«τὰ νῦν κεκρατηκότα ἔθη πάσαις ταῖς τοῦ
Θεοῦ Ἐκκλησίαις συνῳδά ἐστι καὶ σύμφωνα. Ἐκ νυκτὸς
γὰρ ὀρθρίζει παρ’ ἡμῖν ὁ λαὸς ἐπὶ τὸν οἶκον τῆς προσ-
ευχῆς, καὶ ἐν πόνῳ καὶ ἐν θλίψει καὶ συνοχῇ δακρύων
ἐξομολογούμενοι τῷ Θεῷ, τελευταῖον ἐξαναστάντες τῶν
προσευχῶν εἰς τὴν ψαλμῳδίαν καθίστανται. Καὶ νῦν μὲν
διχῆ διανεμηθέντες ἀντιψάλλουσιν ἀλλήλοις, ὁμοῦ μὲν τὴν
μελέτην τῶν Λογίων ἐντεῦθεν κρατύνοντες, ὁμοῦ δὲ καὶ
τὴν προσοχὴν καὶ τὸ ἀμετεώριστον τῶν καρδιῶν ἑαυτοῖς
διοικούμενοι. Ἔπειτα πάλιν ἐπιτρέψαντες ἑνὶ κατάρχειν
τοῦ μέλους οἱ λοιποὶ ὑπηχοῦσι· καὶ οὕτως ἐν τῇ ποικιλίᾳ
τῆς ψαλμῳδίας τὴν νύκτα διενεγκόντες μεταξὺ προσευχό-
μενοι, ἡμέρας ἤδη ὑπολαμπούσης πάντες κοινῇ, ὡς ἐξ
ἑνὸς στόματος καὶ μιᾶς καρδίας, τὸν τῆς ἐξομολογήσεως ψαλμὸν ἀναφέρουσι τῷ Κυρίῳ»
(Μ. Βασιλείου (+379) Ἐπιστολὴ 207 Τοῖς κατὰ Νεοκαισάρειαν κληρικοῖς ἐκδ. Ε.Π.Ε. τ. 2 σ. 108).
«Πληρώσας οὖν τὸν συνήθη καιρὸν τῷ ἐξυπνιστικῷ σφυρίῳ
τὰς πάντων ἔκρουε κέλλας, συνάγων αὐτοὺς εἰς τοὺς εὐκτη-
ρίους οἴκους, καὶ καθ’ ἕκαστον οἶκον συμψάλλων αὐτοῖς ἓν
ἢ δεύτερον ἀντίφωνον, καὶ συνευχόμενος, οὕτως ἀπῄει πρὸ
ἡμέρας εἰς τὸ κελλίον ἑαυτοῦ» (Λαυσαϊκὸν (δ'-ε' αἰ.) § 104 Περὶ Ἀδολίου ἐκδ. Φιλοκαλία τῶν νηπτικῶν καὶ ἀσκητικῶν τ. 6 σ. 408).
«ψάλλομεν τὴν α’, μετὰ καθίσματος· οὐ μὴν καὶ ἀναγινώσκομεν ἐν αὐτῇ. Ἐν δὲ τῇ γ’ καὶ ϛ’ καὶ θ' ἀναγινώσκομεν. Καθ’ ἕκαστον ἀντίφωνον, ἤγουν δόξαν,
εὐχὴ γίνεται παρά τε τοῦ πρεσβυτέρου καὶ διακόνου» (Ὑποτύπωσις τῶν Στουδίου θ’ αἰ. ἐκδ. Dmitrievskij τ. 1 σ. 231 ὑποσ.).
«στιχολογοῦμεν τὸ δεύτερον κάθισμα
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, τὰ γ’ ἀντίφωνα εἰς τὸν
ἐνεστῶτα ἦχον» (τυπικὸν Εὐργέτιδος ια’ –ιβ’ αἰ. ἔκδ. Dmitrievskij τ. 1 σ. 272).
Βλ. καὶ Δ. Μπαλαγεώργου Ἡ ψαλτικὴ παράδοση τῶν ἀκολουθιῶν τοῦ βυζαντινοῦ κοσμικοῦ τυπικοῦ 2001 σσ. 78-81.