Β’ ᾠδὴ δευτέρου κανόνα
Ἦχος πλ. δ’.
Ὁ εἱρμός.
«Ἴδετε ἴδετε ὅτι ἐγὼ εἰμὶ Θεός, ὁ πάλαι τὸν Ἰσραήλ» ἐν ἐρυθρᾷ θαλάσσῃ διαγαγών, καὶ σώσας καὶ θρέψας, καὶ ἐκ δουλείας πικρᾶς ἐλευθερώσας Φαραώ
[1]. (Ψάλλεται καὶ στὸ τέλος τῆς ᾠδῆς ὡς καταβασία).
Ἴδετε ἴδετε, ὅτι ἐγὼ εἰμὶ Θεός, ὁ τὴν μητέρα μου νῦν, τῇ Ἄννῃ δοὺς καρπὸν εὐκλεῆ, ὡς πάλαι τῇ Ἄννῃ, εὐχῆς παρέσχον καρπόν, τὸν ὑποφήτην Σαμουήλ.
Σάῤῥας διήνοιξα, γαστέρα λέγει ὁ Θεός, καὶ νῦν τῆς στεῖρας ἐγώ, Ἄννης τὴν μήτραν γόνιμον ἐκτελῶ, καὶ ῥάβδον ἁγίαν, βλαστάνουσαν ἐκ Δαυίδ, ἐμὲ τὸ ἄνθος τῆς ζωῆς.
Λέλυμαι λέλυμαι, ἐκ τῶν στειρώσεως δεσμῶν, βοάτω νῦν μυστικῶς, ἡ σώφρον Ἄννα ὕμνοις πρὸς τὸν Θεόν, ἰδοὺ γὰρ θηλάζω, μητέραν τοῦ πλαστουργοῦ, τὴν θεοχώρητον σκηνήν.
Τριαδικόν.
Ἄναρχε ἄκτιστε, Τριὰς ἀμέριστε μονάς, ἡ τρία οὖσα καὶ ἕν, Πάτερ Υἱὲ καὶ Πνεῦμα εἶς ὁ Θεός, προσδέχου τὸν ὕμνον, ἐκ τῶν πηλίνων γλωσσῶν, ὡς ἐκ στομάτων φλογερῶν.
Πάντα παράδοξα, τὰ μεγαλεῖα σου σεμνή, ἡ γέννησις θαυμαστή, ἡ ἀγωγὴ τοῦ βίου καινοπρεπής, ἡ σύλληψις ξένη, ὁ τόκος ὑπερφυής, Θεὸς γὰρ ἦν ὁ εὐδοκῶν»
(χφ. Σινὰ 551 μηναῖο Σεπτεμβρίου ια’-ιβ’ αἰ. φ. 32v, παρομοίως χφφ. μηναῖα Σινὰ 553 ια’-ιβ’ αἰ. φ. 20v, Σινὰ 552 ιβ’ αἰ. φφ. 80v-81r).
[1] Συμπλήρωση ἀπὸ τὸ χφ. Paris. Coisl. gr. 220 εἱρμολόγιο ιβ’ αἰ. φ. 215r.