Ὁ Π. Ν. Τρεμπέλας, Λειτουργικοὶ τύποι Αἰγύπτου καὶ Ἀνατολῆς, ἐν Ἀθήναις 1961, σ. 150, ἀναφέρει βιοτικήν.
Στὸν G.W.H. Lampe, A Patristic Greek Lexicon, σ. 298 ἀναφέρεται μόνο ἡ γραφὴ βιωτικὸς.
Ἐπίσης, ἡ γραφὴ βιωτικὴ μέριμνα ἀπαντᾶται στὸν ἅγιο Ἰωάννη Δαμασκηνὸ, α) λόγος εἰς τὴν ξηρανθεῖσαν συκῆν, καὶ εἰς τὴν παραβολὴν τοῦ ἀμπελῶνος, PG 96, στ. 580 κ.ἐξ.:
Προσῆλθε τῇ συκῇ πεινάσας. Ἡ συκῆ ὑπέγραφε τὴν τῆς ἀνθρωπότητος φύσιν. Γλυκὺς καρπὸς τῆς συκῆς, τραχεῖα τὰ φύλλα, καὶ ἄχρηστα, καὶ πρὸς καῦσιν ἕτοιμα· ἀλλὰ καὶ ἡ φύσις τῆς ἀνθρωπότητος γλυκύτατον εἶχε τὸν καρπὸν τῆς ἀρετῆς, παρὰ Θεοῦ ταύτην καρποφορεῖν προστεταγμένη. Ἐπεκτήσατο δὲ διὰ τῆς ἀκαρπίας τῆς ἀρετῆς τὴν τῶν φύλλων τὴν τραχύτητα. Τί γὰρ τραχύτερον τῶν βιωτικῶν μεριμνῶν; Γυμνὸς ἦν ποτε ὁ Ἀδὰμ καὶ ἡ Εὔα, καὶ οὐκ ᾐσχύνοντο· γυμνὸς τῇ ἁπλότητι, καὶ ἀτέχνῳ ζωῇ. Οὐκ ἦσαν αὐτοῖς τέχναι καὶ βιωτικαὶ μέριμναι·οὐκ ἐπενόουν πῶς ἐπικαλύψουσι τοῦ σώματος τὴν γύμνωσιν·οὐκ ἐπῃσχύνοντο τῇ ἀκτημοσύνῃ· οὐ τῇ τῆς ζωῆς λειότητι, ἀλλ᾽ εἰ καὶ γυμνοὶ ἦσαν τῷ σώματι, ἐσκέποντο τῇ θείᾳ χάριτι. Οὐκ ἦν αὐτοῖς σωματικὸν περιβόλαιον, ἀλλ᾽ ἦν αὐτοῖς ἔνδυμα ἀφθαρσίας·ὅσον γὰρ διὰ τῆς ὑπακοῆς ᾠκειοῦντο τῷ Θεῷ, τοσοῦτον τῷ τῆς ἀφθαρσίας ἐνδύματι.
Tοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Δαμασκηνοῦ εἰς τὰ ἱερὰ παράλληλα, PG, 96, στ. 157.
Προσέχετε ἑαυτοῖς, μήποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ, καὶ μέθῃ, καὶ μερίμναις βιωτικαῖς, καὶ αἰφνίδιος ὑμῖν ἐπιστῇ ἡ ἡμέρα ἐκείνη. Ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον τῆς γῆς.
Τὰ παραπάνω ἀπὸ μιὰ πρόχειρη ἔρευνα λόγω ὑποχρεώσεων, θὰ ἐπανέλθω ὅμως.