦνις δ΄ ἴδιον στρόβιλον ἐμβαλών τινα κάμπτων με καὶ στρέφων ὅλην διέφθορεν, ἐν πέντε χορδαῖς δώδεχ΄ ἁρμονίας ἔχων. (308) Ἀλλ΄ οὖν ἔμοιγε χοὖτος ἦν ἀποχρῶν ἀνήρ· εἰ γάρ τι κἀξήμαρτεν, αὖθις ἀνέλαβεν. (309) Ὁ δὲ Τιμόθεός μ΄, ὦ φιλτάτη, κατορώρυχε καὶ διακέκναικ΄ αἴσχιστα.
(310) 〈ΔΙΚ.〉 Ποῖος οὑτοσὶ 〈ὁ〉 Τιμόθεος;
(311) 〈ΜΟΥΣ.〉 Μιλήσιός τις πυρρίας. (312) Κακά μοι παρέσχεν οὗτος, (313) ἅπαντας οὓς λέγω παρελήλυθεν, ἄγων ἐκτραπέλους μυρμηκιάς. Κἂν ἐντύχῃ πού μοι βαδιζούσῃ μόνῃ, ἀπέδυσε κἀνέδυσε χορδὰς δώδεκα‘.
(314) Καὶ Ἀριστοφάνης ὁ κωμικὸς μνημονεύει Φιλοξένου καί φησιν ὅτι εἰς τοὺς κυκλίους χοροὺς **** μέλη εἰσηνέγκατο. (315) Καὶ ἄλλοι δὲ κωμῳδοποιοὶ ἔδειξαν τὴν ἀτοπίαν τῶν μετὰ ταῦτα τὴν μουσικὴν κατακεκερματικότων.
Ἡ δὲ Μουσικὴ λέγει ταῦτα·
« ἐξαρμονίους ὑπερβολαίους τ΄ ἀνοσίους
καὶ νιγλάρους, ὥσπερ τε τὰς ῥαφάνους ὅλην
καμπῶν με κατεμέστωσε. »
XVII. (316) (316-321) Ὅτι δὲ παρὰ τὰς ἀγωγὰς καὶ τὰς μαθήσεις διόρθωσις ἢ διαστροφὴ γίγνεται, δῆλον Ἀριστόξενος ἐποίησε. (317) Τῶν γὰρ κατὰ τὴν αὑτοῦ ἡλικίαν φησὶ Τελεσίᾳ τῷ Θηβαίῳ συμβῆναι νέῳ μὲν ὄντι τραφῆναι ἐν τῇ καλλίστῃ μουσικῇ, καὶ μαθεῖν ἄλλα τε τῶν εὐδοκιμούντων καὶ δὴ καὶ τὰ Πινδάρου, τά τε Διονυσίου τοῦ Θηβαίου καὶ τὰ Λάμπρου καὶ τὰ Πρατίνου καὶ τῶν λοιπῶν ὅσοι τῶν λυρικῶν ἄνδρες ἐγένοντο ποιηταὶ κρουμάτων*
*σε ευρύτερη σημασία, μια μουσική σύνθεση ή κομμάτι μουσικής· Πλούτ. (Περί μουσ. 1142Β, 31): "και των λοιπών, όσοι των λυρικών άνδρες εγένοντο ποιηταί κρουμάτων αγαθοί" (και από τους άλλους λυρικούς ποιητές εκείνοι που υπήρξαν άξιοι δημιουργοί μουσικών συνθέσεων).
ἀγαθοί· (318) καὶ αὐλῆσαι δὲ καλῶς καὶ περὶ τὰ λοιπὰ μέρη τῆς συμπάσης παιδείας ἱκανῶς διαπονηθῆναι· (319) παραλλάξαντα δὲ τὴν τῆς ἀκμῆς ἡλικίαν, οὕτω σφόδρα ἐξαπατηθῆναι ὑπὸ τῆς σκηνικῆς τε καὶ ποικίλης μουσικῆς, ὡς καταφρονῆσαι τῶν καλῶν ἐκείνων ἐν οἷς ἀνετράφη, τὰ Φιλοξένου δὲ καὶ Τιμοθέου ἐκμανθάνειν, καὶ τούτων αὐτῶν τὰ ποικιλώτατα καὶ πλείστην ἐν αὑτοῖς ἔχοντα καινοτομίαν· (320) ὁρμήσαντά τ΄ ἐπὶ τὸ ποιεῖν μέλη καὶ διαπειρώμενον ἀμφοτέρων τῶν τρόπων, τοῦ τε Πινδαρείου καὶ τοῦ Φιλοξενείου, μὴ δύνασθαι κατορθοῦν ἐν τῷ Φιλοξενείῳ γένει· (321)*
*Σε μερικές περιπτώσεις η λέξη γένος χρησιμοποιούνταν και με τη σημασία του στιλ, όπως η λέξη τρόπος · π.χ. Πλούτ. (1142C, 31): "και διαπειρώμενον αμφοτέρων των τρόπων, του τε Πινδαρείου και Φιλοξενείου, μη δύνασθαι κατορθούν εν τω Φιλοξενείω γένει" (και προσπαθώντας [ο Τελεσίας ] να συνθέσει και στα δύο στιλ, σ' αυτό του Πίνδαρου [που ήταν "παραδοσιακός" συνθέτης] και σ' αυτό του Φιλόξενου [που ήταν από τους "καινοτόμους" συνθέτες του 5ου/4ου αι. π.Χ.], απέτυχε στο φιλοξένειο στιλ). Ο Πλούταρχος στο παραπάνω απόσπασμα μεταχειρίζεται τις λέξεις τρόπος και γένος με την ίδια σημασία, δηλ. του στιλ, της τεχνοτροπίας.
γεγενῆσθαι δ΄ αἰτίαν τὴν ἐκ παιδὸς καλλίστην ἀγωγήν.
(322) Εἰ οὖν τις βούλεται μουσικῇ καλῶς καὶ κεκριμένως χρῆσθαι, τὸν ἀρχαῖον ἀπομιμείσθω τρόπον, (323) ἀλλὰ μὴν καὶ τοῖς ἄλλοις αὐτὴν μαθήμασιν ἀναπληρούτω, καὶ φιλοσοφίαν ἐπιστησάτω παιδαγωγόν· (324) αὕτη γὰρ ἱκανὴ κρῖναι τὸ μουσικῇ πρέπον μέτρον καὶ τὸ χρήσιμον.
(325) Τριῶν γὰρ ὄντων μερῶν εἰς ἃ διῄρηται τὴν καθόλου διαίρεσιν ἡ πᾶσα μουσική, διατόνου, χρώματος, ἁρμονίας, ἐπιστήμονα χρὴ εἶναι τῆς τούτοις χρωμένης ποιήσεως τὸν μουσικῇ προσιόντα καὶ τῆς ἑρμηνείας τῆς τὰ πεποιημένα παραδιδούσης ἐπήβολον.
(326) Πρῶτον μὲν οὖν κατανοητέον ὅτι πᾶσα μάθησις τῶν περὶ τὴν μουσικὴν ἐθισμός ἐστιν οὐδέπω προσειληφὼς τὸ τίνος ἕνεκα τῶν διδασκομένων ἕκαστον τῷ μανθάνοντι μαθητέον ἐστί.
(327) Μετὰ δὲ τοῦτ΄ ἐνθυμητέον ὅτι πρὸς τὴν τοιαύτην ἀγωγήν τε καὶ μάθησιν οὐδέπω προσάγεται τρόπων ἐξαρίθμησις· (328) ἀλλ΄ οἱ μὲν πολλοὶ εἰκῇ μανθάνουσιν ὃ ἂν τῷ διδάσκοντι ἢ τῷ μανθάνοντι ἀρέσῃ, (329) οἱ δὲ συνετοὶ τὸ εἰκῇ ἀποδοκιμάζουσιν, ὥσπερ Λακεδαιμόνιοι τὸ παλαιὸν καὶ Μαντινεῖς καὶ Πελληνεῖς· (330) ἕνα γάρ τινα τρόπον ἢ παντελῶς ὀλίγους ἐκλεξάμενοι, οὓς ᾤοντο πρὸς τὴν τῶν ἠθῶν ἐπανόρθωσιν ἁρμόττειν, ταύτῃ τῇ μουσικῇ ἐχρῶντο.
(331) Τριῶν δ΄ ὄντων γενῶν εἰς ἃ διαιρεῖται τὸ ἡρμοσμένον, ἴσων τοῖς τε τῶν συστημάτων μεγέθεσι καὶ ταῖς τῶν φθόγγων δυνάμεσιν, ὁμοίως δὲ καὶ ταῖς τῶν τετραχόρδων, περὶ ἑνὸς μόνου οἱ παλαιοὶ ἐπραγματεύσαντο, (332) ἐπειδήπερ οὔτε περὶ χρώματος οὔτε περὶ διατόνου οἱ πρὸ ἡμῶν ἐπεσκόπουν, ἀλλὰ περὶ μόνου τοῦ ἐναρμονίου, καὶ αὐτοῦ τούτου περὶ ἕν τι μέγεθος συστήματος, τοῦ καλουμένου διὰ πασῶν.
(333) Περὶ μὲν γὰρ τῆς χρόας διεφέροντο, περὶ δὲ τοῦ μίαν εἶναι μόνην αὐτὴν τὴν ἁρμονίαν σχεδὸν πάντες συνεφώνουν. (334) Οὐκ ἂν οὖν ποτε συνίδοι τὰ περὶ τὴν ἁρμονικὴν πραγματείαν ὁ μέχρι αὐτῆς τῆς γνώσεως ταύτης προεληλυθώς, (335) ἀλλὰ δηλονότι 〈ὁ〉 παρακολουθῶν ταῖς τε κατὰ μέρος ἐπιστήμαις καὶ τῷ συνόλῳ σώματι τῆς μουσικῆς καὶ ταῖς τῶν μερῶν μίξεσί τε καὶ συνθέσεσιν. (336) Ὁ γὰρ μόνον ἁρμονικὸς περιγέγραπται τρόπῳ τινί.
(337-348) (337) Αἰεὶ γὰρ ἀναγκαῖον τρί΄ ἐλάχιστα εἶναι τὰ πίπτοντα ἅμ΄ εἰς τὴν ἀκοήν, φθόγγον τε καὶ χρόνον καὶ συλλαβὴν ἢ γράμμα. (338) Συμβήσεται δ΄ ἐκ μὲν τῆς κατὰ τὸν φθόγγον πορείας τὸ ἡρμοσμένον γνωρίζεσθαι, ἐκ δὲ τῆς κατὰ χρόνον τὸν ῥυθμόν, ἐκ δὲ τῆς κατὰ γράμμα ἢ συλλαβὴν τὸ λεγόμενον· (339) ὁμοῦ δὲ προβαινόντων, ἅμα τὴν τῆς αἰσθήσεως ἐπιφορὰν ἀναγκαῖον ποιεῖσθαι.
(340) Καθόλου μὲν οὖν εἰπεῖν, ὁμοδρομεῖν δεῖ τήν τ΄ αἴσθησιν καὶ τὴν διάνοιαν ἐν τῇ κρίσει τῶν τῆς μουσικῆς μερῶν, καὶ μήτε προάγειν, ὃ ποιοῦσιν αἱ προπετεῖς τε καὶ φερόμεναι τῶν αἰσθήσεων, μήθ΄ ὑστερίζειν, ὃ ποιοῦσιν αἱ βραδεῖαί τε καὶ δυσκίνητοι. (341) Γίγνεται δέ ποτ΄ ἐπί τινων αἰσθήσεων καὶ τὸ συγκείμενον ἐκ τοῦ συναμφοτέρου, καὶ ὑστεροῦσιν αἱ αὐταὶ καὶ προτεροῦσι διά τινα φυσικὴν ἀνωμαλίαν. (342) Περιαιρετέον οὖν τῆς μελλούσης ὁμοδρομεῖν αἰσθήσεως ταῦτα.
(343) Ἀλλὰ μὴν κἀκεῖνο φανερόν, ὅτι οὐκ ἐνδέχεται, μὴ δυναμένης τῆς αἰσθήσεως χωρίζειν ἕκαστον τῶν εἰρημένων, παρακολουθεῖν τε δύνασθαι τοῖς καθ΄ ἕκαστα καὶ συνορᾶν τό θ΄ ἁμαρτανόμενον ἐν ἑκάστῳ αὐτῶν καὶ τὸ μή. (344) Πρῶτον οὖν περὶ συνεχείας γνωστέον. (345) Ἀναγκαῖον γάρ ἐστιν ὑπάρχειν τῇ κριτικῇ δυνάμει συνέχειαν· (346) τὸ γὰρ εὖ καὶ τὸ ἐναντίως οὐκ ἐν ἀφωρισμένοις τοῖσδέ τισι γίγνεται φθόγγοις ἢ χρόνοις ἢ γράμμασιν, ἀλλ΄ ἐν συνεχέσιν, (347) ἐπειδὴ μῖξίς τις ἔστι τῶν κατὰ τὴν χρῆσιν ἀσυνθέτων μερῶν. (348) Περὶ μὲν οὖν τῆς παρακολουθήσεως τοσαῦτα.
(349) Τὸ δὲ μετὰ τοῦτο ἐπισκεπτέον ὅτι οἱ μουσικῆς ἐπιστήμονες πρὸς τὴν κριτικὴν πραγματείαν οὔκ εἰσιν αὐτάρκεις. (350-352) (350) Οὐ γὰρ οἷόν τε τέλεον γενέσθαι μουσικόν τε καὶ κριτικὸν ἐξ αὐτῶν τῶν δοκούντων εἶναι μερῶν τῆς ὅλης μουσικῆς, οἷον ἔκ τε τῆς τῶν ὀργάνων ἐμπειρίας καὶ τῆς περὶ τὴν ᾠδήν, ἔτι δὲ τῆς περὶ τὴν αἴσθησιν συγγυμνασίας, (351) λέγω δὲ τῆς συντεινούσης εἰς τὴν τοῦ ἡρμοσμένου ξύνεσιν καὶ ἔτι τὴν τοῦ ῥυθμοῦ, (352) πρὸς δὲ τούτοις ἔκ τε τῆς ῥυθμικῆς καὶ τῆς ἁρμονικῆς πραγματείας καὶ τῆς περὶ τὴν κροῦσίν τε καὶ λέξιν θεωρίας, καὶ εἴ τινες ἄλλαι τυγχάνουσι λοιπαὶ οὖσαι. (353) Δι΄ ἃς δ΄ αἰτίας οὐχ οἷόν τ΄ ἐξ αὐτῶν τούτων γενέσθαι κριτικόν, πειρατέον καταμαθεῖν.
(354) Πρῶτον ἐκ τοῦ ἡμῖν ὑποκεῖσθαι τὰ μὲν τῶν κρινομένων τέλεια, τὰ δ΄ ἀτελῆ· (355) τέλεια μὲν αὐτό τε τῶν ποιημάτων ἕκαστον, οἷον τὸ ᾀδόμενον ἢ αὐλούμενον ἢ κιθαριζόμενον, καὶ ἡ ἑκάστου αὐτῶν ἑρμηνεία, οἷον ἥ τ΄ αὔλησις καὶ ἡ ᾠδὴ καὶ τὰ λοιπὰ τῶν τοιούτων· (356) ἀτελῆ δὲ τὰ πρὸς ταῦτα συντείνοντα καὶ τὰ τούτων ἕνεκα γιγνόμενα· τοιαῦτα δὲ τὰ μέρη τῆς ἑρμηνείας.
(357) Δεύτερον ἐκ τῆς ποιήσεως· (358) ὡσαύτως γὰρ καὶ αὐτὴ ὑπο***
(359) Κρίνειε γὰρ ἄν τις ἀκούων αὐλητοῦ, πότερόν ποτε συμφωνοῦσιν οἱ αὐλοὶ ἢ οὔ, καὶ πότερον ἡ διάλεκτος σαφὴς ἢ τοὐναντίον· (360) τούτων δ΄ ἕκαστον μέρος ἐστὶ τῆς αὐλητικῆς ἑρμηνείας, οὐ μέντοι τέλος, ἀλλ΄ ἕνεκα τοῦ τέλους γιγνόμενον· (361) παρὰ ταῦτα γὰρ αὖ καὶ τὰ τοιαῦτα πάντα κριθήσεται τὸ τῆς ἑρμηνείας ἦθος, εἰ οἰκεῖον ἀποδίδοται τῷ παραποδοθέντι ποιήματι, ὃ μεταχειρίσασθαι καὶ ἑρμηνεῦσαι ὁ ἐνεργῶν βεβούληται.
(362) Ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τῶν παθῶν τῶν ὑπὸ τῆς ποιητικῆς σημαινομένων ἐν τοῖς ποιήμασιν.
(363) (363-387) Φανερὸν δ΄ ἂν γένοιτο, εἴ τις ἑκάστην ἐξετάζοι[το] τῶν ἐπιστημῶν, τίνος ἐστὶ θεωρητική·
(364) δῆλον γὰρ ὅτι ἡ μὲν ἁρμονικὴ γενῶν τε τῶν τοῦ ἡρμοσμένου καὶ διαστημάτων καὶ συστημάτων καὶ φθόγγων καὶ τόνων καὶ μεταβολῶν συστηματικῶν ἐστι γνωστική· (365) πορρωτέρω δ΄ οὐκέτι ταύτῃ προελθεῖν οἷόν τε, (366) ὥστ΄ οὐδὲ ζητεῖν παρὰ ταύτης τὸ διαγνῶναι δύνασθαι, πότερον οἰκείως εἴληφεν ὁ ποιητής, [ὅμ]οἷον εἰπεῖν, ἐν Μυσοῖς τὸν Ὑποδώριον τόνον ἐπὶ τὴν ἀρχὴν ἢ τὸν Μιξολύδιόν τε καὶ Δώριον ἐπὶ τὴν ἔκβασιν ἢ τὸν Ὑποφρύγιόν τε καὶ Φρύγιον ἐπὶ τὸ μέσον. (367) Οὐ γὰρ διατείνει ἡ ἁρμονικὴ πραγματεία πρὸς τὰ τοιαῦτα, προσδεῖται δὲ πολλῶν ἑτέρων· (368) τὴν γὰρ τῆς οἰκειότητος δύναμιν ἀγνοεῖ. Οὔτε γὰρ τὸ χρωματικὸν γένος (369) οὔτε τὸ ἐναρμόνιον ἥξει ποτ΄ ἔχον τὴν τῆς οἰκειότητος δύναμιν τελείαν καὶ καθ΄ ἣν τὸ τοῦ πεποιημένου μέλους ἦθος ἐπιφαίνεται, ἀλλὰ τοῦτο τοῦ τεχνίτου ἔργον. (370) Φανερὸν δὴ ὅτι ἑτέρα τοῦ συστήματος ἡ φωνὴ τῆς ἐν τῷ συστήματι κατασκευασθείσης μελοποιίας, περὶ ἧς οὐκ ἔστι θεωρῆσαι τῆς ἁρμονικῆς πραγματείας.
(371) Ὁ αὐτὸς δὲ λόγος καὶ περὶ τῶν ῥυθμῶν· (372) οὐδεὶς γὰρ ῥυθμὸς τὴν τῆς τελείας οἰκειότητος δύναμιν ἥξει ἔχων ἐν ἑαυτῷ· (373) τὸ γὰρ οἰκείως ἀεὶ λεγόμενον πρὸς ἦθός τι βλέποντες λέγομεν. Τούτου δέ φαμεν αἰτίαν εἶναι σύνθεσίν τινα ἢ μῖξιν ἢ ἀμφότερα. (374) (374-375) Οἷον Ὀλύμπῳ τὸ ἐναρμόνιον γένος ἐπὶ Φρυγίου τόνου τεθὲν παίωνι ἐπιβατῷ μιχθέν· (375) τοῦτο γὰρ τῆς ἀρχῆς τὸ ἦθος ἐγέννησεν ἐπὶ τῷ τῆς Ἀθηνᾶς νόμῳ· (376) προσληφθείσης γὰρ μελοποιίας καὶ ῥυθμοποιίας, τεχνικῶς τε μεταληφθέντος τοῦ ῥυθμοῦ μόνον αὐτοῦ καὶ γενομένου τροχαίου ἀντὶ παίωνος, συνέστη τὸ Ὀλύμπου ἐναρμόνιον γένος. (377) Ἀλλὰ μὴν καὶ τοῦ ἐναρμονίου γένους καὶ τοῦ Φρυγίου τόνου διαμενόντων καὶ πρὸς τούτοις τοῦ συστήματος παντός, μεγάλην ἀλλοίωσιν ἔσχηκε τὸ ἦθος· (378) ἡ γὰρ καλουμένη ἁρμονία ἐν τῷ τῆς Ἀθηνᾶς νόμῳ πολὺ διέστηκε κατὰ τὸ ἦθος τῆς ἀναπείρας.
(379) Εἰ οὖν προσγένοιτο τῷ τῆς μουσικῆς ἐμπείρῳ τὸ κριτικόν, δῆλον ὅτι οὗτος ἂν εἴη ὁ ἀκριβὴς ἐν μουσικῇ· (380) ὁ γὰρ εἰδὼς τὸ Δωριστὶ ἄνευ τοῦ κρίνειν ἐπίστασθαι τὴν τῆς χρήσεως αὐτοῦ οἰκειότητα οὐκ εἴσεται ὃ ποιεῖ, ἀλλ΄ οὐδὲ τὸ ἦθος σώσει· (381) ἐπεὶ καὶ περὶ αὐτῶν τῶν Δωρίων μελοποιιῶν ἀπορεῖται, πότερόν ἐστι διαγνωστικὴ ἡ ἁρμονικὴ πραγματεία, καθάπερ τινὲς οἴονται, τῶν Δωρίων, ἢ οὔ.
(382) Ὁ αὐτὸς δὲ λόγος καὶ περὶ τῆς ῥυθμικῆς ἐπιστήμης πάσης, (384) ὁ γὰρ εἰδὼς τὸν παίωνα τὴν τῆς χρήσεως αὐτοῦ οἰκειότητα οὐκ εἴσεται διὰ τὸ αὐτὴν μόνην εἰδέναι τὴν τοῦ παίωνος ξύνθεσιν· ἐπεὶ καὶ περὶ αὐτῶν τῶν παιωνικῶν ῥυθμοποιιῶν ἀπορεῖται, πότερόν ἐστι διαγνωστικὴ ἡ ῥυθμικὴ πραγματεία τούτων, καθάπερ τινές φασιν, ἢ οὐ διατείνει μέχρι τούτου.
(385) Ἀναγκαῖον οὖν δύο τοὐλάχιστον γνώσεις ὑπάρχειν τῷ μέλλοντι διαγνώσεσθαι τό τ΄ οἰκεῖον καὶ τὸ ἀλλότριον· (386) πρῶτον μὲν τοῦ ἤθους οὗ ἕνεκα ἡ σύνθεσις γεγένηται, ἔπειτα τούτων ἐξ ὧν ἡ σύνθεσις.
(387) Ὅτι μὲν οὖν οὔθ΄ ἡ ἁρμονικὴ οὔθ΄ ἡ ῥυθμικὴ οὔτ΄ ἄλλη οὐδεμία τῶν καθ΄ ἓν μέρος λεγομένων 〈ἐπιστημῶν〉 αὐτάρκης αὐτὴ καθ΄ αὑτὴν τοῦ ἤθους εἶναι διαγνωστικὴ καὶ τῶν ἄλλων κριτική, ἀρκέσει τὰ εἰρημένα.
XVIII. (388) (388-407) Ἅτ΄ οὖν ἠθῶν μάλιστα φροντίδα πεποιημένοι οἱ παλαιοί, τὸ σεμνὸν καὶ ἀπερίεργον τῆς ἀρχαίας μουσικῆς προετίμων. (389) Ἀργείους μὲν γὰρ καὶ κόλασιν ἐπιθεῖναί ποτέ φασι τῇ εἰς τὴν μουσικὴν παρανομίᾳ, ζημιῶσαί τε τὸν [ἐπιχειρήσαντα] πρῶτον [τοῖς] πλείοσι τῶν ἑπτὰ χρήσασθαι παρ΄ αὐτοῖς χορδῶν καὶ παραμιξολυδιάζειν ἐπιχειρήσαντα. (390) (390-392) Πυθαγόρας δ΄ ὁ σεμνὸς ἀπεδοκίμαζε τὴν κρίσιν τῆς μουσικῆς*
*ο Πλούταρχος (Περί μουσ. 1144F, 37) λέει ότι ο σοφός Πυθαγόρας αποδοκίμαζε την κρίση της μουσικής από τις αισθήσεις ("δια της αισθήσεως")· η αρετή αυτής της τέχνης, έλεγε, είναι γιατί γίνεται αντιληπτή με τη διάνοια (το πνεύμα)· την έκρινε, επομένως, όχι με την αίσθηση της ακοής, αλλά με την αναλογική αρμονία ("τη αναλογική αρμονία").
τὴν διὰ τῆς αἰσθήσεως· (391) νῷ γὰρ ληπτὴν τὴν ταύτης ἀρετὴν ἔφασκεν εἶναι. (392) Τοιγάρτοι τῇ μὲν ἀκοῇ οὐκ ἔκρινεν αὐτήν, τῇ δ΄ ἀναλογικῇ ἁρμονίᾳ· (393) αὔταρκές τ΄ ἐνόμιζε μέχρι τοῦ διὰ πασῶν στῆσαι τὴν τῆς μουσικῆς ἐπίγνωσιν.
(394) (394-407) Οἱ δὲ νῦν τὸ μὲν κάλλιστον τῶν γενῶν, ὅπερ μάλιστα διὰ σεμνότητα παρὰ τοῖς ἀρχαίοις ἐσπουδάζετο, παντελῶς παρῃτήσαντο, ὥστε μηδὲ τὴν τυχοῦσαν ἀντίληψιν τῶν ἐναρμονίων διαστημάτων τοῖς πολλοῖς ὑπάρχειν. (395) Οὕτως δ΄ ἀργῶς διάκεινται καὶ ῥᾳθύμως, ὥστε μηδ΄ ἔμφασιν νομίζειν παρέχειν καθ΄ ὅλου τῶν ὑπὸ τὴν αἴσθησιν πιπτόντων τὴν ἐναρμόνιον δίεσιν, ἐξορίζειν δ΄ αὐτὴν ἐκ τῶν μελῳδημάτων· πεφλυαρηκέναι γὰρ τοὺς 〈δι〉δάξαντάς τι περὶ τούτου καὶ τῷ γένει τούτῳ κεχρημένους·
(396) ἀπόδειξιν δ΄ ἰσχυροτάτην τοῦ τἀληθῆ λέγειν φέρειν οἴονται μάλιστα μὲν τὴν αὑτῶν ἀναισθησίαν, ὡς πᾶν, ὅ τι περ ἂν αὐτοὺς ἐκφύγῃ, τοῦτο καὶ δὴ πάντως ἀνύπαρκτον ὂν παντελῶς καὶ ἄχρηστον· (397) εἶτα καὶ τὸ μὴ δύνασθαι ληφθῆναι διὰ συμφωνίας τὸ μέγεθος, καθάπερ τό τε ἡμιτόνιον καὶ τὸν τόνον καὶ τὰ λοιπὰ δὲ τῶν τοιούτων διαστημάτων. (398) (398-399) Ἠγνοήκασι δ΄ ὅτι καὶ τὸ τρίτον μέγεθος οὕτως ἂν καὶ τὸ πέμπτον ἐκβάλλοιτο καὶ τὸ ἕβδομον· (399) ὧν τὸ μὲν τριῶν, τὸ δὲ πέντε, τὸ δ΄ ἑπτὰ διέσεών ἐστι· (400) καὶ καθόλου πάνθ΄ ὅσα περιττὰ φαίνεται τῶν διαστημάτων, ἀποδοκιμάζοιτ΄ ἂν ὡς ἄχρηστα, παρ΄ ὅσον οὐδὲν αὐτῶν διὰ συμφωνίας λαβεῖν ἔστι· (401) ταῦτα δ΄ ἂν εἴη ὅσα ὑπὸ τῆς ἐλαχίστης διέσεως μετρεῖται περισσάκις. (402) Οἷς ἀκολουθεῖν ἀνάγκη καὶ τὸ μηδεμίαν τῶν τετραχορδικῶν διαιρέσεων χρησίμην εἶναι, πλὴν μόνην ταύτην δι΄ ἧς πᾶσιν ἀρτίοις χρῆσθαι διαστήμασι συμβέβηκεν· (403) αὕτη δ΄ ἂν εἴη ἥ τε τοῦ συντόνου [καὶ] διατόνου καὶ ἡ τοῦ τονιαίου χρώματος.
(404) Τὸ δὲ τὰ τοιαῦτα λέγειν τε καὶ ὑπολαμβάνειν οὐ μόνον τοῖς φαινομένοις ἐναντιουμένων ἐστίν, ἀλλὰ καὶ ἑαυτοῖς μαχομένων. (405) Χρώμενοι γὰρ αὐτοὶ 〈ταῖς〉 τοιαύταις τετραχόρδων μάλιστα φαίνονται διαιρέσεσιν, ἐν αἷς τὰ πολλὰ τῶν διαστημάτων ἤτοι περιττά ἐστιν ἢ [ἀν]ἄλογα· (406) μαλάττουσι *
*Το ρήμα μαλάσσω (αττ. μαλάττω) στη μουσική σήμαινε χαμηλώνω, χαλαρώνω· Πλούτ. (Περί μουσ. 1145 D, 49): "μαλάττουσι γαρ αεί τας λιχανούς και τας παρανήτας" (γιατί πάντα χαμηλώνουν τις χορδές [νότες] λιχανούς και παρανήτες).
γὰρ αἰεὶ τάς τε λιχανοὺς καὶ τὰς παρανήτας. Ἤδη δὲ καὶ τῶν ἑστώτων τινὰς παρανιᾶσι *
*παρανιέναι, το ίδιο όπως το ανιέναι (πρβ. λ. άνεσις ). Χαλαρώνω τις χορδές (Δημ. LSJ). Πλούτ. (Περί μουσ. 1145D, 39): "και των εστώτων τινας παρανιάσι φθόγγων" (και χαμηλώνουν μερικούς από τους ακίνητους [εστώτες] φθόγγους).]''
φθόγγων ἀλόγῳ τινὶ διαστήματι, προσανιέντες αὐτοῖς τάς τε τρίτας καὶ τὰς παρανήτας, (407) καὶ τὴν τοιαύτην εὐδοκιμεῖν μάλιστά πως οἴονται τῶν συστημάτων χρῆσιν, ἐν ᾗ τὰ πολλὰ τῶν διαστημάτων ἐστὶν ἄλογα, οὐ μόνον τῶν κινεῖσθαι πεφυκότων φθόγγων, ἀλλὰ καί τινων ἀκινήτων ἀνιεμένων, ὥς ἐστι δῆλον τοῖς αἰσθάνεσθαι τῶν τοιούτων δυναμένοις.
XIX. (408) Χρῆσιν δὲ μουσικῆς προσήκουσαν ἀνδρὶ ὁ καλὸς Ὅμηρος ἐδίδαξε. (409) Δηλῶν γὰρ ὅτι ἡ μουσικὴ πολλαχοῦ χρησίμη, τὸν Ἀχιλλέα πεποίηκε τὴν ὀργὴν πέττοντα τὴν πρὸς τὸν Ἀγαμέμνονα διὰ μουσικῆς, ἧς ἔμαθε παρὰ τοῦ σοφωτάτου Χείρωνος·
« Τὸν δ΄ εὗρον (φησί) φρένα τερπόμενον φόρμιγγι λιγείῃ,
καλῇ δαιδαλέῃ· περὶ δ΄ ἀργύρεον ζυγὸν ἦεν·
τὴν ἄρετ΄ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας·
τῇ ὅγε θυμὸν ἔτερπεν, ἄειδε δ΄ ἄρα κλέα ἀνδρῶν. »
(411) Μάθε, φησὶν Ὅμηρος, πῶς δεῖ μουσικῇ χρῆσθαι· (412) κλέα γὰρ ἀνδρῶν ᾄδειν καὶ πράξεις ἡμιθέων ἔπρεπεν Ἀχιλλεῖ τῷ Πηλέως τοῦ δικαιοτάτου. (413) Ἔτι δὲ καὶ τὸν καιρὸν τῆς χρήσεως τὸν ἁρμόττοντα διδάσκων Ὅμηρος ἀργοῦντι γυμνάσιον ἐξεῦρεν ὠφέλιμον καὶ ἡδύ. (414) Πολεμικὸς γὰρ ὢν καὶ πρακτικὸς ὁ Ἀχιλλεύς, διὰ τὴν γενομένην αὐτῷ πρὸς τὸν Ἀγαμέμνονα μῆνιν οὐ μετεῖχε τῶν κατὰ τὸν πόλεμον κινδύνων. (415) ᾨήθη οὖν Ὅμηρος πρέπον εἶναι τὴν ψυχὴν τοῖς καλλίστοις τῶν μελῶν παραθήγειν τὸν ἥρωα, ἵν΄ ἐπὶ τὴν μετὰ μικρὸν αὐτῷ γενησομένην ἔξοδον παρεσκευασμένος ᾖ· (416) τοῦτο δ΄ ἐποίει δηλονότι μνημονεύων τῶν πάλαι πράξεων.
(417) Τοιαύτη ἦν ἡ ἀρχαία μουσικὴ καὶ εἰς τοῦτο χρησίμη. (418) Ἡρακλέα τε γὰρ ἀκούομεν κεχρημένον μουσικῇ καὶ Ἀχιλλέα καὶ πολλοὺς ἄλλους, ὧν παιδευτὴς ὁ σοφώτατος Χείρων παραδέδοται, μουσικῆς τε ἅμα ὢν καὶ δικαιοσύνης καὶ ἰατρικῆς διδάσκαλος.
(419) Καθόλου δ΄ ὅ γε νοῦν ἔχων οὐ τῶν ἐπιστημῶν 〈ἂν〉 ἔγκλημα δήπου θείη, εἴ τις αὐταῖς μὴ κατὰ τρόπον χρῷτο, ἀλλὰ τῆς τῶν χρωμένων κακίας ἴδιον εἶναι τοῦτο νομίσειεν. (420) Εἰ γοῦν τις τὸν παιδευτικὸν τῆς μουσικῆς τρόπον ἐκπονήσας τύχοι ἐπιμελείας τῆς προσηκούσης ἐν τῇ τοῦ παιδὸς ἡλικίᾳ, τὸ μὲν καλὸν ἐπαινέσει τε καὶ ἀποδέξεται, ψέξει δὲ τὸ ἐναντίον ἔν τε τοῖς ἄλλοις καὶ ἐν τοῖς κατὰ μουσικήν, καὶ ἔσται ὁ τοιοῦτος καθαρὸς πάσης ἀγεννοῦς πράξεως, (421) διὰ μουσικῆς τε τὴν μεγίστην ὠφέλειαν καρπωσάμενος, ὄφελος ἂν μέγα γένοιτο αὑτῷ τε καὶ πόλει, μηθενὶ μήτ΄ ἔργῳ μήτε λόγῳ χρώμενος ἀναρμόστῳ, σῴζων αἰεὶ καὶ πανταχοῦ τὸ πρέπον καὶ σῶφρον καὶ κόσμιον.
(422) Ὅτι δὲ καὶ ταῖς εὐνομωτάταις τῶν πόλεων ἐπιμελὲς γεγένηται φροντίδα ποιεῖσθαι τῆς γενναίας μουσικῆς, πολλὰ μὲν καὶ ἄλλα μαρτύρια παραθέσθαι ἔστι, (423) Τέρπανδρον δ΄ ἄν τις παραλάβοι τὸν τὴν γενομένην ποτὲ παρὰ Λακεδαιμονίοις στάσιν καταλύσαντα, καὶ Θαλήταν τὸν Κρῆτα, ὅν φασι κατά τι πυθόχρηστον Λακεδαιμονίοις παραγενόμενον διὰ μουσικῆς ἰάσασθαι ἀπαλλάξαι τε τοῦ κατασχόντος λοιμοῦ τὴν Σπάρτην, καθάπερ φησὶ Πρατίνας. (425) Ἀλλὰ γὰρ καὶ Ὅμηρος τὸν κατασχόντα λοιμὸν τοὺς Ἕλληνας παύσασθαι λέγει διὰ μουσικῆς· (426) ἔφη γοῦν·
« Οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο,
καλὸν ἀείδοντες παιήονα, κοῦροι Ἀχαιῶν,
μέλποντες Ἑκάεργον· ὁ δὲ φρένα τέρπετ΄ ἀκούων. »
(427) Τούτους τοὺς στίχους, ἀγαθὲ διδάσκαλε, κολοφῶνα τῶν περὶ τῆς μουσικῆς λόγων πεποίημαι, ἐπεὶ φθάσας σὺ τὴν μουσικὴν δύναμιν διὰ τούτων προαπέφηνας ἡμῖν· (428) τῷ γὰρ ὄντι τὸ πρῶτον αὐτῆς καὶ κάλλιστον ἔργον ἡ εἰς τοὺς θεοὺς εὐχάριστός ἐστιν ἀμοιβή, ἑπόμενον δὲ τούτῳ καὶ δεύτερον τὸ τῆς ψυχῆς καθάρσιον καὶ ἐμμελὲς καὶ ἐναρμόνιον σύστημα. »
(429) Ταῦτ΄ εἰπὼν ὁ Σωτήριχος ‘ἔχεις’ ἔφη ‘τοὺς ἐπικυλικείους περὶ μουσικῆς λόγους, ἀγαθὲ διδάσκαλε.’
XX. (430) Ἐθαυμάσθη μὲν οὖν ὁ Σωτήριχος ἐπὶ τοῖς λεχθεῖσι· καὶ γὰρ ἐνέφαινε διὰ τοῦ προσώπου καὶ τῆς φωνῆς τὴν περὶ μουσικὴν σπουδήν. (431) Ὁ δ΄ ἐμὸς διδάσκαλος
« Μετὰ τῶν ἄλλων » ἔφη « καὶ τοῦτ΄ ἀποδέχομαι [ἑκατέρου] ὑμῶν, ὅτι τὴν τάξιν ἑκάτερος τὴν [αὐτὸς] αὑτοῦ ἐφύλαξεν· (432) ὁ μὲν γὰρ Λυσίας, ὅσα μόνον χειρουργοῦντι κιθαρῳδῷ προσῆκεν εἰδέναι, τούτοις ἡμᾶς εἱστίασεν· (433) ὁ δὲ Σωτήριχος, ὅσα καὶ πρὸς ὠφέλειαν καὶ πρὸς θεωρίαν, ἀλλὰ γὰρ καὶ δύναμιν καὶ χρῆσιν μουσικῆς συντείνει, διδάσκων ἡμᾶς ἐπεδαψιλεύσατο. (434) Ἐκεῖνο δ΄ οἶμαι ἑκόντας αὐτοὺς ἐμοὶ καταλελοιπέναι· (435) οὐ γὰρ καταγνώσομαι αὐτῶν δειλίαν ὡς αἰσχυνθέντων κατασπᾶν μουσικὴν εἰς τὰ συσσίτια· (436) εἰ γάρ που [καὶ] χρησίμη, καὶ παρὰ πότον, ὡς ὁ καλὸς Ὅμηρος ἀπέφηνε·
« Μολπή » γάρ πού φησιν « ὀρχηστύς τε, τὰ γάρ τ΄ ἀναθήματα δαιτός. »
(437) Μαί μοι μηδεὶς ὑπολαβέτω ὅτι πρὸς τέρψιν μόνον χρησίμην ᾠήθη μουσικὴν Ὅμηρος διὰ τούτων, ἀλλὰ γὰρ βαθύτερός ἐστι νοῦς ἐγκεκρυμμένος τοῖς ἔπεσιν. (438) Εἰς γὰρ ὠφέλειαν καὶ βοήθειαν τὴν μεγίστην 〈τοῖς τοι〉ούτοις καιροῖς παρέλαβε μουσικήν, λέγω δ΄ εἰς τὰ δεῖπνα καὶ τὰς συνουσίας τῶν ἀρχαίων. (439) Συνέβαινε γὰρ εἰσάγεσθαι μουσικὴν ὡς ἱκανὴν ἀντισπᾶν καὶ πραΰνειν τὴν τοῦ οἴνου ὑπόθερμον δύναμιν, καθάπερ πού φησι καὶ ὁ ὑμέτερος Ἀριστόξενος· (440) ἐκεῖνος γὰρ ἔλεγεν εἰσάγεσθαι μουσικήν, παρ΄ ὅσον ὁ μὲν οἶνος σφάλλειν πέφυκε τῶν ἅδην αὐτῷ χρησαμένων τά τε σώματα καὶ τὰς διανοίας, (441) ἡ δὲ μουσικὴ τῇ περὶ αὑτὴν τάξει τε καὶ συμμετρίᾳ εἰς τὴν ἐναντίαν κατάστασιν ἄγειν τε καὶ πραΰνειν. (442) Παρὰ τοῦτον οὖν τὸν καιρὸν ὡς βοηθήματι τῇ μουσικῇ τοὺς ἀρχαίους φησὶ κεχρῆσθαι Ὅμηρος.
(443) Ἀλλὰ δὴ καὶ τὸ μέγιστον ὑμῖν ὦ ἑταῖροι καὶ μάλιστα σεμνοτάτην ἀποφαῖνον μουσικὴν παραλέλειπται. (444) Τὴν γὰρ τῶν ὄντων φορὰν καὶ τὴν τῶν ἀστέρων κίνησιν οἱ περὶ Πυθαγόραν καὶ Ἀρχύταν καὶ Πλάτωνα καὶ οἱ λοιποὶ τῶν ἀρχαίων φιλοσόφων οὐκ ἄνευ μουσικῆς γίγνεσθαι καὶ συνεστάναι ἔφασκον· (445) πάντα γὰρ καθ΄ ἁρμονίαν ὑπὸ τοῦ θεοῦ κατεσκευάσθαι φασίν. (446) Ἄκαιρον δ΄ ἂν εἴη νῦν ἐπεκτείνειν τοὺς περὶ τούτου λόγους, (447) 〈καθ〉αρώτατον δὲ καὶ μουσικώτατον τὸ παντὶ τὸ προσῆκον μέτρον ἐπιτιθέναι. »
(448) Ταῦτ΄ εἰπὼν ἐπαιώνισε, καὶ σπείσας τῷ Κρόνῳ καὶ τοῖς τούτου παισὶ 〈καὶ〉 θεοῖς πᾶσι καὶ Μούσαις, ἀπέλυσε τοὺς ἑστιωμένους.