Αριστόξενος - LSJ - ΕΑΕΜ [Προεργασία]

Zambelis Spyros

Παλαιό Μέλος
ὑποληπτέον εἶναι. σχεδὸν δὴ φανερόν, ὅτι τοῦ μὲν ἐπὶ τῆς
λέξεως γιγνομένου μέλους τῷ διαστηματικῇ χρῆσθαι τῇ
τῆς φωνῆς κινήσει διοίσει τὸ μουσικὸν μέλος, τοῦ δ᾽ ἀναρ-
μόστου καὶ διημαρτημένου τῇ τῆς συνθέσεως διαφορᾷ τῆς
τῶν ἀσυνθέτων διαστημάτων. περὶ ἧς ἐν τοῖς ἔπειτα
δειχθήσεται τίς ἐστιν αὐτῆς ὁ τρόπος, πλὴν ἐπὶ τοσοῦτόν
γ᾽ εἰρήσθω καθόλου καὶ νῦν, ὅτι πολλὰς ἔχοντος διαφορὰς
τοῦ ἡρμοσμένου κατὰ τὴν τῶν διαστημάτων σύνθεσιν, ὅμως
ἔστι τι τοιοῦτον ὃ κατὰ παντὸς ἡρμοσμένου ῥηθήσεται ἕν
τε καὶ ταὐτόν, τοιαύτην ἔχον δύναμιν οἵαν αὐτὴν ἀναι-
ρουμένην ἀναιρεῖν τὸ ἡρμοσμένον. ἁπλοῦν δ᾽ ἔσται προϊ-
ούσης τῆς πραγματείας. τὸ μὲν οὖν μουσικὸν μέλος ἀπὸ
τῶν ἄλλων οὕτως ἀφωρίσθω. ὑποληπτέον δὲ τὸν εἰρημένον
ἀφορισμὸν τύπῳ εἰρῆσθαι οὕτως ὡς μηδέπω τῶν καθ᾽ ἕ-
καστα τεθεωρημένων.
Ἐχόμενον δ᾽ ἂν εἴη τῶν εἰρημένων τὸ καθόλου λεγόμε-
νον μέλος διελεῖν εἰς ὅσα φαίνεται γένη διαιρεῖσθαι. φαίνεται
δ᾽ εἰς τρία· πᾶν γὰρ τὸ λαμβανόμενον μέλος τῶν εἰς τὸ
ἡρμοσμένον ἤτοι διάτονόν ἐστιν ἢ χρωματικὸνἐναρμόνιον.
πρῶτον μὲν οὖν καὶ πρεσβύτατον αὐτῶν θετέον τὸ διάτονον,

μέλους
διαστηματικῇ
φωνῆς
κινήσει
μουσικὸν
ἀναρμόστου
συνθέσεως
διαφορᾷ
ἀσυνθέτων
διαστημάτων
τρόπος*
ἡρμοσμένου
δύναμις*
εἰρημένον
διάτονον*
χρωματικόν*
εναρμόνιον*
 

Attachments

  • 24 old.jpg
    24 old.jpg
    209.9 KB · Views: 1
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
πρῶτον γὰρ αὐτοῦ ἡ τοῦ ἀνθρώπου φύσις προστυγχάνει,
δεύτερον δὲ τὸ χρωματικόν, τρίτον δὲ καὶ ἀνώτατον τὸ
ἐναρμόνιον, τελευταίῳ γὰρ αὐτῷ καὶ μόλις μετὰ πολλοῦ
πόνου συνεθίζεται ἡ αἴσθησις.
Τούτων δ᾽ εἰς τοῦτον τὸν ἀριθμὸν διῃρημένων τῶν
διαστηματικῶν διαφορῶν τῆς δευτέρας ῥηθείσης θάτερον
μέρος πειρατέον διασκέψασθαι· ἦν δὲ τὰ μέρη ταῦτα δια-
φωνία
τε καὶ συμφωνία· ληπτέον τε τὴν συμφωνίαν εἰς
τὴν ἐπίσκεψιν. φαίνεται δὲ διάστημα σύμφωνον συμφώνου
διαφέρειν κατὰ πλείους διαφορὰς ὧν μία μέν ἐστιν ἡ κατὰ
μεγέθος, περὶ ἧς ἀφοριστέον ᾗ φαίνεται ἔχειν. δοκεῖ δὲ τὸ
μὲν ἐλάχιστον τῶν συμφώνων διαστημάτων ὑπ᾽ αὐτῆς τῆς
τοῦ μέλους φύσεως ἀφωρίσθαι, μελῳδεῖται μὲν γὰρ τοῦ
διὰ τεσσάρων ἐλάττω διαστήματα πολλά, διάφωνα μέντοι
πάντα. τὸ μὲν οὖν ἐλάχιστον κατ᾽ αὐτὴν τὴν τῆς φωνῆς
φύσιν ὥρισται, τὸ δὲ μέγιστον οὕτω μὲν οὖν οὐκ ἔοικεν
ὡρίσθαι· φαίνεται γὰρ εἰς ἄπειρον αὔξεσθαι κατά γ᾽ αὐτὴν
τὴν τοῦ μέλους φύσιν καθάπερ καὶ τὸ διάφωνον. παντὸς
γὰρ προστιθεμένου συμφώνου διαστήματος πρὸς τῷ διὰ
πασῶν καὶ μείζονος καὶ ἐλάττονος καὶ ἴσου τὸ ὅλον

χρωματικόν
ἐναρμόνιον
διῃρημένων
διαστηματικῶν
διαφορῶν
διαφωνία
συμφωνία
διάστημα
μεγέθος
μελῳδεῖται
διὰ τεσσάρων
ἐλάττω
φωνῆς
διὰ πασῶν
μείζονος
ἐλάττονος
ἴσου
 

Attachments

  • 25 old.jpg
    25 old.jpg
    242.9 KB · Views: 2
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
γίγνεται σύμφωνον. οὕτω μὲν οὖν οὐκ ἔοικεν εἶναί τι μέγι-
στον σύμφωνον διάστημα· κατὰ μέντοι τὴν ἡμετέραν χρῆ-
σιν - λέγω δ᾽ ἡμετέραν τήν τε διὰ τῆς ἀνθρώπου φωνῆς
γιγνομένην καὶ τὴν διὰ τῶν ὀργάνων - φαίνεταί τι μέγι-
στον εἶναι τῶν συμφώνων. τοῦτο δ᾽ ἐστὶ τὸ διὰ πέντε καὶ
τὸ δὶς διὰ πασῶν, _πρὸ_ς τὸ γὰρ τρὶς διὰ πασῶν οὐκ
ἔτι διατείνομεν. δεῖ δὲ τὴν διάτασιν ὁρίζειν ἑνός τινος ὀρ-
γάνου τόνῳ καὶ πέρασιν. τάχα γὰρ ὁ τῶν παρθενίων
αὐλῶν ὀξύτατος φθόγγος πρὸς τὸν τῶν ὑπερτελείων βα-
ρύτατον μεῖζον ἂν ποιήσειε τοῦ εἰρημένου τρὶς διὰ πασῶν

σύμφωνον
διάστημα
ἀνθρώπου φωνῆς
ὀργάνων
διὰ πέντε
δὶς διὰ πασῶν
διὰ πασῶν
διατείνομεν
διάτασιν
τόνος*
πέρασιν
παρθενίων αὐλῶν
ὀξύτατος
φθόγγος
ὑπερτελείων
βαρύτατον
μεῖζον
εἰρημένου
τρὶς διὰ πασῶν
 

Attachments

  • 26 old.jpg
    26 old.jpg
    213 KB · Views: 1
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
διάστημα καὶ κατασπασθείσης γε τῆς σύριγγος ὁ τοῦ συ-
ρίττοντος
ὀξύτατος πρὸς τὸν τοῦ αὐλοῦντος βαρύτατον
μεῖζον ἂν ποιήσειε τοῦ ῥηθέντος διαστήματος· ταὐτὸ δὲ
καὶ παιδὸς φωνὴ μικροῦ πρὸς ἀνδρὸς φωνὴν πάθοι ἄν.
ὅθεν καὶ κατανοεῖται τὰ μεγάλα τῶν συμφώνων· ἐκ δια-
φερουσῶν γὰρ ἡλικιῶν καὶ διαφερόντων μέτρων τεθεωρή-
καμεν, ὅτι καὶ τὸ τρὶς διὰ πασῶν συμφωνεῖ καὶ τὸ τετρά-
κις καὶ τὸ μεῖζον. ὅτι μὲν οὖν ἐπὶ μὲν τὸ μικρὸν ἡ τοῦ
μέλους φύσις αὐτὴν τὸ διὰ τεσσάρων ἐλάχιστον ἀποδίδωσι
τῶν συμφώνων, ἐπὶ δὲ τὸ μέγα τῇ ἡμετέρᾳ πως τὸ μέγι-
στον ὁρίζεται δυνάμει, σχεδὸν δῆλον ἐκ τῶν εἰρημένων·
ὅτι δ᾽ ἐκ τούτου μεγέθη συμφώνων διαστημάτων συμβαίνει
γίγνεσθαι ῥᾴδιον συνιδεῖν.
Τούτων δ᾽ ὄντων γνωρίμων τὸ τονιαῖον διάστημα πει-
ρατέον ἀφορίσαι. ἔστι δὴ τόνος ἡ τῶν πρώτων συμφώνων
κατὰ μέγεθος διαφορά. διαιρείσθω δ᾽ εἰς τρεῖς διαιρέσεις·
μελῳδείσθω γὰρ αὐτοῦ τό τε ἥμισυ καὶ τὸ τρίτον μέρος
καὶ _τ_ὸ τέταρτον· τὰ δὲ τούτων ἐλάττονα διαστήματα
πάντα ἔστω ἀμελῴδητα. καλείσθω δὲ τὸ μὲν ἐλάχιστον
δίεσις ἐναρμόνιος ἐλαχίστη, τὸ δ᾽ ἐχόμενον δίεσις χρωματικὴ
ἐλαχίστη, τὸ δὲ μέγιστον ἡμιτόνιον.
Τούτων δ᾽ οὕτως ἀφωρισμένων τὰς τῶν γενῶν διαφορὰς
ὅθεν γίγνονται καὶ ὃν τρόπον πειρατέον καταμαθεῖν. δεῖ
δὲ νοῆσαι τῶν συμφώνων διαστημάτων _τ_ὸ ἐλάχιστον

διάστημα
κατασπασθείσης
σύριγξ*
συρίττοντος
ὀξύτατος
αὐλοῦντος
βαρύτατον
μεῖζον
παιδὸς φωνὴ
ἀνδρὸς φωνὴν
συμφώνων
διὰ πασῶν
συμφωνεῖ
τετράκις
μέλους
διὰ τεσσάρων
ἐλάχιστον
δυνάμει
εἰρημένων
μεγέθη
διαστημάτων
τονιαῖον
τόνος*
διαιρέσεις
μελῳδείσθω
ἥμισυ
τρίτον
τέταρτον
ἐλάττονα
αμελώδητος*
δίεσις*
ἐναρμόνιος*
χρωματικὴ*
ημιτόνιον*
διαφορὰς
τρόπον
ἐλάχιστον
 

Attachments

  • 27 old.jpg
    27 old.jpg
    240.4 KB · Views: 1
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
δίεσις ἐναρμόνιος ἐλαχίστη, τὸ δ᾽ ἐχόμενον δίεσις χρωματικὴ
ἐλαχίστη, τὸ δὲ μέγιστον ἡμιτόνιον.
Τούτων δ᾽ οὕτως ἀφωρισμένων τὰς τῶν γενῶν διαφορὰς
ὅθεν γίγνονται καὶ ὃν τρόπον πειρατέον καταμαθεῖν. δεῖ
δὲ νοῆσαι τῶν συμφώνων διαστημάτων _τ_ὸ ἐλάχιστον
τὸ κατεχόμενον τά τε πλεῖστα ὑπὸ τεττάρων φθόγγων,
ὅθεν δὴ καὶ τὴν προσηγορίαν ὑπὸ τῶν παλαιῶν ἔσχε.
τίνα δὴ τάξιν πλειόνων οὐσῶν νοητέον, ἐν ᾗ ἴσα τά τε
κινούμενά εἰσι καὶ τὰ ἠρεμοῦντα ἐν ταῖς τῶν γενῶν διαφο-
ραῖς. γίγνεται δ᾽ ἐν τῷ τοιούτῳ οἷον τὸ ἀπὸ μέσης ἐφ᾽ ὑ-
πάτην
· ἐν τούτῳ γὰρ δύο μὲν οἱ περιέχοντες φθόγγοι
ἀκίνητοί εἰσιν ἐν ταῖς τῶν γενῶν διαφοραῖς, δύο δ᾽ οἱ πε-
ριεχόμενοι κινοῦνται. τοῦτο μὲν οὖν οὕτω κείσθω. τῶν δὲ
συγχορδιῶν πλειόνων τ᾽ οὐσῶν τῶν τὴν εἰρημένην τάξιν τοῦ
διὰ τεσσάρων κατεχουσῶν καὶ ὀνόμασιν ἰδίοις ἑκάστης
αὐτῶν ὡρισμένης, μία τίς ἐστιν ἡ μέσης καὶ λιχανοῦ καὶ

δίεσις
ἐναρμόνιος
ἐλαχίστη
χρωματικὴ
ἡμιτόνιον.
γενῶν
διαφορὰς
τρόπον
συμφώνων
διαστημάτων
τεττάρων
φθόγγων,
κινούμενοι*
γενῶν
διαφοραῖς
μέση*
υπάτη*
περιέχοντες
φθόγγοι
ἀκίνητοί
περιεχόμενοι
κινοῦνται
συγχορδία*
πλειόνων
εἰρημένην
διὰ τεσσάρων
κατεχουσῶν
ονομασία*
μέση*
λιχανός*
 

Attachments

  • 28 old.jpg
    28 old.jpg
    213.8 KB · Views: 3
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
παρυπάτης καὶ ὑπάτης σχεδὸν γνωριμωτάτη τοῖς ἁπτο-
μένοις μουσικῆς, ἐν ᾗ τὰς τῶν γενῶν διαφορὰς ἀναγκαῖον
ἐπισκέψασθαι τίνα τρόπον γίγνονται. ὅτι μὲν οὖν αἱ
τῶν κινεῖσθαι πεφυκότων φθόγγων ἐπιτάσεις τε καὶ ἀνέ-
σεις αἴτιαί εἰσι τῆς τῶν γενῶν διαφορᾶς φανερόν. τίς δ᾽ ὁ
τόπος τῆς κινήσεως ἑκατέρου τῶν φθόγγων τούτων λεκ-
τέον. λιχανοῦ μὲν οὖν ἐστι τονιαῖος ὁ σύμπας τόπος ἐν
ᾧ κινεῖται, οὔτε γὰρ ἔλαττον ἀφίσταται μέσης τονιαίου δια-
στήματος οὔτε μεῖζον διτόνου. τούτων δὲ τὸ μὲν ἔλαττον
παρὰ μὲν τῶν ἤδη κατανενοηκότων τὸ διάτονον γένος
οὐχ ὁμολογεῖται, παρὰ δὲ τῶν μήπω συνεωρακότων συγ-
χωροῖτ᾽ ἂν ἐπαχθέντων αὐτῶν· τὸ δὲ μεῖζον οἱ μὲν συγ-
χωροῦσιν οἱ δ᾽ οὔ. δι᾽ ἣν δὲ γίγνεται τοῦτο αἰτίαν, ἐν τοῖς
ἔπειτα ῥηθήσεται. ὅτι δ᾽ ἔστι τις μελοποιΐα διτόνου λι-
χανοῦ δεομένη καὶ οὐχ ἡ φαυλοτάτη γε ἀλλὰ σχεδὸν ἡ
καλλίστη, τοῖς μὲν πολλοῖς τῶν νῦν ἁπτομένων μουσικῆς οὐ
πάνυ εὔδηλόν ἐστι, γένοιτο μεντἂν ἐπαχθεῖσιν αὐτοῖς· τοῖς
δὲ συνειθισμένοις τῶν ἀρχαϊκῶν τρόπων τοῖς τε πρώτοις καὶ

παρυπάτη*
υπάτη*
μουσική*
γένος*
διαφορὰς
τρόπος*
κινεῖσθαι
φθόγγων
ἐπιτάσεις
ἀνέσεις
αἴτιαί
τόπος
λιχανοῦ
τονιαῖος
ἔλαττον
μέσης
τονιαίου
διαστήματος
μεῖζον
δίτονον*
διάτονον
γένος
μελοποιία*
ἀρχαϊκῶν
τρόπων
 

Attachments

  • 29 old.jpg
    29 old.jpg
    246.3 KB · Views: 0
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
τοῖς δευτέροις ἱκανῶς δῆλόν ἐστι τὸ λεγόμενον. οἱ μὲν γὰρ
τῇ νῦν κατεχούσῃ μελοποιΐᾳ συνήθεις μόνον ὄντες εἰκότως τὴν
δίτονον λιχανὸν ἐξορίζουσι· συντονωτέραις γὰρ χρῶνται
σχεδὸν οἱ πλεῖστοι τῶν νῦν. τούτου δ᾽ αἴτιον τὸ βούλεσθαι
γλυκαίνειν ἀεί· σημεῖον δ᾽ ὅτι τούτου στοχάζουσι, μάλιστα
μὲν γὰρ καὶ πλεῖστον χρόνον ἐν τῷ χρώματι διατρίβου-
σιν, ὅταν δ᾽ ἀφίκωνταί ποτε εἰς τὴν ἁρμονίαν, ἐγγὺς τοῦ
χρώματος προσάγουσι συνεπισπωμένου τοῦ μέλους. περὶ
τούτων μὲν οὖν ἐπὶ τοσοῦτον ἀρκείτω· ὁ δὴ τῆς λιχανοῦ
τόπος τονιαῖος ὑποκείσθω, ὁ δὲ τῆς παρυπάτης διέσεως
ἐλαχίστης. οὔτε γὰρ ἐγγυτέρω τῆς ὑπάτης προσέρχεται
διέσεως οὔτε πλεῖον ἀφίσταται ἡμίσεος τόνου. οὐ γὰρ ἐπαλ-
λάττουσιν οἱ τόποι, ἀλλ᾽ ἔστιν αὐτῶν πέρας ἡ συναφή,
ὅταν γὰρ ἐπὶ τὴν αὐτὴν τάσιν ἀφίκωνται ἥ τε παρυπάτη
καὶ ἡ λιχανός, ἡ μὲν ἐπιτεινομένη ἡ δ᾽ ἀνιεμένη, πέρας ἔχου-
σιν οἱ τόποι· καὶ ἔστιν ὁ μὲν ἐπὶ τὸ βαρὺ παρυπάτης, ὁ
δ᾽ ἐπὶ τὸ ὀξὺ λιχανοῦ. περὶ μὲν οὖν τῶν ὅλων τόπων
λιχανοῦ τε καὶ παρυπάτης οὕτως ὡρίσθω, περὶ δὲ τῶν
κατὰ _τ_ὰ γένη τε καὶ τὰς χρόας λεκτέον. τὸ μὲν οὖν διὰ
τεσσάρων ὃν τρόπον ἐξεταστέον, εἴτε μετρεῖταί τινι τῶν
ἐλαττόνων διαστημάτων εἴτε πᾶσίν ἐστιν ἀσύμμετρον, ἐν

μελοποιία*
δίτονον
λιχανὸν
συντονωτέραις
χρώματι
ἁρμονίαν
χρώματος
μέλους
τόπος
παρυπάτης
διέσεως
ἐλαχίστης
ἡμίσεος
τόνου
πέρας
συναφή*
παρυπάτη
ἐπιτεινομένη
ἀνιεμένη
τόποι
βαρὺ
γένη
χρόας
διὰ τεσσάρων
ἐλαττόνων
διαστημάτων
ασύμμετρος*
 

Attachments

  • 30 old.jpg
    30 old.jpg
    213.5 KB · Views: 0
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
τοῖς διὰ συμφωνίας λαμβανομένοις λέγεται. ὡς φαινομένου
δ᾽ ἐξ ἐκείνου δύο τόνων καὶ ἡμίσεος, κείσθω τοῦτο ἂν
εἶναι τὸ μέγεθος. πυκνὸν δὲ λεγέσθω τὸ ἐκ δύο διαστημά-
των συνεστηκὸς ἃ συντεθέντα ἔλαττον διάστημα περιέξει
τοῦ λειπομένου διαστήματος ἐν τῷ διὰ τεσσάρων. τού-
των _δ᾽_ οὕτως ὡρισμένων πρὸς τῷ βαρυτέρῳ τῶν μενόν-
των φθόγγων εἰλήφθω τὸ ἐλάχιστον πυκνόν· τοῦτο δ᾽ ἔσται
τὸ ἐκ δύο διέσεων ἐναρμονίων δὲ καὶ χρωματικῶν ἐλαχί-
στων. ἔσονται δὲ _α_ἱ δύο λιχανοὶ εἰλημμέναι δύο γενῶν
βαρύταται, ἡ μὲν ἁρμονίας ἡ δὲ χρώματος. καθόλου γὰρ
βαρύταται μὲν αἱ ἐναρμόνιοι λιχανοὶ ἦσαν, ἐχόμεναι δ᾽ αἱ
χρωματικαί, συντονώταται δ᾽ αἱ διάτονοι. μετὰ ταῦτα
τρίτον εἰλήφθω πυκνὸν πρὸς τῷ αὐτῷ· τέταρτον _δ᾽_ εἰ-
λήφθω πυκνὸν τονιαῖον· πέμπτον δὲ πρὸς τῷ αὐτῷ, τὸ ἐξ
ἡμιτονίου καὶ ἡμιολίου διαστήματος συνεστηκὸς σύστημα
εἰλήφθω· ἕκτον δὲ τὸ ἐξ ἡμιτονίου καὶ τόνου. αἱ μὲν οὖν τὰ
δύο τὰ πρῶτα ληφθέντα πυκνὰ ὁρίζουσαι λιχανοὶ εἴρην-
ται· ἡ δὲ τὸ τρίτον πυκνὸν ὁρίζουσα λιχανὸς χρωματικὴ

διὰ συμφωνίας
τόνων
ἡμίσεος
μέγεθος
πυκνόν*
ἔλαττον
διάστημα
διὰ τεσσάρων
βαρυτέρῳ
φθόγγων
ἐλάχιστον
ἐναρμονίων
χρωματικῶν
λιχανοὶ
εἰλημμέναι
γενῶν
ἁρμονίας
συντονώταται
διάτονοι
πυκνὸν
τονιαῖον
ημιόλιος*
διαστήματος
συνεστηκὸς
σύστημα
ἡμιτονίου
διέσεων
 

Attachments

  • 31 old.jpg
    31 old.jpg
    242.1 KB · Views: 0
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
μέν ἐστιν, καλεῖται δὲ τὸ χρῶμα ἐν ᾧ ἐστιν ἡμιόλιον· ἡ δὲ τὸ
τέταρτον πυκνὸν ὁρίζουσα λιχανὸς χρωματικὴ μέν ἐστιν,
καλεῖται δὲ τὸ χρῶμα ἐν ᾧ ἐστι τονιαῖον· ἡ δὲ τὸ πέμ-
πτον ληφθὲν σύστημα ὁρίζουσα λιχανός - ὃ μεῖζον ἤδη
πυκνοῦ ἦν, ἐπειδήπερ ἴσα ἐστὶ τὰ δύο τῷ ἑνί - βαρυτάτη
διάτονός ἐστιν· ἡ δὲ τὸ ἕκτον ληφθὲν σύστημα ὁρίζουσα
λιχανὸς συντονωτάτη διάτονός ἐστιν. ἡ μὲν οὖν βαρυ-
τάτη χρωματικὴ λιχανὸς τῆς ἐναρμονίου βαρυτάτης ἕκτῳ
μέρει τόνου ὀξυτέρα ἐστίν, ἐπειδήπερ ἡ χρωματικὴ δίεσις
τῆς ἐναρμονίου διέσεως δωδεκατημορίῳ τόνου μείζων ἐστί.
δεῖ γὰρ τὸ τοῦ αὐτοῦ τριτημόριον τοῦ τετάρτου μέρους

χρῶμα
ἡμιόλιον
πυκνὸν
λιχανὸς
χρωματικὴ
τονιαῖον
σύστημα
μεῖζον
βαρυτάτη
διάτονός
συντονωτάτη
διάτονός
ἐναρμονίου
ἕκτῳ
τόνου
ὀξυτέρα
δίεσις
δωδεκατημόριον*
μείζων
τριτημόριον*
τετάρτου
εκτημόριον*
 

Attachments

  • 32 old.jpg
    32 old.jpg
    225.6 KB · Views: 0
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
δωδεκατημορίῳ ὑπερέχειν, αἱ δὲ δύο χρωματικαὶ τῶν δύο
ἐναρμονίων δῆλον ὡς τῷ διπλασίῳ. τοῦτο δ᾽ ἐστὶν ἑκτημό-
ριον, ἔλαττον διάστημα τοῦ ἐλαχίστου τῶν μελῳδουμένων.
τὰ δὲ τοιαῦτα ἀμελῴδητά ἐστιν, ἀμελῴδητον γὰρ λέγο-
μεν ὃ μὴ τάττεται καθ᾽ ἑαυτὸ ἐν συστήματι. ἡ δὲ βαρυ-
τάτη διάτονος τῆς βαρυτάτης χρωματικῆς ἡμιτονίῳ καὶ
δωδεκατημορίῳ τόνου ὀξυτέρα ἐστίν. ἐπὶ μὲν γὰρ τὴν τοῦ
ἡμιολίου χρώματος λιχανὸν ἡμιτόνιον ἦν ἀπ᾽ αὐτῆς, ἀπὸ
δὲ τῆς ἡμιολίου ἐπὶ τὴν ἐναρμόνιον δίεσις, ἀπὸ δὲ τῆς
ἐναρμονίου ἐπὶ τὴν βαρυτάτην χρωματικὴν ἑκτημόριον,
ἀπὸ δὲ τῆς βαρυτάτης χρωματικῆς ἐπὶ τὴν ἡμιόλιον δω-
δεκατημόριον τόνου. τὸ δὲ τεταρτημόριον ἐκ τριῶν δωδε-
κατημορίων σύγκειται, ὥστ᾽ εἶναι φανερόν, ὅτι τὸ εἰρημένον
διάστημά ἐστιν ἀπὸ τῆς βαρυτάτης διατόνου ἐπὶ τὴν
βαρυτάτην χρωματικήν. ἡ δὲ συντονωτάτη διάτονος τῆς
βαρυτάτης διατόνου διέσει ἐστὶ συντονωτέρα. ἐκ τούτων
δὴ φανεροὶ γίγνονται οἱ τόποι τῶν λιχανῶν ἑκάστης·
ἥ τε γὰρ βαρυτέρα τῆς _βαρυτάτη_ς χρωματικῆς πᾶσά
ἐστιν ἐναρμόνιος λιχανὸς ἥ τε τῆς _βαρυτάτη_ς διατόνου

δωδεκατημορίῳ
χρωματικαὶ
ἐναρμονίων
διπλασίῳ
εκτημόριον*
ἔλαττον
διάστημα
ἐλαχίστου
μελῳδουμένων
ἀμελῴδητα*
συστήματι
βαρυτάτη
διάτονος
ἡμιτονίῳ
τόνου
ὀξυτέρα
ἡμιολίου
χρώματος
λιχανὸν
ἡμιολίου
ἐναρμόνιον
δίεσις
τεταρτημόριον
εἰρημένον
διάστημά
βαρυτάτης
συντονωτάτη
τόποι
 

Attachments

  • 33 old.jpg
    33 old.jpg
    233.3 KB · Views: 0
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
βαρυτέρα πᾶσά ἐστι _χρωματικὴ μέχρι τῆς βαρυτάτης χρω-
ματικῆς ἥ τε τῆς διατόνου συντονωτάτης βαρυτέρα πᾶσά
ἐστ_ι διάτονος μέχρι τῆς βαρυτάτης διατόνου. νοητέον
γὰρ ἀπείρους τὸν ἀριθμὸν τὰς λιχανούς· οὗ γὰρ ἂν
στήσῃς τὴν φωνὴν τοῦ ἀποδεδειγμένου λιχανῷ τόπου
λιχανὸς ἔσται, διάκενον δ᾽ οὐδέν ἐστιν τοῦ λιχανοειδοῦς τό-
που οὐδὲ τοιοῦτον οἷον μὴ δέχεσθαι λιχανόν. ὥστ᾽ εἶναι
μὴ περὶ μικροῦ τὴν ἀμφισβήτησιν· οἱ μὲν γὰρ ἄλλοι δια-
φέρονται περὶ τοῦ διαστήματος μόνον, οἷον πότερον δίτονός
ἐστιν ἡ λιχανὸς ἢ συντονωτέρα ὡς μιᾶς οὔσης ἐναρμονίου·
ἡμεῖς δ᾽ οὐ μόνον πλείους ἐν ἑκάστῳ γένει φαμὲν εἶναι
λιχανοὺς μιᾶς ἀλλὰ καὶ προστίθεμεν ὅτι ἄπειροί εἰσι τὸν
ἀριθμόν. τὰ μὲν οὖν περὶ τῶν λιχανῶν οὕτως ἀφωρίσθω.
παρυπάτης δὲ δύο εἰσὶ τόποι - ὁ μὲν κοινὸς τοῦ τε δια-
τόνου καὶ τοῦ χρώματος, ὁ δ᾽ ἕτερος ἴδιος τῆς ἁρμονίας - ·
κοινωνεῖ γὰρ δύο γένη τῶν παρυπατῶν. ἐναρμόνιος μὲν
οὖν ἐστι παρυπάτη πᾶσα ἡ βαρυτέρα τῆς βαρυτάτης
χρωματικῆς, χρωματικὴ δὲ καὶ διάτονος ἡ λοιπὴ πᾶσα
μέχρι τῆς ἀφωρισμένης. τῶν δὲ διαστημάτων τὸ μὲν ὑπάτης

βαρυτέρα
χρωματικὴ
διατόνου
συντονωτάτης
λιχανούς
τόπου
λιχανοειδοῦς
διαστήματος
δίτονός
ἐναρμονίου
γένει
παρυπάτη*
ἁρμονίας
υπάτη*
 

Attachments

  • 34 old.jpg
    34 old.jpg
    217.1 KB · Views: 0
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
καὶ παρυπάτης τῷ παρυπάτης καὶ λιχανοῦ ἤτοι ἴσον
μελῳδεῖται ἢ ἔλαττον, τὸ δὲ παρυπάτης καὶ λιχανοῦ τῷ
λιχανοῦ καὶ μέσης καὶ ἴσον καὶ ἄνισον ἀμφοτέρως. τούτου
δ᾽ αἴτιον τὸ κοινὰς εἶναι τὰς παρυπάτας ἀμφοτέρων τῶν
γενῶν, γίγνεται γὰρ ἐμμελὲς τετράχορδον ἐκ παρυπάτης
τε χρωματικῆς _τῆ_ς βαρυτάτης καὶ διατόνου λιχανοῦ τῆς
συντονωτάτης. ὁ δὲ τῆς παρυπάτης τόπος φανερός ἐστι
ἐκ τῶν ἔμπροσθεν, διαιρεθείς τε καὶ συντεθεὶς ὅσος ἐστίν.
Περὶ δὲ συνεχείας καὶ τοῦ ἑξῆς ἀκριβῶς οὐ πάνυ ῥᾴδιον
ἐν ἀρχῇ διορίσαι, τύπῳ δὲ πειρατέον ὑποσημῆναι. φαίνεται
δὲ τοιαύτη τις φύσις εἶναι τοῦ συνεχοῦς ἐν τῇ μελῳδίᾳ
οἵα καὶ ἐν τῇ λέξει περὶ τὴν τῶν γραμμάτων σύνθεσιν·
καὶ γὰρ ἐν τῷ διαλέγεσθαι φύσει ἡ φωνὴ καθ᾽ ἑκάστην
τῶν ξυλλαβῶν πρῶτόν τι καὶ δεύτερον τῶν γραμμάτων
τίθησι καὶ τρίτον καὶ τέταρτον καὶ κατὰ τοὺς λοιποὺς
ἀριθμοὺς ὡσαύτως, οὐ πᾶν μετὰ πᾶν, ἀλλ᾽ ἔστι τοιαύτη
τις φυσικὴ αὔξησις τῆς συνθέσεως. παραπλησίως δὲ καὶ ἐν
τῷ μελῳδεῖν ἔοικεν ἡ φωνὴ τιθέναι κατὰ συνέχειαν τά
τε διαστήματα καὶ τοὺς φθόγγους φυσικήν τινα σύνθεσιν
διαφυλάττουσα, οὐ πᾶν μετὰ πᾶν διάστημα μελῳδοῦσα

παρυπάτης
λιχανοῦ
μελῳδεῖται
ἔλαττον
μέση*
ἴσον
ἄνισον
γενῶν
ἐμμελὲς
τετράχορδον
χρωματικῆς
βαρυτάτης
διατόνου
συντονωτάτης
τόπος
συνεχείας
εξής*
μελῳδίᾳ
σύνθεσιν
φωνὴ
μελῳδεῖν
διαστήματα
φθόγγους
 

Attachments

  • 35 old.jpg
    35 old.jpg
    236.4 KB · Views: 0
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
οὔτ᾽ ἴσον οὔτ᾽ ἄνισον. ζητητέον δὲ τὸ συνεχὲς οὐχ ὡς οἱ
ἁρμονικοὶ ἐν ταῖς τῶν διαγραμμάτων καταπυκνώσεσιν
ἀποδιδόναι πειρῶνται, τούτους ἀποφαίνοντες τῶν φθόγγων
ἑξῆς ἀλλήλων κεῖσθαι οἷς συμβέβηκε τὸ ἐλάχιστον διάστημα
διέχειν ἀφ᾽ αὑτῶν. οὐ γὰρ τὸ μὴ δύνασθαι διέσεις ὀκτὼ
καὶ εἴκοσιν ἑξῆς μελῳδεῖσθαι τῆς φωνῆς ἐστιν, ἀλλὰ τὴν
τρίτην δίεσιν πάντα ποιοῦσα οὐχ οἵα τέ ἐστι προστιθέναι,
ἀλλ᾽ ἐπὶ μὲν τὸ ὀξὺ ἐλάχιστον μελῳδεῖ τὸ λοιπὸν τοῦ διὰ
τεσσάρων, - τὰ δ᾽ ἐλάττω πάντα ἐξαδυνατεῖ - τοῦτο δ᾽ ἐ-
στὶν ἤτοι ὀκταπλάσιον τῆς ἐλαχίστης διέσεως ἢ μικρῷ τινι
παντελῶς καὶ ἀμελῳδήτῳ ἔλαττον, ἐπὶ δὲ τὸ βαρὺ τῶν
δύο διέσεων τονιαίου ἔλαττον οὐ δύναται μελῳδεῖν. οὐ δὴ
προσεκτέον εἰ τὸ συνεχὲς ὅτε μὲν ἐξ ἴσων ὅτε δ᾽ ἐξ ἀνίσων
γίγνεται, ἀλλὰ πρὸς τὴν τῆς μελῳδίας φύσιν πειρατέον
βλέπειν κατανοεῖν τε προθυμούμενον τί μετὰ τί πέφυκεν ἡ
φωνὴ διάστημα τιθέναι κατὰ μέλος. εἰ γὰρ μετὰ παρυπά-
την καὶ λιχανὸν μὴ δυνατὸν ἐγγυτέρω μελῳδῆσαι φθόγ-
γου μέσης, αὕτη ἂν εἴη μετὰ τὴν λιχανόν, εἴτε διπλάσιον
εἴτε πολλαπλάσιον διάστημα ὁρίζει _το_ῦ παρυπάτης καὶ

ἴσον
ἄνισον
συνεχὲς
ἁρμονικοὶ
διάγραμμα*
καταπύκνωσις*
φθόγγων
ἑξῆς
ἐλάχιστον
διάστημα
διέσεις
μελῳδεῖσθαι
ὀξὺ
μελῳδεῖ
διὰ τεσσάρων
ἐλάττω
ὀκταπλάσιον
ἀμελῳδήτῳ
βαρὺ
τονιαίου
συνεχὲς
διάστημα
μέλος
παρυπάτην
λιχανὸν
φθόγγου
μέσης
διπλάσιον
πολλαπλάσιον
 

Attachments

  • 36 old.jpg
    36 old.jpg
    223.1 KB · Views: 0
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
λιχανοῦ. τίνα μὲν οὖν τρόπον τό τε συνεχὲς καὶ τὸ ἑξῆς δεῖ
ζητεῖν, σχεδὸν δῆλον ἐκ τῶν εἰρημένων· πῶς δὲ γίγνεται
καὶ τί μετὰ τί διάστημα τίθεταί τε καὶ οὐ τίθεται, ἐν τοῖς
στοιχείοις δειχθήσεται.
Ὑποκείσθω μὲν τὸ πυκνὸν ἢ τὸ ἄπυκνον τιθέμενον
σύστημα ἐπὶ μὲν τὸ ὀξὺ μὴ τίθεσθαι ἔλαττον διάστημα
τοῦ λειπομένου τῆς πρώτης συμφωνίας, ἐπὶ δὲ τὸ βαρὺ
μὴ ἔλαττον τονιαίου· ὑποκείσθω δὲ καὶ τῶν ἑξῆς κειμένων
φθόγγων κατὰ μέλος ἐν ἑκάστῳ γένει ἤτοι τοὺς τετάρτους
τοῖς τετράσι διὰ τεττάρων συμφωνεῖν ἢ τοὺς πέμπτους
τοῖς πέντε διὰ πέντε ἢ ἀμφοτέρως· ᾧ δ᾽ ἂν τῶν φθόγγων
μηδὲν ᾖ τούτων συμβεβηκός, ἐκμελῆ τοῦτον εἶναι πρὸς τοὺς
οἷς ἀσύμφωνός ἐστιν. ὑποκείσθω δὲ καὶ τεττάρων γιγνο-
μένων διαστημάτων ἐν τῷ διὰ πέντε, δύο μὲν ἴσων ὡς ἐπὶ
τὸ πολύ, τῶν τὸ πυκνὸν κατεχόντων, δύο δ᾽ ἀνίσων, τοῦ
τε λειπομένου τῆς πρώτης συμφωνίας καὶ τῆς ὑπεροχῆς ᾗ
τὸ διὰ πέντε τοῦ διὰ τεσσάρων ὑπερέχει, ἐναντίως τίθεσθαι
πρὸς τοῖς ἴσοις τὰ δὲ ἄνισα ἐπί τε τὸ ὀξὺ καὶ τὸ βαρύ.
ὑποκείσθω δὲ καὶ τοὺς τοῖς ἑξῆς φθόγγοις συμφωνοῦντας
διὰ τῆς αὐτῆς συμφωνίας ἑξῆς αὑτοῖς εἶναι. ἀσύνθετον δὲ

λιχανοῦ
τρόπον
συνεχὲς
ἑξῆς
εἰρημένων
διάστημα
πυκνὸν
άπυκνον*
σύστημα
ὀξὺ
ἔλαττον
διάστημα
συμφωνίας
βαρὺ
ἔλαττον
τονιαίου
ἑξῆς
φθόγγων
μέλος
τετάρτους
τετράσι
τεττάρων
συμφωνεῖν
πέμπτους
διὰ πέντε
ἐκμελῆ
ἀσύμφωνός
ἴσων
πυκνὸν
ἀνίσων, τοῦ
ὑπεροχῆς
ὀξὺ
βαρύ
ἀσύνθετον
 

Attachments

  • 37 old.jpg
    37 old.jpg
    245.4 KB · Views: 0
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
ὑποκείσθω ἐν ἑκάστῳ γένει εἶναι διάστημα κατὰ μέλος ὃ
ἡ φωνὴ μελῳδοῦσα μὴ δύναται διαιρεῖν εἰς διαστήματα.
ὑποκείσθω δὲ καὶ τῶν συμφώνων ἕκαστον μὴ διαιρεῖσθαι
εἰς ἀσύνθετα πάντα μεγέθη. ἀγωγὴ δ᾽ ἔστω ἡ διὰ τῶν
ἑξῆς φθόγγων - ἔξωθεν τῶν ἄκρων - , ὧν ἑκατέρωθεν ἓν
ἀσύνθετον κεῖται διάστημα· εὐθεῖα δ᾽ ἡ ἐπὶ τὸ αὐτό.

γένει
διάστημα
μέλος
φωνὴ
μελῳδοῦσα
διαστήματα
συμφώνων
ἀσύνθετα
ἀγωγὴ
ἑξῆς
φθόγγων
ἄκρων
ἀσύνθετον
ευθύς*
 

Attachments

  • 38 old.jpg
    38 old.jpg
    156.1 KB · Views: 0
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
Βέλτιον ἴσως ἐστὶ τὸ προδιελθεῖν τὸν τρόπον τῆς
πραγματείας τί ποτ᾽ ἐστίν, ἵνα προγιγνώσκοντες ὥσπερ
ὁδὸν ᾗ βαδιστέον ῥᾴδιον πορευώμεθα εἰδότες τε κατὰ τί
μέρος ἐσμὲν αὐτῆς καὶ μὴ λάθωμεν ἡμᾶς αὐτοὺς παρυ-
πολαμβάνοντες τὸ πρᾶγμα. καθάπερ Ἀριστοτέλης ἀεὶ διη-
γεῖτο τοὺς πλείστους τῶν ἀκουσάντων παρὰ Πλάτωνος τὴν
περὶ τἀγαθοῦ ἀκρόασιν παθεῖν· προσιέναι μὲν γὰρ ἕκαστον
ὑπολαμβάνοντα λήψεσθαί τι τῶν νομιζομένων τούτων ἀν-
θρωπίνων ἀγαθῶν οἷον πλοῦτον, ὑγίειαν, ἰσχύν, τὸ ὅλον
εὐδαιμονίαν τινὰ θαυμαστήν· ὅτε δὲ φανείησαν οἱ λόγοι

Αριστοτέλης*
Πλάτων*
ακρόασις*
 

Attachments

  • 39 old.jpg
    39 old.jpg
    178.4 KB · Views: 2

Zambelis Spyros

Παλαιό Μέλος
περὶ μαθημάτων καὶ ἀριθμῶν καὶ γεωμετρίας καὶ ἀστρο-
λογίας καὶ τὸ πέρας ὅτι ἀγαθόν ἐστιν ἕν, παντελῶς οἶμαι
παράδοξόν τι ἐφαίνετο αὐτοῖς, εἶθ᾽ οἱ μὲν ὑποκατεφρόνουν
τοῦ πράγματος, οἱ δὲ κατεμέμφοντο. τί οὖν τὸ αἴτιον; οὐ
προῄδεσαν, ἀλλ᾽ ὥσπερ οἱ ἐριστικοὶ πρὸς τοὔνομα αὐτὸ
ὑποκεχηνότες προσῄεσαν· εἰ δέ γέ τις οἶμαι προεξετίθει τὸ
ὅλον, ἀπεγίνωσκεν ἂν ὁ μέλλων ἀκούειν ἢ εἴπερ ἤρεσκε
αὐτῷ διέμενεν ἂν ἐν τῇ εἰλημμένῃ ὑπολήψει. προέλεγε μὲν
οὖν καὶ αὐτὸς Ἀριστοτέλης δι᾽ αὐτὰς ταύτας τὰς αἰτίας,
ὡς ἔφη, τοῖς μέλλουσιν ἀκροᾶσθαι παρ᾽ αὐτοῦ, περὶ τίνων
τ᾽ ἐστὶν ἡ πραγματεία καὶ τίς. βέλτιον δὲ καὶ ἡμῖν φαί-
νεται, καθάπερ εἴπομεν ἐν ἀρχῇ, τὸ προειδέναι. γίγνεται
γὰρ ἐνίοτε ἐφ᾽ ἑκάτερα ἁμαρτία· οἱ μὲν γὰρ μέγα τι ὑπο-
λαμβάνουσιν εἶναι τὸ μάθημα καὶ ἔσεσθαι ἔνιοι δὲ οὐ μόνον
μουσικοὶ ἀκούσαντες τὰ ἁρμονικά, ἀλλὰ καὶ βελτίους τὸ
[URL="http://www.musipedia.gr/wiki/%CE%89%CE%B8%CE%BF%CF%82"]ἦθος[/URL] - παρακούσαντες τῶν ἐν ταῖς δείξεσι λόγων ὅτι πειρώ-
μεθα ποιεῖν τῶν μελοποιϊῶν ἑκάστην καὶ τὸ ὅλον τῆς μου-
σικῆς, ὅτι ἡ μὲν τοιαύτη βλάπτει τὰ ἤθη ἡ δὲ τοιαύτη

Ἀριστοτέλης
ἀκροᾶσθαι
πραγματεία
μουσικοὶ
ἀκούσαντες
ἁρμονικά
ήθος*
μελοποιϊῶν
 

Attachments

  • 40 old.jpg
    40 old.jpg
    210.7 KB · Views: 0
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
ὠφελεῖ, τοῦτο αὐτὸ παρακούσαντες, τὸ δ᾽ ὅτι καθ᾽ ὅσον
μουσικὴ δύναται ὠφελεῖν οὐδ᾽ ἀκούσαντες ὅλως - · οἱ δὲ
πάλιν ὡς οὐδὲν, ἀλλὰ μικρόν τι καὶ βουλόμενοι μὴ εἶναι
ἄπειροι μηδὲ τί ποτ᾽ ἐστίν. οὐδέτερον δὲ τούτων ἀληθές
ἐστιν, οὔτε γὰρ εὐκαταφρόνητόν ἐστί τινι ὃς νοῦν ἔχει τὸ
μάθημα - δῆλον δ᾽ ἔσται προϊόντος τοῦ λόγου - , οὔτε
τηλικοῦτον ὥστ᾽ αὔταρκες εἶναι πρὸς πάντα, καθάπερ οἴον-
ταί τινες. πολλὰ γὰρ δὴ καὶ ἕτερα ὑπάρχει ἤ, καθάπερ
ἀεὶ λέγεται, τῷ μουσικῷ· μέρος γάρ ἐστιν ἡ ἁρμονικὴ
πραγματεία τῆς τοῦ μουσικοῦ ἕξεως, καθάπερ ἥ τε ῥυθμικὴ
καὶ ἡ μετρικὴ καὶ ἡ ὀργανική. λεκτέον οὖν περὶ αὐτῆς τε
καὶ τῶν μερῶν.
Καθόλου μὲν οὖν νοητέον οὖσαν ἡμῖν τὴν θεωρίαν
περὶ μέλους παντός, πῶς ποτε πέφυκεν ἡ φωνὴ ἐπιτεινο-
μένη καὶ ἀνιεμένη τιθέναι τὰ διαστήματα. φυσικὴν γὰρ δή
τινά φαμεν ἡμεῖς τὴν φωνὴν κίνησιν κινεῖσθαι καὶ οὐχ ὡς
ἔτυχε διάστημα τιθέναι. καὶ τούτων ἀποδείξεις πειρώμεθα
λέγειν ὁμολογουμένας τοῖς φαινομένοις, οὐ καθάπερ οἱ
ἔμπροσθεν, οἱ μὲν ἀλλοτριολογοῦντες καὶ τὴν μὲν αἴσθησιν
ἐκκλίνοντες ὡς οὖσαν οὐκ ἀκριβῆ, νοητὰς δὲ κατασκευά-
ζοντες αἰτίας καὶ φάσκοντες λόγους δέ τινας ἀριθμῶν εἶναι


μουσικὴ
ἀκούσαντες
ἁρμονικὴ
πραγματεία
ἕξεως
ρυθμική*
μετρική*
οργανική*
μέλους
φωνὴ
ἐπιτεινομένη
ἀνιεμένη
διαστήματα
κίνησιν
διάστημα
αἴσθησιν
λόγους
 

Attachments

  • 41 old.jpg
    41 old.jpg
    229.5 KB · Views: 0

Zambelis Spyros

Παλαιό Μέλος
καὶ τάχη πρὸς ἄλληλα ἐν οἷς τό τε ὀξὺ καὶ τὸ βαρὺ γί-
γνεται, πάντων ἀλλοτριωτάτους λόγους λέγοντες καὶ ἐναν-
τιωτάτους τοῖς φαινομένοις· οἱ δ᾽ ἀποθεσπίζοντες ἕκαστα
ἄνευ αἰτίας καὶ ἀποδείξεως οὐδ᾽ αὐτὰ τὰ φαινόμενα καλῶς
ἐξηριθμηκότες. ἡμεῖς δ᾽ ἀρχάς τε πειρώμεθα λαβεῖν φαινο-
μένας ἁπάσας τοῖς ἐμπείροις μουσικῆς καὶ τὰ ἐκ τούτων
συμβαίνοντα ἀποδεικνύναι.
Ἔστι δὴ τὸ μὲν ὅλον ἡμῖν __ἡ θεωρία περὶ μέλους
παντὸς μουσικοῦ τοῦ γιγνομένου ἐν φωνῇ τε καὶ ὀργάνοις.
ἀνάγεται δ᾽ ἡ πραγματεία εἰς δύο, εἴς τε τὴν ἀκοὴν καὶ
εἰς τὴν διάνοιαν. τῇ μὲν γὰρ ἀκοῇ κρίνομεν τὰ τῶν δια-
στημάτων μεγέθη, τῇ δὲ διανοίᾳ θεωροῦμεν τὰς τούτων
δυνάμεις. δεῖ οὖν ἐθισθῆναι ἕκαστα ἀκριβῶς κρίνειν· οὐ
γάρ ἐστιν ὥσπερ ἐπὶ τῶν διαγραμμάτων εἴθισται λέγεσθαι·
ἔστω τοῦτο εὐθεῖα γραμμή, - οὕτω καὶ ἐπὶ τῶν διαστη-
μάτων εἰπόντα ἀπηλλάχθαι δεῖ. ὁ μὲν γὰρ γεωμέτρης
οὐδὲν χρῆται τῇ τῆς αἰσθήσεως δυνάμει, οὐ γὰρ ἐθίζει τὴν
ὄψιν οὔτε τὸ εὐθὺ οὔτε τὸ περιφερὲς οὔτ᾽ ἄλλο οὐδὲν τῶν
τοιούτων οὔτε φαύλως οὔτε εὖ κρίνειν, ἀλλὰ μᾶλλον ὁ
τέκτων καὶ ὁ τορνευτὴς καὶ ἕτεραί τινες τῶν τεχνῶν πε-
ρὶ ταῦτα πραγματεύονται· τῷ δὲ μουσικῷ σχεδόν ἐστιν
ἀρχῆς ἔχουσα τάξιν ἡ τῆς αἰσθήσεως ἀκρίβεια, οὐ γὰρ

ὀξὺ
βαρὺ
λόγους
μουσικῆς
μέλους
φωνῇ
ὀργάνοις
ἀκοὴν
διάνοιαν
διαστημάτων
μεγέθη
δυνάμεις
διάγραμμα*
περιφορά*
 

Attachments

  • 42 old.jpg
    42 old.jpg
    205.6 KB · Views: 1

Zambelis Spyros

Παλαιό Μέλος
ἐνδέχεται φαύλως αἰσθανόμενον εὖ λέγειν περὶ τούτων ὧν
μηδένα τρόπον αἰσθάνεται. ἔσται δὲ τοῦτο φανερὸν ἐπ᾽ αὐ-
τῆς τῆς πραγματείας. οὐ δεῖ δ᾽ ἀγνοεῖν, ὅτι ἡ τῆς μουσικῆς
ξύνεσις ἅμα μένοντός τινος καὶ κινουμένου ἐστὶ καὶ τοῦτο
σχεδὸν διὰ πάσης καὶ κατὰ πᾶν μέρος αὐτῆς, ὡς εἰπεῖν
ἁπλῶς, διατείνειν. εὐθέως γὰρ τὰς τῶν γενῶν διαφορὰς
αἰσθανόμεθα τοῦ μὲν περιέχοντος μένοντος, τῶν δὲ μέσων
κινουμένων· καὶ πάλιν ὅταν μένοντος τοῦ μεγέθους τόδε
μὲν καλῶμεν ὑπάτην καὶ μέσην, τόδε δὲ παραμέσην καὶ
νήτην, μένοντος γὰρ τοῦ μεγέθους συμβαίνει κινεῖσθαι τὰς
τῶν φθόγγων δυνάμεις· καὶ πάλιν ὅταν τοῦ αὐτοῦ μεγέ-
θους πλείω σχήματα γίγνηται, καθάπερ τοῦ τε διὰ τες-
σάρων καὶ διὰ πέντε καὶ ἑτέρων· ὡσαύτως δὲ καὶ ὅταν
τοῦ αὐτοῦ διαστήματος ποῦ μὲν τιθεμένου μεταβολὴ γί-
γνηται, ποῦ δὲ μή. πάλιν ἐν τοῖς περὶ τοὺς ῥυθμοὺς πολλὰ
τοιαῦθ᾽ ὁρῶμεν γιγνόμενα· καὶ γὰρ μένοντος τοῦ λόγου,
καθ᾽ ὃν διώρισται τὰ γένη, τὰ μεγέθη κινεῖται τῶν ποδῶν
διὰ τὴν τῆς ἀγωγῆς δύναμιν, καὶ τῶν μεγεθῶν μενόντων
ἀνόμοιοι γίγνονται οἱ πόδες· καὶ τὸ αὐτὸ μέγεθος πόδα
τε δύναται καὶ συζυγίαν· δῆλον δ᾽ ὅτι καὶ αἱ τῶν διαιρέ-
σεών τε καὶ σχημάτων _διαφορα_ί περὶ μένον τι μέγεθος

μουσικῆς
κινουμένου
γενῶν
περιέχοντος
μένοντος
μέσων
υπάτη*
μέσην
παραμέση*
νήτη*
φθόγγων
δυνάμεις
σχήματα
διὰ τεςσάρων
διὰ πέντε
διαστήματος
μεταβολὴ
ῥυθμοὺς
γένη
ποδῶν
ἀγωγῆς
ἀνόμοιοι
συζυγία*
διαιρέσεών
 

Attachments

  • 43 old.jpg
    43 old.jpg
    244.5 KB · Views: 0
Last edited:
Top