«τὰς δὲ κυριακὰς εἰς τὸν Ἄμωμον τὰ ἀναστάσιμα τροπάρια τοῦ Ἀμώμου, οὐ μέντοι ψαλτικά, ἀλλὰ λιτῶς, καθὰ καὶ τοὺς ψαλμοὺς μετὰ κατανύξεως, ὁμοίως καὶ ὅλον τὸ μεσανυκτικόν. εἰ δὲ καὶ συμφέρει ψάλλεσθαι τὰ τροπάρια τοῦ Ἀμώμου μετὰ ἤχου μεγαλοφώνως διὰ τὸν ἐξυπνισμόν, εἰς δόξαν Θεοῦ τοῦτο γενέσθω»
(Κανονάριο Νίκωνος Μαυροορείτου (~1085) ἔκδ. Benesevic σ. 26).
«τὸν Ἄμωμον μετὰ τὸ Ἀλληλούϊα ἦχος πλ. αʹ καὶ εἰς τὸ τέλος Εὐλογητὸς εἶ Κύριε, δίδαξον, καὶ τὰ τροπάρια τοῦ Ἀμώμου τὰ ἀναστάσιμα μετὰ ἤχου, εἶτα Ἀλληλούια, ἀλληλούια, δόξα <σοι> ὁ Θεὸς γʹ»
(ὅπ.πρ. σ. 27).
Α’ ὥρα Τετάρτης τυρινῆς:
«Τὸ πρωὶ εἰσάκουσον τῆς φωνῆς λιτῶς καὶ οὐ μετὰ ἤχου»
(τυπικὸ Μεσσήνης τοῦ ἔτους 1131 ἔκδ. M. Arranz σ. 191).
Θ’ ὥρα Τετάρτης τυρινῆς:
«Τὸ Κύριε ἐλέησον μʹ, λιτῶς καὶ οὐ μετὰ ἤχου»
(ὅπ. πρ. σ. 192).
Τυπικὰ Τετάρτης τυρινῆς:
«Καὶ εὐθὺς οἱ μακαρισμοί λιτῶς καὶ οὐ μετὰ ἤχου»
(ὅπ. πρ. σ. 192).
Καθαρὰ Δευτέρα α’ ὥρα:
«Τὸ πρωὶ εἰσάκουσον, μετὰ ἤχου καὶ μέλους, λέγει εἷς τῶν ψαλλόντων πρὸ τοῦ βήματος. Καὶ ἡμεῖς τὸ αὐτό. Ἐκεῖνος στίχον αʹ. Τὰ ῥήματά μου. Ἡμεῖς· Τὸ πρωὶ εἰσάκουσον. Ἐκεῖνος στίχον βʹ· Ὅτι πρὸς σὲ προσεύξομαι. Ἡμεῖς· Τὸ πρωὶ εἰσάκουσον. Ἐκεῖνος· Δόξα καὶ νῦν, θεοτόκιν. Καὶ ἡμεῖς· Τί σε καλέσωμεν. Ἀλλ’ ἐν τῷ ψάλλειν τὸν ἕνα χορὸν τοῦτο, καὶ ὁ ἄλλος ποιεῖ τὰς μετανοίας»
(ὅπ. πρ. σ. 200).
Καθαρὰ Δευτέρα μακαρισμοί:
«Καὶ εὐθέως ὁ προτραπεὶς ἐκφωνεῖ μετὰ μέλους μεγάλῃ τῇ φωνῇ, εἰς ἦχον δʹ, τὸ Μνήσθητι ἡμῶν Κύριε ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Καὶ στιχολογοῦμεν τοὺς μακαρισμούς· ἐν ἑκάστῳ μακαρισμῷ λεγόντες πρὸς τὸ τέλος· Μνήσθητι ἡμῶν Κύριε ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Καὶ μετὰ τὸ πληρωθῆναι αὐτούς· Δόξα· Μνήσθητι ἡμῶν Κύριε. Καὶ νῦν, ὁμοίως, εἰς τὴν αὐτὴν φωνήν. Εἶτα ὑψηλοτέρᾳ τῇ φωνῇ· Μνήσθητι ἡμῶν, ἐκ γʹ· ἐν τῷ αʹ, Κύριε· ἐν δὲ τῷ βʹ, Δέσποτα· ἐν δὲ τῷ γʹ, Ἅγιε. Καὶ εὐθέως οἱ πρὸ τοῦ βήματος ψάλλοντες· Μνήσθητι ἡμῶν Κύριε, μνήσθητι ἡμῶν δέσποτα, μνήσθητι ἡμῶν ἅγιε ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Χορὸς ὁ ἐπουράνιος, καὶ τὰ λοιπά· λέγουσι δὲ ταῦτα λιτῶς καὶ οὐ μετὰ ἤχου. Πιστεύω εἰς ἕνα Θεόν. Πάτερ ἡμῶν»
(ὅπ. πρ. σ. 203).
Μέγα ἀπόδειπνο:
«Καὶ εὐθὺς ὁ προτραπεὶς ἄρχεται ψάλλειν μετὰ ἤχου· Τῶν ἀοράτων ἐχθρῶν μου. Δόξα· Ὡς φοβερὰ ἡ κρίσις σου Κύριε, τῶν ἀγγέλων. Καὶ νῦν· Τὴν ἀκαταίσχυντον Θεοτόκε. Ταῦτα δὲ ψάλλουσιν οἱ χοροὶ ἀμοιβαδόν. Οἱ πρὸ τοῦ βήματος ψάλλοντες, τὸ Κύριε ἐλέησον κʹ, μεγαλοφώνως καὶ σχολαίως· ἀντιφωνούντων καὶ τῶν δύο χορῶν, ὡς γίνεσθαι τὰ ἐκείνων καὶ τὰ τῶν χορῶν μʹ. Δόξα καὶ νῦν. Ὁ ἱερεύς· Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν»
(ὅπ. πρ. σ. 206).
Μ. Σάββατο:
«Ψάλλεται δὲ τὸ Δόξα ἐν ὑψίστοις παρὰ πάντων μετὰ ἤχου»
(ὅπ. πρ. σ. 243).
Α’ καὶ β’ εὕρεση τῆς κεφαλῆς τοῦ Προδρόμου σὲ νηστεία:
«Εἰς δὲ τὰ ἀπόδειπνα τὸ ἀπολυτίκιον τοῦ ἁγίου, τὸ δὲ Μεθ’ ἡμῶν ὁ Θεὸς οὐ μετὰ ἤχου»
(τυπικὸ Εὐεργέτιδος σ. 421).
«ἀπάρχεται τὸ τροπάριον ὁ ἱερεὺς μετὰ ἤχου ἦχος πλάγιος αʹ Χριστὸς ἀνέστη ἐκ νεκρῶν»
(ὅπ. πρ. σ. 557).
Ἀρχὴ νηστείας ἁγίων ἀποστόλων:
«εἰς ἦχον πλάγιον βʹ τὰ πρῶτα ἀλληλουιάρια, προκείμενον Κύριε ὁ τὸ πανάγιόν σου Πνεῦμα λιτῶς καὶ οὐ μετὰ ἤχου»
(ὅπ. πρ. σ. 603).
Παραμονὴ Χριστουγέννων:
«ψάλλουσιν οἱ ψάλται τροπάριον, ἦχος πλ. βʹ· Λαθὼν ἐτέχθης ὑπὸ τὸ σπήλαιον· ψάλλεται δὲ ἐν τῷ μέσῳ μετὰ χειρονομίας. Καὶ τελειομένου τοῦ τροπαρίου, εὐθὺς δέχεται αὐτὸ ὁ λαός, καὶ ψάλλουσιν αὐτὸ λιτῶς καὶ οὐ ψαλτικῶς. Εἶτα εἷς μόνος ψάλτης λέγει στίχον αʹ, ψαλμὸς πϛʹ· Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις, ἕως· τοῖς γινώσκουσί με. Καὶ δέχονται οἱ ψάλται οἱ ἄλλοι· Καὶ μάγους σοι προσήνεγκεν. Ὁ δὲ λαὸς ἄρχονται αὐτοῦ καὶ ψάλλουσιν ἕως τέλους. Καὶ ὁ ψάλτης στίχον βʹ· Καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος, ἕως· ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος. Καὶ οἱ ψάλται· Καὶ μάγους σοι προσήνεγκεν. Καὶ ὁ λαὸς τὸ τροπάριον· Λαθὼν ἐτέχθης. Ὁ ψάλτης στίχον γʹ· Κύριος διηγήσεται ἐν γραφῇ, ἕως· ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί. Καὶ οἱ ψάλται· Καὶ μάγους σοι προσήνεγκεν. Ὁ λαός· Λαθὼν ἐτέχθης ὑπὸ τὸ σπήλαιον. Εἶτα λέγουσι οἱ ψάλται τὸ αὐτὸ τροπάριον μίαν ψαλτικῶς»
(τυπικὸ Μεσσήνης τοῦ ἔτους 1131 ἔκδ. M. Arranz σσ. 80-81).
Γονυκλισία:
«εἶτα λέγομεν τὸ Καταξίωσον Κύριε ἀργῶς»
(τυπικὸ Εὐεργέτιδος σ. 595).
Μ. Παρασκευή:
«Καὶ τότε ἀναβαίνει ὁ πατριάρχης καὶ οἱ μοναχοὶ οἱ Σπουδ(αῖοι) ψάλλου(σιν) εἰς τὴν Ἁγίαν Κορυφὴν τὰς ὥρας καὶ τὰ τροπάρια τὰ δώδεκα συντόμως, ἵνα πάλιν νὰ καταβῇ»
(τυπικὸ ναοῦ Ἀναστάσεως τοῦ ἔτους 1122 σ. 147).
Μ. Σάββατο:
«Καὶ ἐν τῇ δευτέρᾳ ὥρᾳ τῆς ἁγίας ταύτης ἡμέρας ἔρχονται οἱ (–αἱ), μυροφόροι καὶ ἄρξουνται πλύνειν τὰς κανδήλας καὶ ἀρτύσουν αὐτὰς καὶ θήσουν αὐτὰς ἔσωθεν τοῦ παναγίου καὶ ζωοποιοῦ Τάφου, παρόντος τοῦ πατριάρχου καὶ τοῦ ἀρχιδιακόνου καὶ τοῦ δευτεραρίου καὶ παραμοναρίου καὶ τρεῖς διάκονοι καὶ ψάλται· καὶ ἐν τῷ πολεμεῖν τὸ ἔργον αἱ μυροφόροι, ψάλλου(ν) τὸν κα(νόνα) καὶ τὴν ἀκολουθίαν τῶν ὡρῶν συντόμως. Καὶ ὅταν πληρώσουν πλύνειν τὰς κανδήλας καὶ ἀρτίζουν αὐτάς, ἄρχε Δόξα ἤχ(ου) πλ. βʹ· Τὴν σήμερον μυστικῶς. Ζήτει αὐτό, ὅτι προεγράφη. Καὶ ὁ διάκονος τὴν αἴτησιν καὶ ἀπο(λύει)»
(ὅπ. πρ. σ. 179).
Κυριακὴ προπατόρων:
«ψάλλεται τὸ Ἄγγελος παίδων. ψάλλεται δὲ οὕτως· πρῶτον ὁ ψάλτης, ἔπειτα ὁ λαὸς μετὰ χειρονομίας, εἶτα ὁ ψάλτης τὸν στίχον ἢ τὸ Ἀλαλάξατε τῷ Κυρίῳ ἢ τὸ Ὁ Θεὸς ἐν τοῖς ὠσὶν ἡμῶν· τὸ γὰρ Ἀλαλάξατε ἔνι τοῦ Ἄγγελος
παίδων· τὸ δὲ Ὁ Θεὸς ἐν τοῖς ὠσὶν ἡμῶν ἐστὶ τοῦ Εἰς δρόσον. μετὰ δὲ τὸν στίχον ψάλλει ὁ λαὸς πάλιν τὸ τέλος τῆς ὑπακοῆς οἷον Ὑπάρχει γὰρ ζωὴ ἢ Ὁ ἀρχηγὸς τῆς ζωῆς ἡμῶν»
(τυπικὸ Εὐεργέτιδος σσ. 339-340).
Ὄρθρος Χριστουγέννων:
«Εἶθ’ οὔτως ἱσταμένων πάντων, μανουαλίου τε προτεθειμένου μετὰ λαμπάδων λαμπρῶν, ὁ πρωτοψάλτης καὶ οἱ ψάλται ψάλλουσι μετὰ χειρονομίας τὴν ὑπακοήν, ἦχος πλ. δʹ· Τὴν ἀπαρχὴν τῶν ἐθνῶν»
(τυπικὸ Μεσσήνης τοῦ ἔτους 1131 ἔκδ. M. Arranz σ. 83).
«Ψάλλεται τὸ Κύριε ἐλέησον μεγαλοφώνως καὶ σχολαίως, κʹ μὲν παρὰ τῶν ἐν τῷ βήματι ψαλλόντων βʹ ἀδελφῶν, εἴκοσι δὲ παρὰ τῶν ἀντιφωνούντων αὐτὸ ἀδελφῶν ἐν τοῖς χοροῖς, ὡς γίνεσθαι μʹ»
(τυπικὸ Μεσσήνης τοῦ ἔτους 1131 ἔκδ. M. Arranz σ. 56).
Ἀκολουθία πρεσβείας:
«Καὶ εὐθὺς ἅπαντες ὁμοῦ ἄρχονται λέγειν· Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, σχολαίως. Δόξα καὶ νῦν, Ἀλληλούια, ἀλληλούια, δόξα σοι ὁ Θεός, γʹ»
(ὅπ. πρ. σ. 211).
Ὄρθρος:
«τὸν ἐκκλησιάρχην τοῦ ἑξαψάλμου εὐθέως ἀπάρχεσθαι, σχολαίως τε καὶ ἡσύχως καὶ προσεκτικῶς μικρὸν ἄγαν ὑποφωνοῦντα τὰ ῥητὰ τῶν ψαλμῶν, ἵν’ ἐντεῦθεν ἔχοιεν ἅπαντες ἀπροσκόπως καὶ ἀπλανῶς αὐτὰ διεξέρχεσθαι»
(τυπικὸ Εὐεργέτιδος σ. 621).