[Ψάχνω] 17. Ακολουθία Αγίας Αγαθοκλείας

MTheodorakis

Παλαιό Μέλος
#2
Οἱ μόνοι ὕμνοι ποὺ ἐντόπισα εἶναι οἱ παρακάτω:

Στιχηρὰ προσόμοια. Ἦχος δ’. Ὡς γενναῖον ἐν μάρτυσιν.

«Δούλου σχῆμα φορέσαντα, καὶ βροτοῖς ὁμιλήσαντα, τὸν Χριστὸν θεόνυμφε ἐπὶ βήματος, ἀνδρειοφρόνως ἐκήρυξας, καὶ πάθος ὑπήνεγκας πολυώδυνον σεμνή, καὶ τὸν βίαιον θάνατον, ὅθεν ἔτυχες, ἀγαθῶν ἀθανάτων καὶ νυμφῶνος ἐν ὑψίστοις ἀκηράτου, Ἀγαθοκλεία πανθαύμαστε.

Ἀγαθὴν κλήσιν φέρουσα, ἀγαθὸν μόνον Κύριον,
τὸν δι’ ἀγαθότητα ἐνδημήσαντα, ἐπὶ τῆς γῆς καὶ πτωχεύσαντα, καὶ δούλου φορέσαντα τὴν εἰκόνα ἀνδρικῶς Θεὸν Λόγον ἐκήρυξας, καὶ ὑπήνεγκας, κακοτρόπου δεσποίνης τὰς κακώσεις καὶ στρεβλώσεις μακαρία, Ἀγαθοκλεία πολύαθλε.

Δεσμουμένη διέλυσας, πάσας στρέβλας τοῦ ὄφεως, ἐν εἱρκτῇ ζοφώδῃ τε παναοίδιμε, συγκλειομένη οὐράνιον, ἐδέξω λαμπρότητα, δι’ ἀγγέλου δὲ τροφήν, ἀθλοφόρε πανεύφημε, ὅθεν πίστει σε, κατὰ χρέος τιμῶντες τὴν ἁγίαν ἑορτάζομέν σου μνήμνην, Ἀγαθοκλεία πανεύφημε»

(χφ. Σινὰ 579 μηναῖο Σεπτεμβρίου ι’-ια’ αἰ. φ. 72v).

Ἕτερον. Ἦχος α’. Πανεύφημοι μάρτυρες.

«Πρώτην ἀγαθότητα Θεοῦ ἐκ ψυχῆς ποθήσασα, Ἀγαθοκλεία φερώνυμον κλήσιν κεκλήρωσαι, κεκαλλωπισμένη ἀγαθαῖς ἐν πράξεσιν, καὶ ταῖς μαρτυρικαῖς ὡραιότησιν, ἀλλὰ πρεσβείαις σου, καὶ ἡμῶν ψυχὰς ἀγάθυνον, κακωθεῖσας δεινοῖς ἁμαρτήμασιν»

(χφ. Σινὰ 552 μηναῖο Σεπτεμβρίου ιβ’ αἰ. φ. 146r).

Ἕτερον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν ἀληθῶς.

«Χαίροις ἀγαθωνύμου σαφῶς, ἐπιτυχοῦσα πρὸς Θεοῦ θείας κλήσεως, τὸν μόνον ἀγαθοδότην καὶ πλουτοδότην Χριστόν, διαπύρῳ πόθῳ ἀγαπήσασα, δι’ ὅν κατεφρόνησας κόσμου πᾶσαν τὴν πρόσκαιρον, ἀγαθωσύνην καὶ τὴν ὄντως ἐπόθησας, διαμένουσαν ἀγαθῶν ξένην μέθεξιν. Ἥς νῦν ἐπαπολαύουσα, καὶ πόθου πληρώσεως, ἐμπιπλαμένη τοὺς πίστει, Ἀγαθοκλεία τιμῶντας σε, τυχεῖν ἐκδυσώπει, καὶ τῷ κόσμῳ δωρηθῆναι τὸ μέγα ἔλεος»

(χφ. Σινὰ 552 μηναῖο Σεπτεμβρίου ιβ’ αἰ. φ. 146v).

Κάθισμα. Ἦχος δ’. Ἐπεφάνης σήμερον.

«Λαμπρυνθεῖσα πνεύματι, τῷ παναγίῳ, τῶν βασάνων ἔνδοξε, σκότος διῆλθες ἀβλαβῶς, καὶ πρὸς τὸ φῶς τὸ ἀνέσπερον, Ἀγαθοκλεία, σεμνὴ ἐξεδήμησας»

(χφφ. μηναῖα Σινὰ 579 ι’-ια’ αἰ. φ. 71v, 552 ιβ’ αἰ. φ. 145r-v).
 
geoliarakos

Λιαράκος Γεώργιος
#3

Ευχαριστώ πολύ
 
Top