Γιατί νομίζετε ότι λίγοι είναι αυτοί που τους χρειάζεται ένα χέρι ξύλο !
Ποιος παλιός ψάλτης και μουσικοδιδάσκαλος γιορτάζει σήμερα;
ὡς παρελήφθησαν πρὸ ὀλίγου, συντεθέντα ὑπὸ ἀγνώστου.
Τῇ Πέμπτῃ πρὸ τῆς Ἀπόκρεω,
ἐν εὐωχίᾳ τραπέζης
διὰ τοὺς μελλονηστεύοντας.
Προσόμοιον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε τελευταῖον χορτασμόν, δῶμεν ἀδελφοὶ τῇ κοιλίᾳ, ἐν εὐφροσύνῃ πολλῇ, δεῦτε ἀπολαύσωμεν, κρεῶν, τυροῦ καὶ ᾠῶν, ἡ νηστεία ἀπάρχεται, ἐν ᾗ ἀλαδία καὶ στομάχου στένωσις, καὶ σπλαγχνικὸς κοασμός· ὅθεν συγγενεῖς τε καὶ φίλοι, σπεύσατε ταχὺ πρὸς κανδαύλους, τὰς ἐσχάρας καὶ τοὺς ἄνθρακας.
Ἕτερον προσόμοιον.
Ήχος δ´. Ὡς γενναῖον ἐν μάρτυσιν.
Ἐπ᾿ ἀνθράκων ὀπτώμενα * ἐν ἐσχάραις καιόμενα * τῶν κρεῶν ἐδέσματα ἀπολαύσωμεν· * ἡ γὰρ νηστεία ἀπάρχεται, * στομάχου ἡ στένωσις * καὶ ἐντέρων κοασμός, * τοῦ ἐλαίου ἀφάνισις· * ὄθεν σπεύσωμεν * μετά πόθου τὰς κανδαύλους νῦν γομῶσαι * ἀμνοερίφων τεμαχίων, * καὶ ὀβελίσκων, ἁλλάντων τε.