Αριστόξενος - LSJ - ΕΑΕΜ [Προεργασία]

Zambelis Spyros

Παλαιό Μέλος
Τῆς περὶ μέλους ἐπιστήμης πολυμεροῦς οὔσης καὶ διῃ-
ρημένης εἰς πλείους ἰδέας μίαν τινὰ αὐτῶν ὑπολαβεῖν δεῖ
τὴν ἁρμονικὴν καλουμένην εἶναι πραγματείαν, τῇ τε τάξει
πρώτην οὖσαν ἔχουσάν τε δύναμιν στοιχειώδη. τυγχάνει
γὰρ οὖσα πρώτη τῶν θεωρητικῶν, ταύτης δ᾽ ἐστὶν ὅσα
συντείνει πρὸς τὴν τῶν συστημάτων καὶ τόνων θεωρίαν.
προσήκει γὰρ μηθὲν πορρωτέρω τούτων ἀξιοῦν παρ᾽ αὐτοῦ
τοῦ τὴν εἰρημένην ἔχοντος ἐπιστήμην. τέλος γὰρ τοῦτό ἐστι

μέλος*

αρμονική*

τόνος*

σύστημα*
 

Attachments

  • 4-5 old (2).jpg
    4-5 old (2).jpg
    291 KB · Views: 14
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
τῆς πραγματείας ταύτης. τὰ δ᾽ ἀνώτερον ὅσα θεωρεῖται
χρωμένης ἤδη τῆς ποιητικῆς τοῖς τε συστήμασι καὶ τοῖς
τόνοις οὐκέτι ταύτης ἐστίν, ἀλλὰ τῆς ταύτην τε καὶ τὰς
ἄλλας περιεχούσης ἐπιστήμης, δι᾽ ὧν πάντα θεωρεῖται τὰ
κατὰ μουσικήν. αὕτη δ᾽ ἐστὶν ἡ τοῦ μουσικοῦ ἕξις.
Τοὺς μὲν οὖν ἔμπροσθεν _ἡμμένους τῆς ἁρμονικῆς πραγ-
ματείας συμβέβηκεν ὡς ἀληθῶ_ς ἁρμονικοὺς εἶναι βούλεσθαι
μόνον, αὐτῆς γὰρ τῆς ἁρμονίας ἥπτοντο μόνον, τῶν δ᾽ ἄλ-
λων γενῶν οὐδεμίαν πώποτ᾽ ἔννοιαν εἶχον. σημεῖον δέ· τὰ
γὰρ διαγράμματα αὐτοῖς τῶν ἐναρμονίων ἔκκειται μόνον
συστημάτων, διατόνων δ᾽ ἢ χρωματικῶν οὐδεὶς πώποθ᾽ ἑώ-
ρακεν. καί τοι τὰ διαγράμματά γ᾽ αὐτῶν ἐδήλου τὴν
πᾶσαν τῆς μελῳδίας τάξιν, ἐν οἷς περὶ συστημάτων ὀκτα-
χόρδων
ἐναρμονίων μόνον ἔλεγον· περὶ δὲ τῶν ἄλλων
μεγεθῶν τε καὶ σχημάτων ἐν αὐτῷ τε τῷ γένει τούτῳ
καὶ τοῖς λοιποῖς οὐδεὶς οὐδ᾽ ἐπεχείρει καταμανθάνειν, ἀλ-
λ᾽ ἀποτεμνόμενοι τῆς ὅλης μελῳδίας τοῦ τρίτου γένους ἕν
τι γένος μέγεθος δέ, τὸ διὰ πασῶν, περὶ τούτου πᾶσαν
πεποίηνται πραγματείαν. ὅτι δ᾽ οὐδένα πεπραγμάτευντα

αρμονία*

γένος*

διάγραμμα*

διάτονον*

χρωματικόν*

οκτάχορδων*

διαπασών*
 

Attachments

  • 6 old.jpg
    6 old.jpg
    193.4 KB · Views: 4
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
τρόπον οὐδὲ περὶ αὐτῶν τούτων, ὧν ἡμμένοι τυγχάνουσι,
σχεδὸν μὲν ἡμῖν γεγένηται φανερὸν ἐν τοῖς ἔμπροσθεν ὅτε
ἐπεσκοποῦμεν τὰς τῶν ἁρμονικῶν δόξας, οὐ μὴν ἀλλ᾽ ἔτι
μᾶλλον νῦν ἔσται εὐσύνοπτον διεξιόντων ἡμῶν τὰ μέρη τῆς
πραγματείας ὅσα ἐστὶ καὶ ἥντινα ἕκαστον αὐτῶν δύναμιν
ἔχει· τῶν μὲν γὰρ ὅλως οὐδ᾽ ἡμμένους εὑρήσομεν αὐτοὺς
τῶν δ᾽ οὐχ ἱκανῶς. ὥσθ᾽ ἅμα τοῦτό τε φανερὸν ἡμῖν ἔσται καὶ
τὸν τύπον κατοψόμεθα τῆς πραγματείας ἥτις ποτ᾽ ἐστίν.
Πρῶτον μὲν οὖν ἁπάντων τὴν τῆς φωνῆς κίνησιν διο-
ριστέον τῷ μέλλοντι πραγματεύεσθαι περὶ μέλους αὐτὴν
τὴν κατὰ τόπον. οὐ γὰρ εἷς τρόπος αὐτῆς ὢν τυγχάνει·
κινεῖται μὲν γὰρ καὶ διαλεγομένων ἡμῶν καὶ μελῳδούντων
τὴν εἰρημένην κίνησιν - ὀξὺ γὰρ καὶ βαρὺ δῆλον ὡς ἐν
ἀμφοτέροις τούτοις ἔνεστιν, αὕτη δ᾽ ἐστὶν ἡ κατὰ τόπον
καθ᾽ ἣν ὀξύ τε καὶ βαρὺ γίγνεται - ἀλλ᾽ οὐ ταὐτὸν εἶδος
τῆς κινήσεως ἑκατέρας ἐστίν. ἐπιμελῶς δ᾽ οὐδενὶ πώποτε
γεγένηται περὶ τούτου διορίσαι τίς ἑκατέρας αὐτῶν ἡ δια-
φορά· καί τοι τούτου μὴ διορισθέντος οὐ πάνυ ῥᾴδιον
εἰπεῖν περὶ φθόγγου τί ποτ᾽ ἐστίν. ἀναγκαῖον δὲ τὸν
βουλόμενον μὴ πάσχειν ὅπερ Λάσος τε καὶ τῶν Ἐπιγονείων
τινὲς ἔπαθον, πλάτος αὐτὸν οἰηθέντες ἔχειν, εἰπεῖν περὶ
αὐτοῦ μικρὸν ἀκριβέστερον. τούτου γὰρ διορισθέντος, περὶ
πολλὰ τῶν ἔπειτα μᾶλλον ἔσται σαφῶς. ἀναγκαῖον δ᾽ εἰς



φωνῆς*
κίνησιν
κατὰ τόπον*
ὀξὺ
βαρὺ*
φθόγγου
Λάσος*
Ἐπιγονείων *
πλάτος *
 

Attachments

  • 7 old.jpg
    7 old.jpg
    190.4 KB · Views: 3
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
τὴν τούτων ξύνεσιν πρὸς τοῖς εἰρημένοις περί τ᾽ ἀνέσεως
καὶ ἐπιτάσεως καὶ βαρύτητος καὶ ὀξύτητος καὶ τάσεως
εἰπεῖν τί ποτ᾽ ἀλλήλων διαφέρουσιν. οὐδεὶς γὰρ οὐδὲν περὶ
τούτων εἴρηκεν, ἀλλὰ τὰ μὲν αὐτῶν ὅλως οὐδὲ νενόηται τὰ
δὲ συγκεχυμένως. μετὰ ταῦτα δὲ περὶ τῆς τοῦ βαρέος τε καὶ
ὀξέος διατάσεως λεκτέον πότερον εἰς ἄπειρον αὔξησίν τε καὶ
ἐλάττωσιν ἔχει ἢ οὒ ἢ πῇ μὲν πῇ δ᾽ οὔ. τούτων δὲ διορισμέ-
νων περὶ διαστήματος καθόλου λεκτέον, ἔπειτα διαιρετέον
ὁσαχῶς δύναται διαιρεῖσθαι· εἶτα περὶ συστήματος· καθόλου
δὲ διελθόντα λεκτέον εἰς ὅσας πέφυκε τέμνεσθαι διαιρέσεις.
εἶτα περὶ μέλους ὑποδηλωτέον καὶ τυπωτέον οἵαν ἔχει
φύσιν τὸ κατὰ μουσικήν, ἐπειδὴ πλείους εἰσὶ φύσεις μέλους,
μία δ᾽ ἐστί τις ἐκ πασῶν αὐτοῦ ἡ τοῦ ἡρμοσμένου καὶ μελῳ-
δουμένου. διὰ τὴν ἐπαγωγὴν δὲ τὴν ἐπὶ τοῦτο γιγνομένην
καὶ τὸν χωρισμὸν τὸν ἀπὸ τῶν ἄλλων ἀναγκαῖόν πως καὶ
τῶν ἄλλων ἐπαφᾶσθαι φύσεων. ἀφορισθέντος δὲ τοῦ μου-
σικοῦ μέλους οὕτως ὡς ἐνδέχεται μηδέπω τῶν καθ᾽ ἕκαστα


εἰρημένοις
άνεσις*
επίτασις*
τάσις*
βαρέος
ὀξέος
διατάσεως
διάστημα*
συστήματος
διαιρέσεις
μέλους
μουσική*
ἡρμοσμένου
μελῳδουμένου
ἐπαγωγὴν
 

Attachments

  • 8 old.jpg
    8 old.jpg
    217.9 KB · Views: 3
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
τεθεωρημένων ἀλλ᾽ ὡς ἐν τύπῳ καὶ περιγραφῇ, διαιρετέον
τὸ καθόλου καὶ μεριστέον εἰς ὅσα φαίνεται γένη διαιρεῖσθαι.
μετὰ τοῦτο δὲ λεκτέον περί τε συνεχείας καὶ τοῦ ἑξῆς τί
ποτ᾽ ἐστὶν ἐν τοῖς συστήμασι καὶ πῶς ἐγγιγνόμενον.
Εἶτ᾽ ἀποδοτέον τὰς τῶν γενῶν διαφορὰς αὐτὰς τὰς ἐν
τοῖς κινουμένοις τῶν φθόγγων, ἀποδοτέον δὲ καὶ τοὺς τόπους
ἐν οἷς κινοῦνται. τούτων δ᾽ οὐδεὶς περὶ οὐδενὸς πώποτ᾽ ἔσχη-
κεν ἔννοιαν οὐδ᾽ ἡντινοῦν, ἀλλὰ περὶ πάντων τῶν εἰρημέ-
νων αὐτοῖς ἡμῖν ἀναγκαῖον ἐξ ἀρχῆς πραγματεύεσθαι, παρει-
λήφαμεν γὰρ οὐδὲν περὶ αὐτῶν ἀξιόλογον. μετὰ δὲ τοῦτο
περὶ διαστημάτων ἀσυνθέτων πρῶτον λεκτέον, εἶτα περὶ
συνθέτων. ἀναγκαῖον δὲ ἁπτομένοις ἡμῖν συνθέτων διαστη-
μάτων οἷς ἅμα καὶ συστήμασιν εἶναί πως συμβαίνει περὶ
συνθέσεως ἔχειν τι λέγειν τῆς τῶν ἀσυνθέτων διαστημάτων.
περὶ ἧς οἱ πλεῖστοι τῶν ἁρμονικῶν οὐδ᾽ ὅτι πραγματευτέον
ᾔσθοντο· δῆλον δ᾽ ἡμῖν ἐν τοῖς ἔμπροσθεν γέγονεν. οἱ δὲ
περὶ Ἐρατοκλέα τοσοῦτον εἰρήκασι μόνον ὅτι ἀπὸ τοῦ
διὰ τεσσάρων ἐφ᾽ ἑκάτερα δίχα σχίζεται τὸ μέλος, οὐδὲν
οὔτ᾽ εἰ ἀπὸ παντὸς τοῦτο γίγνεται διορίσαντες οὔτε διὰ τίνα
αἰτίαν εἰπόντες οὔθ᾽ ὑπὲρ τῶν ἄλλων διαστημάτων ἐπισκε-
ψάμενοι τίνα πρὸς ἄλληλα συντίθενται τρόπον, καὶ πότερον
παντὸς διαστήματος πρὸς πᾶν ὡρισμένος τίς ἐστι λόγος




γένος*
συνεχείας
ἑξῆς
σύστημα*
κινουμένοις
φθόγγος*
τόπος*
κινοῦνται
εἰρημένων
διάστημα*
ἀσυνθέτων
σύνθετος
ἁρμονικῶν
Ερατοκλής*
διὰ τεσσάρων*
μέλος*
 

Attachments

  • 9 old (1).jpg
    9 old (1).jpg
    225.1 KB · Views: 4
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
τῆς συνθέσεως καὶ πῶς μὲν ἐξ αὐτῶν πῶς δ᾽ οὐ γίγνεται
συστήματα ἢ _ε_ἰ τοῦτο ἀόριστόν ἐστιν· περὶ γὰρ τούτων
οὔτ᾽ ἀποδεικτικὸς οὔτ᾽ ἀναπόδεικτος ὑπ᾽ οὐδενὸς πώποτ᾽ εἴ-
ρηται λόγος. οὔσης δὲ θαυμαστῆς τῆς τάξεως περὶ τὴν τοῦ
μέλους σύστασιν ἀταξία πλείστη μουσικῆς ὑπ᾽ ἐνίων κατέ-
γνωσται διὰ τοὺς μετακεχειρισμένους τὴν εἰρημένην πραγμα-
τείαν. οὐδὲν δὲ τῶν αἰσθητῶν τοσαύτην ἔχει τάξιν οὐδὲ
τοιαύτην. ἔσται δ᾽ ἡμῖν δῆλον τοῦθ᾽ οὕτως ἔχον, ὅταν ἐν
αὐτῇ γενώμεθα τῇ πραγματείᾳ. νῦν δὲ τὰ λοιπὰ τῶν μερῶν
λεκτέον. ἀποδειχθέντων γὰρ τῶν ἀσυνθέτων διαστημάτων
ὃν τρόπον πρὸς ἄλληλα συντίθεται περὶ τῶν συστάντων
ἐξ αὐτῶν συστημάτων λεκτέον περί τε τῶν ἄλλων καὶ τοῦ
τελείου, ἐξ ἐκείνων ἀποδεικνύντας πόσα τ᾽ ἐστὶ καὶ ποῖ᾽ ἄττα,
τάς τε κατὰ μέγεθος αὐτῶν ἀποδιδόντας διαφορὰς καὶ τῶν
μεγεθῶν ἑκάστου τάς τε _κατὰ σχῆμα κα_ὶ κατὰ σύνθεσιν
_καὶ κατὰ θέσιν_ ὅπως μηδὲν τῶν μελῳδουμένων μήτε
μέγεθος μήτε σχῆμα μήτε σύνθεσις μήτε θέσις ἀναπόδεικτος
ᾖ. τούτου δὲ τοῦ μέρους τῆς πραγματείας ἄλλος μὲν οὐδεὶς
πώποθ᾽ ἥψατο· Ἐρατοκλῆς δ᾽ ἐπεχείρησεν ἀναποδείκτως ἐξα-
ριθμεῖν ἐπί τι μέρος· ὅτι δ᾽ οὐδὲν εἴρηκεν ἀλλὰ πάντα ψευδῆ
καὶ τῶν φαινομένων τῇ αἰσθήσει διημάρτηκε, τεθεώρηται μὲν

σύνθεσις*
σύστημα*
μέλος*
μουσική*
εἰρημένην
ἀσυνθέτων
διάστημα*
σύστημα*
τελείου
μέγεθος
διαφορὰς
σχήμα*
σύνθεσιν
θέσιν
μελῳδουμένων
σύνθεσις*
θέσις*
Ερατοκλής*
 

Attachments

  • 10 old (1).jpg
    10 old (1).jpg
    217.9 KB · Views: 3
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
ἔμπροσθεν ὅτ᾽ αὐτὴν καθ᾽ αὑτὴν ἐξητάζομεν τὴν πραγμα-
τείαν ταύτην.
 

Attachments

  • 11 old.jpg
    11 old.jpg
    240.6 KB · Views: 5
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
ἔμπροσθεν ὅτ᾽ αὐτὴν καθ᾽ αὑτὴν ἐξητάζομεν τὴν πραγμα-
τείαν ταύτην. τῶν δ᾽ ἄλλων καθόλου μὲν καθάπερ ἔμπρο-
σθεν εἴπομεν οὐδεὶς ἧπται, ἑνὸς δὲ συστήματος Ἐρατοκλῆς
ἐπεχείρησε καθ᾽ ἓν γένος ἐξαριθμῆσαι τὰ σχήματα τοῦ
διὰ πασῶν ἀναποδείκτως τῇ περιφορᾷ τῶν διαστημάτων
δεικνύς, οὐ καταμαθὼν ὅτι μὴ προσαποδειχθέντων τῶν τε
τοῦ διὰ πέντε σχημάτων καὶ τῶν τοῦ διὰ τεσσάρων πρὸς
δὲ τούτοις καὶ τῆς συνθέσεως αὐτῶν τίς ποτ᾽ ἐστὶ καθ᾽ ἣν
ἐμμελῶς συντίθενται πολλαπλάσια τῶν ἑπτὰ συμβαίνειν
γίγνεσθαι δείκνυται· ἐτιθέμεθα δ᾽ ἐν τοῖς ἔμπροσθεν ὅτι
οὕτως ἔχει, διόπερ ταῦτα μὲν ἀφείσθω, τὰ δὲ λοιπὰ λεγέσθω
τῶν τῆς πραγματείας μερῶν. ἐξηριθμημένων γὰρ τῶν
συστημάτων καθ᾽ ἕκαστον τῶν γενῶν, κατὰ πᾶσαν διαφο-
ρὰν τὴν εἰρημένην, μιγνυμένων πάλιν τῶν γενῶν ταὐτὸ
τοῦτο ποιεῖται. _περὶ οὗ οἱ πλεῖστοι τῶν ἁρμονικῶν οὐ-
δ᾽ ὅτ_ι πραγματευτέον _ᾔσθοντ_ο· οὐδὲ γὰρ αὐτὴν τὴν
μίξιν τί ποτ᾽ ἐστὶ καταμεμαθήκεσαν. τούτων δ᾽ ἐχόμενόν
ἐστι περὶ φθόγγων εἰπεῖν, ἐπειδήπερ οὐκ αὐτάρκη τὰ δια-
στήματα πρὸς τὴν τῶν φθόγγων διάγνωσιν. ἐπεὶ δὲ


Ερατοκλής*
γένος*
σχήμα*
διαπασών*
διάστημα*
δια πέντε*
σχημάτων
δια τεσσάρων*
σύνθεσις*
εμμέλεια*
σύστημα*
γένος*
ἁρμονικῶν
μίξις*
φθόγγος*
διάστημα*
 
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
τῶν συστημάτων ἕκαστον ἐν τόπῳ τινὶ τῆς φωνῆς τεθὲν
μελῳδεῖται καί, καθ᾽ αὑτὸ διαφορὰν οὐδεμίαν λαμβάνοντος
αὐτοῦ, τὸ γιγνόμενον ἐν αὐτῷ μέλος οὐ τὴν τυχοῦσαν
λαμβάνει διαφορὰν ἀλλὰ σχεδὸν τὴν μεγίστην, ἀναγκαῖον
ἂν εἴη τῷ τὴν εἰρημένην μεταχειριζομένῳ πραγματείαν
περὶ τοῦ τῆς φωνῆς τόπου καθόλου καὶ κατὰ μέρος εἰ-
πεῖν ἐφ᾽ ὅσον ἐστὶ δίκαιον· ἐστὶ δ᾽ ἐπὶ τοσοῦτον ἐφ᾽ ὅσον
ἡ τῶν συστημάτων αὐτῶν σημαίνει φύσις. περὶ δὲ συστημά-
των καὶ τόπων οἰκειότητος καὶ τῶν τόνων λεκτέον οὐ πρὸς
τὴν καταπύκνωσιν βλέποντας καθάπερ οἱ ἁρμονικοὶ ἀλλὰ
τὴν πρὸς ἄλληλα μελῳδίαν τῶν συστημάτων οἷς ἐπὶ τίνων
τόνων κειμένοις μελῳδεῖσθαι συμβαίνει πρὸς ἄλληλα. περὶ τού-
του δὲ τοῦ μέρους ἐπὶ βραχὺ τῶν ἁρμονικῶν ἐνίοις συμβέ-
βηκεν εἰρηκέναι κατὰ τύχην, οὐ περὶ τούτου λέγουσιν ἀλλὰ
καταπυκνῶσαι βουλομένοις τὸ διάγραμμα, καθόλου δὲ οὐ-
δενὶ σχεδὸν ἐν τοῖς ἔμπροσθεν φανερὸν γεγένηται τοῦθ᾽ ἡμῖν.
ἔστι δ᾽ ὡς εἰπεῖν καθόλου τὸ μέρος τοῦτο τῆς περὶ μεταβο-
λῆς
πραγματείας τὸ συντεῖνον εἰς τὴν περὶ μέλους θεωρίαν.

σύστημα*
φωνή*
μελωδία*
διαφορὰν
μέλος
εἰρημένην
τόπος*
τόνος*
καταπύκνωσιν*
αρμονικός*
μελῳδίαν
μελῳδεῖσθαι
βραχύς*
ἁρμονικῶν
καταπυκνῶσαι
διάγραμμα*
μεταβολή*

θεωρίαν
 

Attachments

  • 12 old.jpg
    12 old.jpg
    217.9 KB · Views: 1
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
Πρῶτον μὲν οὖν ἁπάντων αὐτῆς τῆς κατὰ τόπον κι-
νήσεως
τὰς διαφορὰς θεωρῆσαι τίνες εἰσὶ πειρατέον. πάσης
δὲ φωνῆς δυναμένης κινεῖσθαι τὸν εἰρημένον αὐτὸν τρόπον
δύο τινές εἰσιν ἰδέαι κινήσεως, ἥ τε συνεχὴς καὶ ἡ διαστη-
ματική. κατὰ μὲν οὖν τὴν συνεχῆ τόπον τινὰ διεξιέναι
φαίνεται ἡ φωνὴ τῇ αἰσθήσει οὕτως ὡς ἂν μηδαμοῦ ἱστα-
μένη μηδ᾽ ἐπ᾽ αὐτῶν τῶν περάτων κατά γε τὴν τῆς αἰσθή-
σεως φαντασίαν, ἀλλὰ φερομένη συνεχῶς μέχρι σιωπῆς,
κατὰ δὲ τὴν ἑτέραν ἣν ὀνομάζομεν διαστηματικὴν ἐναντίως
φαίνεται κινεῖσθαι· διαβαίνουσα γὰρ ἵστησιν αὑτὴν ἐπὶ
μιᾶς τάσεως εἶτα πάλιν ἐφ᾽ ἑτέρας καὶ τοῦτο ποιοῦσα
συνεχῶς - λέγω δὲ συνεχῶς κατὰ τὸν χρόνον - ὑπερ-
βαίνουσα μὲν τοὺς περιεχομένους ὑπὸ τῶν τάσεων τό-
πους, ἱσταμένη δ᾽ ἐπ᾽ αὐτῶν τῶν τάσεων καὶ φθεγγομένη
ταύτας μόνον αὐτὰς μελῳδεῖν λέγεται καὶ κινεῖσθαι δια-
στηματικὴν κίνησιν. ληπτέον δὲ ἑκάτερον τούτων κατὰ τὴν
τῆς αἰσθήσεως φαντασίαν· πότερον μὲν γὰρ δυνατὸν ἢ

τόπος*
κίνησις*
διαφορὰς
φωνή*
εἰρημένον
συνεχὴς
διαστηματική
τάσις*
 

Attachments

  • 13 old.jpg
    13 old.jpg
    222.9 KB · Views: 2
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
ἀδύνατον φωνὴν [URL="http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus%3Atext%3A1999.04.0057%3Aalphabetic+letter%3D*k%3Aentry+group%3D118%3Aentry%3Dki%2Fnhsis"]κινεῖσθαι[/URL] καὶ πάλιν ἵστασθαι αὐτὴν ἐπὶ
μιᾶς τάσεως ἑτέρας ἐστὶ σκέψεως καὶ πρὸς τὴν ἐνεστῶσαν
πραγματείαν οὐκ ἀναγκαῖον τὸ δὲ κινῆσαι τούτων ἑκάτε-
ρον· ὁποτέρως γὰρ ἔχῃ, τὸ αὐτὸ ποιεῖ πρός γε τὸ χωρί-
σαι τὴν ἐμμελῆ κίνησιν τῆς φωνῆς ἀπὸ τῶν ἄλλων κινή-
σεων. ἁπλῶς γὰρ ὅταν μὲν οὕτω κινῆται ἡ φωνὴ ὥστε
μηδαμοῦ δοκεῖν ἵστασθαι τῇ ἀκοῇ, συνεχῆ λέγομεν ταύτην
τὴν κίνησιν· ὅταν δὲ στῆναί που δόξασα εἶτα πάλιν δια-
βαίνειν τίνα τόπον φανῇ καὶ τοῦτο ποιήσασα πάλιν ἐφ᾽ ἑ-
τέρας τάσεως στῆναι δόξῃ καὶ τοῦτο ἐναλλὰξ ποιεῖν φαι-
νομένη συνεχῶς διατελῇ, διαστηματικὴν τὴν τοιαύτην
κίνησιν λέγομεν. τὴν μὲν οὖν συνεχῆ λογικὴν εἶναί φαμεν,
διαλεγομένων γὰρ ἡμῶν οὕτως ἡ φωνὴ κινεῖται κατὰ τόπον
ὥστε μηδαμοῦ δοκεῖν ἵστασθαι. κατὰ δὲ τὴν ἑτέραν ἣν
ὀνομάζομεν διαστηματικὴν ἐναντίως πέφυκε γίγνεσθαι· ἀλλὰ
γὰρ ἵστασθαί τε δοκεῖ καὶ πάντες τὸν τοῦτο φαινόμενον
ποιεῖν οὐκέτι λέγειν φασὶν ἀλλ᾽ ᾄδειν. διόπερ ἐν τῷ δια-
λέγεσθαι φεύγομεν τὸ ἱστάναι τὴν φωνήν, ἂν μὴ διὰ πάθος
ποτὲ εἰς τοιαύτην κίνησιν ἀναγκασθῶμεν ἐλθεῖν, ἐν δὲ τῷ
μελῳδεῖν τοὐναντίον ποιοῦμεν, τὸ μὲν γὰρ συνεχὲς φεύ-
γομεν, τὸ δ᾽ ἑστάναι τὴν φωνὴν ὡς μάλιστα διώκομεν. ὅσῳ

φωνή
κίνησις*
τάσις*
εμμελής*
ἀκοῇ
συνεχῆ
τόπος*
διαστηματικὴν
λογικὴν
φωνή*
άδω*
μελῳδεῖν
 

Attachments

  • 14 old.jpg
    14 old.jpg
    211.3 KB · Views: 3
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
γὰρ ἂν μᾶλλον ἑκάστην τῶν φωνῶν μίαν τε καὶ ἑστηκυῖαν
καὶ τὴν αὐτὴν ποιήσωμεν, τοσούτῳ φαίνεται τῇ αἰσθήσει
τὸ μέλος ἀκριβέστερον. ὅτι μὲν οὖν δύο κινήσεων οὐσῶν
κατὰ τόπον τῆς φωνῆς ἡ μὲν συνεχὴς λογική τίς ἐστιν ἡ
δὲ διαστηματικὴ μελῳδική, σχεδὸν δῆλον ἐκ τῶν εἰρημένων.
Φανεροῦ δ᾽ ὄντος ὅτι δεῖ τὴν φωνὴν ἐν τῷ μελῳδεῖν
τὰς μὲν ἐπιτάσεις τε καὶ ἀνέσεις ἀφανεῖς ποιεῖσθαι τὰς δὲ
τάσεις αὐτὰς φθεγγομένην φανερὰς καθιστάναι, - ἐπειδὴ
τὸν μὲν τοῦ διαστήματος τόπον ὃν διεξέρχεται ὁτὲ μὲν ἀνιε-
μένη ὁτὲ δ᾽ ἐπιτεινομένη λανθάνειν αὐτὴν δεῖ διεξιοῦσαν, τοὺς
δὲ ὁρίζοντας φθόγγους τὰ διαστήματα ἐναργεῖς τε καὶ
ἑστηκότας ἀποδιδόναι - ὥστ᾽ ἐπεὶ τοῦτ᾽ ἔστι δῆλον λεκτέον
ἂν εἴη περὶ ἐπιτάσεως καὶ ἀνέσεως ἔτι δ᾽ ὀξύτητος καὶ βαρύ-
τητος
πρὸς δὲ τούτοις τάσεως. ἡ μὲν οὖν ἐπίτασίς ἐστι
κίνησις τῆς φωνῆς συνεχὴς ἐκ βαρυτέρου τόπου εἰς ὀξύτε-
ρον, ἡ δ᾽ ἄνεσις ἐξ ὀξυτέρου τόπου εἰς βαρύτερον· ὀξύτης
δὲ τὸ γενόμενον διὰ τῆς ἐπιτάσεως, βαρύτης δὲ τὸ γενό-
μενον διὰ τῆς ἀνέσεως. τάχα οὖν παράδοξον ἂν φαίνοιτο
τοῖς ἐλαφροτέρως τὰ τοιαῦτα ἐπισκοπουμένοις τὸ τιθέναι
τέτταρα ταῦτα καὶ μὴ δύο· σχεδὸν γὰρ οἵ γε πολλοὶ ἐπί-
τασιν μὲν ὀξύτητι ταὐτὸ λέγουσιν ἄνεσιν δὲ βαρύτητι.
ἴσως οὖν οὐ χεῖρον καταμαθεῖν ὅτι συγκεχυμένως πως δο-
ξάζουσι περὶ αὐτῶν. δεῖ δὲ πειρᾶσθαι κατανοεῖν εἰς αὐτὸ

φωνῶν
μέλος*
κίνησις*
τόπος*
συνεχὴς
λογική
διαστηματικὴ
μελῳδική
εἰρημένων
ἐπιτάσεις
ἀνέσεις
τάσεις
φθεγγομένην
διαστήματος
ἀνιεμένη
ἐπιτεινομένη
φθόγγους
ὀξύτητος
βαρύτητος
 

Attachments

  • 15 old.jpg
    15 old.jpg
    218.3 KB · Views: 1
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
ἀποβλέποντας τὸ γιγνόμενον τί ποτ᾽ ἐστὶν ὃ ποιοῦμεν ὅταν
ἁρμοττόμενοι τῶν χορδῶν ἑκάστην ἀνιῶμεν ἢ ἐπιτείνωμεν.
Δῆλον δὲ τοῖς γε μὴ παντελῶς ἀπείροις ὀργάνων, ὅτι ἐπι-
τείνοντες μὲν εἰς ὀξύτητα τὴν χορδὴν _ἄγομεν ἀνιέντες δ᾽ εἰς
βαρύτητα· καθ᾽ ὃν δὲ χρόνον_ ἄγομέν τε καὶ μετακινοῦμεν
εἰς ὀξύτητα τὴν χορδήν, οὐκ ἐνδέχεταί που ἤδη εἶναι τήν
γε μέλλουσαν ἔσεσθαι ὀξύτητα διὰ τῆς ἐπιτάσεως. τότε
γὰρ ἔσται ὀξύτης ὅταν τῆς ἐπιτάσεως ἀγαγούσης εἰς τὴν
προσήκουσαν τάσιν στῇ ἡ χορδὴ καὶ μηκέτι κινῆται. τοῦτο
δ᾽ ἔσται τῆς ἐπιτάσεως ἀπηλλαγμένης καὶ μηκέτι οὔσης, οὐ
γὰρ ἐνδέχεται κινεῖσθαι ἅμα τὴν χορδὴν καὶ ἑστάναι, ἦν
δ᾽ ἡ μὲν ἐπίτασις κινουμένης τῆς χορδῆς, ἡ δ᾽ ὀξύτης ἠρε-
μούσης ἤδη καὶ ἑστηκυίας. ταὐτὰ δὲ ἐροῦμεν καὶ περὶ τῆς
ἀνέσεώς τε καὶ βαρύτητος πλὴν ἐπὶ τὸν ἐναντίον τόπον.
δῆλον δὲ διὰ τῶν εἰρημένων, ὅτι ἥ τ᾽ ἄνεσις τῆς βαρύ-
τητος ἕτερόν τί ἐστιν, ὡς τὸ ποιοῦν τοῦ ποιουμένου, ἥ
τ᾽ ἐπίτασις τῆς ὀξύτητος τὸν αὐτὸν τρόπον. ὅτι μὲν οὖν
ἕτερα ἀλλήλων ἐστὶν ἐπίτασις μὲν ὀξύτητος ἄνεσις δὲ βα-
ρύτητος σχεδὸν δῆλον ἐκ τῶν εἰρημένων· ὅτι δὲ καὶ τὸ


άρμοσις*
χορδή*
ἀνιῶμεν
ἐπιτείνωμεν
ὀργάνων
ὀξύτητα
ἀνιέντες
βαρύτητα
χρόνον
μέλλουσαν
ἐπιτάσεως
τάσιν
ἀνέσεώς
 

Attachments

  • 16 old.jpg
    16 old.jpg
    216.8 KB · Views: 2
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
πέμπτον ὃ δὴ τάσιν ὀνομάζομεν ἕτερόν ἐστιν ἑκάστου τῶν
εἰρημένων, πειρατέον κατανοῆσαι. ὃ μὲν οὖν βουλόμεθα
λέγειν τὴν τάσιν σχεδόν ἐστι τοιοῦτον οἷον μονή τις καὶ
στάσις τῆς φωνῆς. μὴ ταραττέτωσαν δ᾽ ἡμᾶς αἱ τῶν εἰς
κινήσεις ἀγόντων τοὺς φθόγγους δόξαι καὶ καθόλου τὴν
φωνὴν κίνησιν εἶναι φασκόντων, ὡς συμπεσουμένου λέγειν
ἡμῖν ὅτι συμβήσεταί ποτε τῇ κινήσει μὴ κινεῖσθαι ἀλλ᾽ ἠ-
ρεμεῖν τε καὶ ἑστάναι. διαφέρει γὰρ οὐδὲν ἡμῖν τὸ λέγειν
ὁμαλότητα κινήσεως ἢ ταὐτότητα τὴν τάσιν ἢ εἰ ἄλλο τι
τούτων εὑρίσκοιτο γνωριμώτερον ὄνομα. οὐδὲν γὰρ ἧττον
ἡμεῖς τότε φήσομεν ἑστάναι τὴν φωνήν, ὅταν ἡμῖν ἡ αἴ-
σθησις αὐτὴν ἀποφήνῃ μήτ᾽ ἐπὶ τὸ ὀξὺ μήτ᾽ ἐπὶ τὸ βαρὺ
ὁρμῶσαν, οὐδὲν ἄλλο ποιοῦντες πλὴν τῷ τοιούτῳ πάθει
τῆς φωνῆς τοῦτο τὸ ὄνομα τιθέμενοι. φαίνεται δὲ τοῦτο
ποιεῖν ἐν τῷ μελῳδεῖν ἡ φωνή· κινεῖται μὲν γὰρ ἐν τῷ
διάστημά τι ποιεῖν, ἵσταται δ᾽ ἐν τῷ φθόγγῳ. εἰ δὲ κινεῖται
μὲν τὴν ὑφ᾽ ἡμῶν λεγομένην κίνησιν, ἐκείνης τῆς κινήσεως
τῆς ὑπ᾽ ἐκείνων λεγομένης τὴν κατὰ τάχος διαφορὰν λαμ-
βανούσης, ἠρεμεῖ δὲ πάλιν αὖ τὴν ὑφ᾽ ἡμῶν λεγομένην ἠρε-
μίαν, στάντος τοῦ τάχους καὶ λαβόντος μίαν τινὰ καὶ τὴν
αὐτὴν ἀγωγήν, οὐδὲν ἂν ἡμῖν διαφέροι. σχεδὸν γὰρ δῆλόν
ἐστιν ὅ θ᾽ ἡμεῖς λέγομεν κίνησίν τε καὶ ἠρεμίαν φωνῆς καὶ
ὃ ἐκεῖνοι κίνησιν. ταῦτα μὲν οὖν ἐνταῦθα ἱκανῶς, ἐν ἄλλοις

τάσιν
εἰρημένων
μονή*
στάσις
φωνῆς
κινήσεις
φθόγγους
λέγειν
ὀξὺ
βαρὺ
μελῳδεῖν
διάστημά
διαφορὰν
αγωγή*
 

Attachments

  • 17 old.jpg
    17 old.jpg
    228.3 KB · Views: 1

Zambelis Spyros

Παλαιό Μέλος
δὲ ἐπιπλεῖόν τε καὶ σαφέστερον διώρισται. ἡ δὲ τάσις ὅτι
μὲν οὔτ᾽ ἐπίτασις οὔτ᾽ ἄνεσίς ἐστι παντελῶς δῆλον, - τὴν
μὲν γὰρ εἶναί φαμεν ἠρεμίαν φωνῆς, τὰς δ᾽ ἐν τοῖς ἔμπροσθεν
εὕρομεν οὔσας κινήσεις τινάς, - ὅτι δὲ καὶ τῶν λοιπῶν,
τῆς βαρύτητος καὶ τῆς ὀξύτητος, ἕτερόν ἐστιν ἡ τάσις πει-
ρατέον κατανοῆσαι. ὅτι μὲν οὖν ἠρεμεῖν συμβαίνει τῇ φωνῇ
καὶ εἰς βαρύτητα καὶ εἰς ὀξύτητα ἀφικομένῃ, δῆλον ἐκ τῶν
ἔμπροσθεν· ὅτι δὲ καὶ τῆς τάσεως ἠρεμίας τινὸς τεθείσης
οὐδὲν μᾶλλον ἐκείνων ἑκατέρων ταὐτὸν τάσις ἐστίν, ἐκ τῶν
ῥηθησομένων ἔσται φανερόν. δεῖ δὴ καταμανθάνειν ὅτι τὸ
μὲν ἑστάναι τὴν φωνὴν τὸ μένειν ἐπὶ μιᾶς τάσεώς ἐστι.
συμβήσεται δ᾽ αὐτῇ τοῦτο, ἐάν τ᾽ ἐπὶ βαρύτητος ἐάν τ᾽ ἐπ᾽ ὀ-
ξύτητος ἱστῆται. εἰ δ᾽ ἡ μὲν τάσις ἐν ἀμφοτέροις ὑπάρξει -
καὶ γὰρ ἐπὶ τῶν βαρέων καὶ ἐπὶ τῶν ὀξέων τὸ ἵστασθαι
τὴν φωνὴν ἀναγκαῖον ἦν - , ἡ δ᾽ ὀξύτης μηδέποτε τῇ βα-
ρύτητι συνυπάρξει μηδ᾽ ἡ βαρύτης τῇ ὀξύτητι, δῆλον ὡς
ἕτερόν ἐστιν ἑκατέρου τούτων ἡ τάσις ὡς μηδὲν κοινὸν
γιγνόμενον ἐν ἀμφοτέροις. ὅτι μὲν οὖν πέντε ταῦτ᾽ ἐστὶν
ἀλλήλων ἕτερα, τάσις τε καὶ ὀξύτης καὶ βαρύτης πρὸς δὲ
τούτοις ἄνεσίς τε καὶ ἐπίτασις, σχεδὸν δῆλον ἐκ τῶν
εἰρημένων.

τάσις
ἐπίτασις
ἄνεσίς
φωνῆς
κινήσεις
βαρύτητος
ὀξύτητος
εἰρημένων
 

Attachments

  • 18 old.jpg
    18 old.jpg
    204.6 KB · Views: 0

Zambelis Spyros

Παλαιό Μέλος
Τούτων δ᾽ ὄντωων γνωρίμων ἐχόμενον ἂν εἴη διελθεῖν
περὶ τῆς τοῦ βαρέος τε καὶ ὀξέος διατάσεως, πότερον ἄπει-
ρος ἐφ᾽ ἑκάτερά ἐστιν ἢ πεπερασμένη. ὅτι μὲν οὖν εἴς γε
τὴν φωνὴν τιθεμένη οὐκ ἔστιν ἄπειρος, οὐ χαλεπὸν συνι-
δεῖν. ἁπάσης γὰρ φωνῆς ὀργανικῆς τε καὶ ἀνθρωπικῆς
ὡρισμένος ἐστί τις τόπος ὃν διεξέρχεται μελῳδοῦσα ὅ τε
μέγιστος καὶ ὁ ἐλάχιστος. οὔτε γὰρ ἐπὶ τὸ μέγα δύναται
ἡ φωνὴ εἰς ἄπειρον αὔξειν τὴν τοῦ βαρέος τε καὶ ὀξέος
διάτασιν οὔτ᾽ ἐπὶ τὸ μικρὸν συνάγειν, ἀλλ᾽ ἵσταταί ποτε
ἐφ᾽ ἑκάτερα. διοριστέον οὖν ἑκάτερον αὐτῶν πρὸς δύο ποι-
ουμένους τὴν ἀναφοράν, πρός τε τὸ φθεγγόμενον καὶ τὸ
κρῖνον· ταῦτα δ᾽ ἐστὶν ἥ τε φωνὴ καὶ ἡ ἀκοή. ὃ γὰρ ἀδυ-
νατοῦσιν αὗται ἡ μὲν ποιεῖν ἡ δὲ κρίνειν, τοῦτ᾽ ἔξω θετέον
τῆς τε χρησίμου καὶ δυνατῆς ἐν φωνῇ γενέσθαι διατάσεως.
ἐπὶ μὲν οὖν τὸ μικρὸν ἅμα πως ἐοίκασιν ἥ τε φωνὴ καὶ ἡ
αἴσθησις ἐξαδυνατεῖν· οὔτε γὰρ ἡ φωνὴ διέσεως τῆς ἐλα-
χίστης
ἔλαττον ἔτι διάστημα δύναται διασαφεῖν οὐδ᾽ ἡ ἀκοὴ
διαισθάνεσθαι ὥστε καὶ ξυνιέναι τί μέρος ἐστὶ εἴτε διέσεως

βαρέος
ὀξέος
διατάσεως
φωνὴν
ὀργανικῆς
ἀνθρωπικῆς
τόπος
μελῳδοῦσα
μέγιστος
ἐλάχιστος
φθεγγόμενον
ακοή*
δίεσις*
ἐλαχίστης
ἔλαττον
διάστημα
 

Attachments

  • 19 old.jpg
    19 old.jpg
    237 KB · Views: 1
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
εἴτ᾽ ἄλλου τινὸς τῶν γνωρίμων διαστημάτων. ἐπὶ δὲ
τὸ μέγα τάχ᾽ ἂν δόξειεν ὑπερτείνειν ἡ ἀκοὴ τὴν φωνήν, οὐ
μέντοι γε πολλῷ τινι. ἀλλ᾽ οὖν εἴτ᾽ ἐπ᾽ ἀμφότερα δεῖ
ταὐτὸ λαμβάνειν πέρας τῆς διατάσεως, εἴς τε τὴν φω-
νὴν καὶ τὴν ἀκοὴν βλέποντας, εἴτ᾽ ἐπὶ μὲν τὸ ἐλάχιστον
ταὐτὸν ἐπὶ δὲ τὸ μέγιστον ἕτερον· ἔσται τι μέγιστον καὶ
ἐλάχιστον μέγεθος τῆς διατάσεως ἤτοι κοινὸν τοῦ φθεγ-
γομένου καὶ τοῦ κρίνοντος ἢ ἴδιον ἑκατέρου. ὅτι μὲν οὖν
εἴς τε τὴν φωνὴν καὶ τὴν ἀκοὴν τεθεῖσα ἡ τοῦ βαρέος τε
καὶ ὀξέος διάτασις οὐκ εἰς ἄπειρον ἐφ᾽ ἑκάτερα κινηθήσεται,
σχεδὸν δῆλον. εἰ δ᾽ αὐτὴ καθ᾽ αὑτὴν νοηθείη ἡ τοῦ μέλους
σύστασις, τὴν αὔξησιν εἰς ἄπειρον γίγνεσθαι συμβήσεται.
τάχ᾽ ἂν ἄλλος εἴη περὶ τούτων λόγος, οὐκ ἀναγκαῖος εἰς τὸ
παρόν, διόπερ ἐν τοῖς ἔπειτα τοῦτ᾽ ἐπισκέψασθαι πειρατέον.
Τούτου δ᾽ ὄντος γνωρίμου λεκτέον περὶ φθόγγου τί
ποτ᾽ ἐστί. συντόμως μὲν οὖν εἰπεῖν φωνῆς πτῶσις ἐπὶ μίαν
τάσιν ὁ φθόγγος ἐστί· τότε γὰρ φαίνεται φθόγγος εἶναι
τοιοῦτος οἷος εἰς μέλος τάττεσθαι ἡρμοσμένον _τ_ὸ ἑστά-
ναι ἐπὶ μιᾶς τάσεως. ὁ μὲν οὖν φθόγγος τοιοῦτος ἐστίν·
διάστημα δ᾽ ἐστὶ τὸ ὑπὸ δύο φθόγγων ὡρισμένον μὴ τὴν

διαστημάτων
ἀκοὴ
φωνήν
πέρας
διατάσεως,
ἐλάχιστον
μέγιστον
μέγεθος
διατάσεως
φθεγγομένου
φωνὴν
ἀκοὴν
βαρέος
ὀξέος
διάτασις
κινηθήσεται,
μέλους
σύστασις
φθόγγου
πτῶσις
τάσιν
ἡρμοσμένον (άρμοσις*)
διάστημα
 

Attachments

  • 20 old.jpg
    20 old.jpg
    222.7 KB · Views: 0
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
αὐτὴν τάσιν ἐχόντων. φαίνεται γάρ, ὡς τύπῳ εἰπεῖν, δια-
φορά τις εἶναι τάσεων τὸ διάστημα καὶ τόπος δεκτικὸς
φθόγγων ὀξυτέρων μὲν τῆς βαρυτέρας τῶν ὁριζουσῶν τὸ
διάστημα τάσεων, βαρυτέρων δὲ τῆς ὀξυτέρας· διαφορὰ δὲ
ἐστὶ τάσεων τὸ μᾶλλον ἢ ἧττον τετάσθαι. περὶ μὲν οὖν
διαστήματος οὕτως ἄν τις ἀφορίσειε· τὸ δὲ σύστημα σύν-
θετόν τι νοητέον ἐκ πλειόνων ἢ ἑνὸς διαστημάτων. δεῖ
δ᾽ ἕκαστον τούτων εὖ πως ἐκλαμβάνειν πειρᾶσθαι τὸν ἀκού-
οντα μὴ παρατηροῦντα τὸν ἀποδιδόμενον λόγον ἑκάστου
αὐτῶν εἴτ᾽ ἐστὶν ἀκριβὴς εἴτε καὶ τυπωδέστερος, ἀλλ᾽ αὐτὸν
συμπροθυμούμενον κατανοῆσαι καὶ τότε οἰόμενον ἱκανῶς
εἰρῆσθαι πρὸς τὸ καταμαθεῖν, ὅταν ἐμβιβάσαι οἷός τε γένη-
ται ὁ λόγος εἰς τὸ ξυνιέναι τὸ λεγόμενον. χαλεπὸν γὰρ ὑπὲρ
πάντων μὲν ἴσως τῶν ἐν ἀρχῇ λόγον ἀνεπίληπτόν τε καὶ
διηκριβωμένην ἑρμηνείαν ἔχοντα ῥηθῆναι, οὐχ ἥκιστα δὲ περὶ
τριῶν τούτων, φθόγγου τε καὶ διαστήματος καὶ συστήματος.
Τούτων δ᾽ οὕτως ὡρισμένων πρῶτον μὲν τὸ διάστημα
πειρατέον διελεῖν εἰς ὅσας πέφυκε διαιρέσεις διαιρεῖσθαι
χρησίμους, ἔπειτα τὸ σύστημα. πρώτη μὲν οὖν ἐστὶ δια-
στημάτων διαίρεσις καθ᾽ ἣν μεγέθει ἀλλήλων διαφέρει·
δευτέρα δὲ καθ᾽ ἣν τὰ σύμφωνα τῶν διαφώνων· τρίτη δὲ
καθ᾽ ἣν τὰ σύνθετα τῶν ἀσυνθέτων· τετάρτη δ᾽ ἡ κατὰ

διαφορά
τάσεων
διάστημα
τόπος
φθόγγων
ὀξυτέρων
βαρυτέρας
διαστήματος
σύστημα
σύνθετόν
διαιρέσεις
σύμφωνα
διαφώνων
ἀσυνθέτων
 

Attachments

  • 21 old.jpg
    21 old.jpg
    234 KB · Views: 0
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
γένος· πέμπτη δὲ καθ᾽ ἣν διαφέρει τὰ ῥητὰ τῶν ἀλόγων.
τὰς δὲ λοιπὰς τῶν διαιρέσεων ὡς οὐ χρησίμους οὔσας εἰς
ταύτην τὴν πραγματείαν ἀφετέον τὰ νῦν. σύστημα δὲ συ-
στήματος ταύταις τε διοίσει ταῖς _αὐταῖ_ς διαφοραῖς πλὴν
μιᾶς· μεγέθει τε δῆλον ὡς διαφέρει συστήματος σύστημα τῷ
τε συμφώνους διαφώνους εἶναι τοὺς ὁρίζοντας φθόγγους
τὸ μέγεθος. τὴν μέντοι τρίτην τῶν ῥηθεισῶν ἐπὶ τῶν τοῦ
διαστήματος διαφορῶν ἀδύνατον ὑπάρξαι συστήματι πρὸς
σύστημα, δῆλον γὰρ ὡς οὐκ ἐνδέχεται τὰ μὲν σύνθετα τὰ
δ᾽ ἀσύνθετα εἶναι τῶν συστημάτων τοῦτόν γε τὸν τρόπον
ὅνπερ τῶν διαστημάτων τὰ μὲν ἦν σύνθετα τὰ δ᾽ ἀσύνθετα.
τὴν δὲ τετάρτην - αὕτη δ᾽ ἦν ἡ κατὰ γένος - ἀναγκαῖον
καὶ τοῖς συστήμασιν ὑπάρχειν, τὰ μὲν γὰρ αὐτῶν ἐστὶ
διάτονα τὰ δὲ χρωματικὰ τὰ δὲ ἐναρμόνια. δῆλον δ᾽ ὅτι
καὶ _τὴν_ πέμπτην, τὰ μὲν γὰρ αὐτῶν ἀλόγῳ διαστή-
ματι ὥρισται τὰ δὲ ῥητῷ. πρὸς δὲ ταύταις τρεῖς ἑτέρας
προσθετέον διαιρέσεις· τήν τ᾽ εἰς συναφὴν καὶ διάζευξιν καὶ
τὸ συναμφότερον μερίζουσαν· τὸ σύστημα γὰρ ἀπό τινος

γένος*
ρητόν-άλογον*
διαιρέσεων
σύστημα*
διαφοραῖς
μεγέθει
συμφωνία*
διαφωνία*
φθόγγους
διαστήματος
σύνθετος*
ασύνθετα*
διατονικό*
χρωματικό*
εναρμόνιο*
άλογον*
συναφή*
διάζευξις*
 

Attachments

  • 22 old.jpg
    22 old.jpg
    223.1 KB · Views: 1
Last edited:

Zambelis Spyros

Παλαιό Μέλος
μεγέθους ἀρξάμενον ἢ συνημμένονδιεζευγμένονμικτὸν
ἐξ ἀμφοτέρων - καὶ δείκνυται τοῦτο γιγνόμενον ἐν ἐνίοις - ·
ἔπειτα τήν τ᾽ εἰς ὑπερβατὸν καὶ συνεχὲς μερίζουσαν, πᾶν
γὰρ σύστημα ἤτοι συνεχὲς ἢ ὑπερβατόν ἐστι· τήν τ᾽ εἰς
ἁπλοῦν καὶ διπλοῦν καὶ πολλαπλοῦν διαίρεσιν, πᾶν γὰρ
τὸ λαμβανόμενον σύστημα ἤτοι ἁπλοῦν ἢ διπλοῦν ἢ πολ-
λαπλοῦν ἐστίν. τί δ᾽ ἐστὶ τούτων ἕκαστον ἐν τοῖς ἔπειτα
δειχθήσεται.
Τούτων δ᾽ οὕτως ἀφωρισμένων τε καὶ προδιῃρημένων
περὶ μέλους ἂν εἴη ἡμῖν πειρατέον ὑποτυπῶσαι τί ποτ᾽ ἐ-
στὶν ἡ φύσις αὐτοῦ. ὅτι μὲν οὖν διαστηματικὴν ἐν αὐτῷ
δεῖ τὴν τῆς φωνῆς κίνησιν εἶναι προείρηται, ὥστε τοῦ γε
λογώδους κεχώρισται ταύτῃ τὸ μουσικὸν μέλος· λέγεται γὰρ
δὴ καὶ λογῶδές τι μέλος, τὸ συγκείμενον ἐκ τῶν προσῳδιῶν
τῶν ἐν τοῖς ὀνόμασιν· φυσικὸν γὰρ τὸ ἐπιτείνειν καὶ ἀνιέναι
ἐν τῷ διαλέγεσθαι. ἐπεὶ δ᾽ οὐ μόνον ἐκ διαστημάτων τε
καὶ φθόγγων συνεστάναι δεῖ τὸ ἡρμοσμένον μέλος, ἀλλὰ
προσδεῖται συνθέσεώς τινος ποιᾶς καὶ οὐ τῆς τυχούσης -
δῆλον γὰρ ὡς τό γ᾽ ἐκ διαστημάτων τε καὶ φθόγγων
συνεστάναι κοινόν ἐστιν, ὑπάρχει γὰρ καὶ τῷ ἀναρμόστῳ - ,
ὥστ᾽ ἐπειδὴ τοῦθ᾽ οὕτως ἔχει, τὸ μέγιστον μέρος καὶ πλεί-
στην ἔχον ῥοπὴν εἰς τὴν ὀρθῶς γιγνομένην σύστασιν τοῦ
μέλους _τ_ὸ περὶ τὴν σύνθεσίν που καὶ τὴν ταύτης ἰδιότητα

μεγέθους
συνημμένον
διεζευγμένον
μικτός*
υπερβατόν*
συνεχὲς
σύστημα*
απλούν*
διπλούν*
πολλαπλοῦν
διαίρεσιν
μέλους
διαστηματικὴν
φωνῆς
κίνησιν
λογώδους
μουσικὸν
μέλος
λογῶδές
μέλος
ὀνόμασιν
ἐπιτείνειν
ἀνιέναι
διαστημάτων
φθόγγων
ἡρμοσμένον
μέλος
συνθέσεώς
διαστημάτων
φθόγγων
μέλους
σύνθεσις*
προσωδία*
ανάρμοστος*
 

Attachments

  • 23 old.jpg
    23 old.jpg
    229.2 KB · Views: 3
Last edited:
Top