Εμμανουήλ Αβραμίδης
Παλαιό Μέλος
Καθώς είμαι <<οπαδός>> του ασματικού τυπικού, σκέφτηκα να δημιουργήσω ένα θέμα όπου σιγά σιγά θα ανεβάζω δακτυλογραφημένο το υλικό (πολλά είναι αντιγραφή - επικόλληση) που χρειάζεται για την τέλεση των ακολουθιών, ελεγμένο από αρκετές πηγές. Αργότερα, θα ανεβάσω και μία προσωπική εργασία (με το μαλακό... να είστε επιεικείς), ένα τυπικό προσαρμοσμένο στα σημερινά δεδομένα (κάτι παρόμοιο με αυτό του αγίου Συμεών Θεσσαλονίκης αλλά με αυστηρότερη δομή), ώστε να γίνει χρήση των περισσότερων τροπαρίων του μοναχικού τυπικού, αλλά να εφαρμοστούν και αρχαίες ή παλαιές μοναχικές διατάξεις. Το πιο πιθανόν είναι να μείνει σε αχρησία, αλλά είναι όνειρο τουλάχιστον πενταετίας. Όποιος θέλει, ας βοηθήσει.... Ωστόσο, το υλικό που ανεβαίνει μένει, και έτσι ο καθένας μπορεί να το χρησιμοποιήσει όπως θέλει. Άρα, υπάρχει κοινό όφελος!
Αρχίζω με τις ευχές του εσπερινού από τον Βαρβερινό κώδικα. Στα συνημμένα γίνεται η σύγκριση, σε παρένθεση γράφω τις διαφορετικές μορφές που βρήκα, και τα έργα στα οποία βρίσκονται με αυτή τη μορφή. Όσες μορφές συναντούνται διαφορετικά στο Ευχολόγιο Goar πέρασαν και στο Ευχολόγιον το Μέγα (οι περισσότερες). Εδώ είναι που χρειάζομαι φιλολογική (και θεολογική) συνδρομή, ώστε το κείμενο των ευχών να είναι στρωτό, αλλά και να αφαιρεθούν τυχόν προσθήκες, αλλαγές πτώσεων, κτλ. Στην ανάρτηση τελικά θα μένει το διορθωμένο κείμενο, έτοιμο για χρήση.
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐδοκίᾳ καὶ ἀγαθότητι τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἐλέει καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐδοκίᾳ καὶ ἀγαθότητι τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Αρχίζω με τις ευχές του εσπερινού από τον Βαρβερινό κώδικα. Στα συνημμένα γίνεται η σύγκριση, σε παρένθεση γράφω τις διαφορετικές μορφές που βρήκα, και τα έργα στα οποία βρίσκονται με αυτή τη μορφή. Όσες μορφές συναντούνται διαφορετικά στο Ευχολόγιο Goar πέρασαν και στο Ευχολόγιον το Μέγα (οι περισσότερες). Εδώ είναι που χρειάζομαι φιλολογική (και θεολογική) συνδρομή, ώστε το κείμενο των ευχών να είναι στρωτό, αλλά και να αφαιρεθούν τυχόν προσθήκες, αλλαγές πτώσεων, κτλ. Στην ανάρτηση τελικά θα μένει το διορθωμένο κείμενο, έτοιμο για χρήση.
Ἑσπερινός.
Εὐχὴ α΄ ἀντιφώνου. Ψαλμὸς πε΄ (δόξα σοι ὁ Θεός).
Kύριε οἰκτίρμον καὶ ἐλεῆμον, μακρόθυμε καὶ πολυέλεε, ἐνώτισαι τὴν προσευχὴν ἡμῶν καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεως ἡμῶν· ποίησον μεθ᾿ ἡμῶν σημεῖον εἰς ἀγαθόν· ὁδήγησον ἡμᾶς ἐν τῇ ὁδῷ σου τοῦ πορεύεσθαι ἐν τῇ ἀληθείᾳ σου· εὔφρανον τὰς καρδίας ἡμῶν εἰς τὸ φοβεῖσθαι τὸ ὄνομά σου τὸ ἅγιον, διότι μέγας εἶ σύ, καὶ ποιῶν θαυμάσια· σὺ εἶ Θεὸς μόνος καὶ οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, δυνατὸς ἐν ἐλέει καὶ ἀγαθὸς ἐν ἰσχύϊ, εἰς τὸ βοηθεῖν καὶ παρακαλεῖν καὶ σῴζειν πάντας τοὺς ἐλπίζοντας εἰς τὸ ὄνομά σου τὸ ἅγιον.Εὐχὴ α΄ ἀντιφώνου. Ψαλμὸς πε΄ (δόξα σοι ὁ Θεός).
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ β΄ ἀντιφώνου.
Kύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθ᾿ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, ἰατρὲ καὶ θεραπευτὰ τῶν ψυχῶν ἡμῶν· ὁδήγησον ἡμᾶς ἐπὶ λιμένα θελήματός σου· φώτισον τοὺς ὀφθαλμοὺς τῶν καρδιῶν ἡμῶν εἰς ἐπίγνωσιν τῆς σῆς ἀληθείας, καὶ δώρησαι ἡμῖν τὸ λοιπὸν τῆς παρούσης ἡμέρας εἰρηνικὸν καὶ ἀναμάρτητον, καὶ πάντα τὸν χρόνον τῆς ζωῆς ἡμῶν, πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων σου.Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ γ΄ ἀντιφώνου.
Kύριε ὁ Θεὸς ἡμῶν, μνήσθητι ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δούλων σου ἐν τῷ ἐπικαλεῖσθαι ἡμᾶς τὸ ἅγιον καὶ προσκυνητὸν ὄνομά σου· καὶ μὴ καταισχύνῃς ἡμᾶς ἀπὸ τῆς προσδοκίας τοῦ ἐλέους σου, ἀλλὰ χάρισαι ἡμῖν, Κύριε, πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ ἀξίωσον ἡμᾶς ἀγαπᾷν καὶ φοβεῖσθαί σε ἐξ ὅλης τῆς καρδίας ἡμῶν καὶ ποιεῖν ἐν πᾶσι τὸ θέλημά σου.Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ δ΄ ἀντιφώνου.
Ὁ τοῖς ἀσιγήτοις ὕμνοις καὶ ἀπαύστοις δοξολογίαις ἐν τοῖς ὑψίστοις ὑπὸ τῶν ἁγίων δυνάμεων ἀνυμνούμενος, πλήρωσον τὸ στόμα ἡμῶν τῆς αἰνέσεώς σου τοῦ δοῦναι μεγαλωσύνην τῷ ὀνόματί σου τῷ ἁγίῳ, καὶ δὸς ἡμῖν μερίδα καὶ κλῆρον μετὰ πάντων τῶν φοβουμένων σε ἐν ἀληθείᾳ καὶ φυλασσόντων τὰς ἐντολάς σου· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων σου.Εὐδοκίᾳ καὶ ἀγαθότητι τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ ε΄ ἀντιφώνου.
Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, ὁ εἰδὼς ὧν χρείαν ἔχομεν ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν· αὐτός, φιλάνθρωπε βασιλεῦ καὶ κατὰ πάντα ἀγαθέ, ἱκάνωσον ἡμᾶς ἐν τῷ πλήθει τῶν οἰκτιρμῶν σου ἀνεπαισχύντῳ συνειδότι ἐπικαλεῖσθαι τὸ ἅγιον ὄνομά σου, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ, καὶ πάντα πρὸς τὸ συμφέρον ἡμῖν οἰκονόμησον.Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ ϛ΄ ἀντιφώνου.
Κύριε, Κύριε, ὁ τῇ ἀχράντῳ σου παλάμῃ συνέχων τὰ σύμπαντα, ὁ μακροθυμῶν ἐπὶ πᾶσιν ἡμῖν καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις ἡμῶν καὶ μακρύνων ἀφ᾿ ἡμῶν τὰς ἀνομίας ἡμῶν· μνήσθητι τῶν οἰκτιρμῶν σου καὶ τοῦ ἐλέους σου καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ σῇ ἀγαθότητι· καὶ δὸς ἡμῖν διαφυγεῖν καὶ τὸ λοιπὸν τῆς παρούσης ἡμέρας ἐκ τῶν τοῦ πονηροῦ ποικίλων μηχανημάτων, καὶ ἀνεπιβούλευτον τὴν ζωὴν ἡμῶν διαφύλαξον τῇ χάριτι τοῦ ἁγίου σου Πνεύματος.Ἐλέει καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ ζ΄ ἀντιφώνου.
Ὁ Θεὸς ὁ μέγας καὶ θαυμαστός, ὁ ἀνεκδιηγήτῳ ἀγαθωσύνῃ καὶ πλουσίᾳ προνοίᾳ διοικῶν τὰ σύμπαντα, ὁ καὶ τὰ ἐγκόσμια ἀγαθὰ ἡμῖν δωρησάμενος καὶ κατεγγυήσας ἡμῖν τὴν ἐπηγγελμένην βασιλείαν διὰ τῶν ἤδη κεχαρισμένων ἡμῖν ἀγαθῶν, ὁ ποιήσας ἡμᾶς καὶ τῆς νῦν ἡμέρας τὸ παρελθὸν μέρος ἀπὸ παντὸς ἐκκλῖναι κακοῦ, δώρησαι ἡμῖν καὶ τὸ ὑπόλοιπον ἀμέμπτως ἐκτελέσαι ἐνώπιον τῆς ἁγίας δόξης σου, ὑμνοῦντας σὲ τὸν μόνον ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν.Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ η΄ ἀντιφώνου.
Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας αἰνοῦμεν, εὐλογοῦμεν, εὐχαριστοῦμεν καὶ δεόμεθά σου, δέσποτα τῶν ἁπάντων, φιλάνθρωπε Κύριε· κατεύθυνον τὴν προσευχὴν ἡμῶν ὡς θυμίαμα ἐνώπιόν σου, καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους πονηρίας, ἀλλὰ ῥῦσαι ἡμᾶς ἐκ πάντων τῶν θηρευόντων τὰς ψυχὰς ἡμῶν, ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ ἡμῶν, καὶ ἐπὶ σοὶ ἠλπίσαμεν· μὴ καταισχύνῃς ἡμᾶς, ὁ Θεὸς ἡμῶν.Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ ἐκτενοῦς ἱκεσίας.
Κύριε ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ τῶν σῶν δούλων καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ πάντα τὸν λαόν σου τὸν ἀπεκδεχόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος.Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ α΄ μικροῦ ἀντιφώνου. Ψαλμὸς ριδ΄ (Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς).
Εὐλογητὸς εἶ, Κύριε, δέσποτα παντοκράτορ, ὁ φωτίσας τὴν ἡμέραν τῷ φωτὶ τῷ ἡλιακῷ καὶ τὴν νύκτα φαιδρύνας ταῖς αὐγαῖς τοῦ πυρός· ὁ τὸ μῆκος τῆς ἡμέρας διελθεῖν ἡμᾶς καταξιώσας καὶ προσεγγίσαι ταῖς ἀρχαῖς τῆς νυκτός, ἐπάκουσον τῆς δεήσεως ἡμῶν καὶ παντὸς τοῦ λαοῦ σου, καὶ πᾶσιν ἡμῖν συγχωρήσας τὰ ἑκούσια καὶ τὰ ἀκούσια ἁμαρτήματα, πρόσδεξαι τὰς ἑσπερινὰς ἡμῶν ἱκεσίας καὶ κατάπεμψον τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου ἐπὶ τὴν κληρονομίαν σου· τείχισον ἡμᾶς ἁγίοις ἀγγέλοις· ὅπλισον ἡμᾶς ὅπλοις δικαιοσύνης· περιχαράκωσον ἡμᾶς τῇ ἀληθείᾳ σου· φρούρησον ἡμᾶς τῇ δυνάμει σου· ῥῦσαι ἡμᾶς ἐκ πάσης περιστάσεως καὶ πάσης ἐπιβουλῆς τοῦ ἀντικειμένου· παράσχου δὲ ἡμῖν καὶ τὴν παροῦσαν ἑσπέραν σὺν τῇ ἐπερχομένῃ νυκτὶ τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, ἀσκανδάλιστον, ἀφάνταστον, καὶ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων τῶν ἀπ᾿ αἰῶνός σοι εὐαρεστησάντων.Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ β΄ μικροῦ ἀντιφώνου. Ψαλμὸς ριε΄ (Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ψάλλοντάς σοι Ἀλληλούϊα).
Κύριε, Κύριε, ὁ ῥυσάμενος ἡμᾶς ἀπὸ παντὸς βέλους πετομένου ἡμέρας, ῥῦσαι ἡμᾶς καὶ ἀπὸ παντὸς πράγματος ἐν σκότει διαπορευομένου· πρόσδεξαι θυσίαν ἑσπερινὴν τὰς τῶν χειρῶν ἡμῶν ἐπάρσεις· καταξίωσον δὲ ἡμᾶς καὶ τὸ νυκτερινὸν στάδιον ἀμέμπτως διελθεῖν, ἀπειράστους κακῶν· καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ταραχῆς καὶ δειλίας τῆς ἐκ τοῦ διαβόλου ἡμῖν προσγινομένης· χάρισαι ταῖς ψυχαῖς ἡμῶν κατάνυξιν καὶ τοῖς λογισμοῖς ἡμῶν μέριμναν τῆς ἐν τῇ φοβερᾷ καὶ δικαίᾳ σου κρίσει ἐξετάσεως· καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας ἡμῶν καὶ νέκρωσον τὰ μέλη ἡμῶν τὰ ἐπὶ τῆς γῆς, ἵνα καὶ ἐν τῇ καθ᾿ ὕπνον ἡσυχίᾳ ἐμφαιδρυνώμεθα τῇ θεωρίᾳ τῶν κριμάτων σου· ἀπόστησον ἀφ᾿ ἡμῶν πᾶσαν φαντασίαν ἀπρεπῆ καὶ ἐπιθυμίαν βλαβεράν· διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν τῇ πίστει καὶ προκόπτοντας ἐν τοῖς παραγγέλμασί σου.Εὐδοκίᾳ καὶ ἀγαθότητι τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ γ΄ μικροῦ ἀντιφώνου. Ψαλμὸς ριϛ΄ (Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς).
Ὁ Θεὸς ὁ μέγας, ὁ αἰώνιος, ὁ ἅγιος καὶ φιλάνθρωπος, ὁ καταξιώσας ἡμᾶς καὶ ἐν ταύτῃ τῇ ὥρᾳ στῆναι κατενώπιον τῆς ἀπροσίτου σου δόξης εἰς ὕμνον καὶ αἶνον τῶν θαυμασίων σου, ἱλάσθητι ἡμῖν τοῖς ἀναξίοις σου δούλοις καὶ παράσχου χάριν τοῦ μετὰ συντετριμμένης καρδίας ἀμετεωρίστως προσενεγκεῖν σοι τὴν τρισάγιον δοξολογίαν καὶ τὴν εὐχαριστίαν τῶν μεγάλων σου δωρεῶν ὧν ἐποίησας καὶ ποιεῖς πάντοτε εἰς ἡμᾶς. Μνήσθητι Κύριε τῆς ἀσθενείας ἡμῶν, καὶ μὴ συναπολέσῃς ἡμᾶς ταῖς ἀνομίαις ἡμῶν, ἀλλὰ ποίησον μέγα ἔλεος μετὰ τῆς ταπεινώσεως ἡμῶν, ἵνα τὸ τῆς ἁμαρτίας σκότος διαφυγόντες, ἐν ἡμέρᾳ δικαιοσύνης περιπατήσωμεν, καὶ ἐνδυσάμενοι τὰ ὅπλα τοῦ φωτός, ἀνεπιβουλεύτως διατελέσωμεν ἀπὸ πάσης ἐπηρείας τοῦ πονηροῦ καὶ μετὰ παῤῥησίας δοξάσωμεν ἐπὶ πᾶσι σὲ τὸν μόνον ἀληθινὸν καὶ φιλάνθρωπον Θεόν.Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ κεφαλοκλισίας τῶν κατηχουμένων.
Ὁ Θεός, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, ὁ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν· αὐτὸς ἔπιδε ἐξ ἑτοίμου κατοικητηρίου σου ἐπὶ τοὺς δούλους σου τοὺς κατηχουμένους· διάνοιξον τὰ ὦτα τῶν καρδιῶν αὐτῶν πρὸς τὸ εἰσδέξασθαι τὸ μυστήριον τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν· ἀναγέννησον αὐτοὺς δι᾿ ὕδατος καὶ Πνεύματος εἰς τὴν αἰώνιόν σου βασιλείαν.Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ τῶν πιστῶν α΄ μετὰ τὴν ἀπόλυσιν τῶν κατηχουμένων.
Κύριε ὁ Θεὸς ἡμῶν, καὶ νῦν προσερχόμεθα ἐν ὅλῃ καρδίᾳ καὶ ἐπικαλούμεθα τὸ ὄνομά σου τὸ ἅγιον, καὶ εὐχαριστοῦμέν σοι τῷ διαφυλάξαντι ἡμᾶς τὸ μῆκος τῆς ἡμέρας καὶ ἀγαγόντι εἰς τὸ ἑσπερινὸν φῶς, καὶ δεόμεθά σου, δὸς ἡμῖν διελθεῖν ἀμέμπτως καὶ τὴν παροῦσαν ἑσπέραν σὺν τῇ ἐπερχομένῃ νυκτί, καὶ πάντα τὸν χρόνον τῆς παροικίας ἡμῶν· ἔνδυσον ἡμᾶς τὴν πανοπλίαν τοῦ ἁγίου σου Πνεύματος κατὰ τῶν πνευμάτων τῆς πονηρίας καὶ κατὰ τῶν παθῶν τῆς σαρκός· πάσης ἁμαρτίας ἀπόστησον καὶ τῆς αἰωνίου σου βασιλείας ἀξίωσον.Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ τῶν πιστῶν β΄ μετὰ τὴν ἀπόλυσιν τῶν κατηχουμένων.
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὸ ἀπρόσιτον οἰκῶν φῶς, ὀ παραγαγὼν ἡμᾶς ἐν τῷ μεγάλῳ σου ἐλέει εἰς τὴν παροῦσαν ἡμέραν, καὶ ἐπὶ τὴν ἑσπερινὴν δοξολογίαν προσκαλεσάμενος, πρόσδεξαι τὴν ἱκεσίαν ἡμῶν τῶν ἀναξίων σου δούλων, καὶ ῥυσάμενος ἡμᾶς ἐκ τοῦ σκότους τῆς ἁμαρτίας, φώτισον τοὺς ὀφθαλμοὺς τῶν ψυχῶν ἡμῶν, ἵνα πάντοτε ἐν τῷ φόβῳ σου διαμένοντες καὶ ἐν τῷ φωτί σου περιπατοῦντες, κατανοῶμεν τὰ θαυμάσιά σου, ἐπὶ πᾶσι δοξάζοντές σε τὸν μόνον ἀληθινὸν καὶ φιλάνθρωπον Θεόν.Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ ἀπολύσεως τῶν πιστῶν.
Ὁ Θεὸς ὁ μέγας καὶ ὕψιστος, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὁ πᾶσαν τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας, ὁ διαχωρίσας ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους, καὶ τὸν μὲν ἥλιον θέμενος εἰς ἐξουσίαν τῆς ἡμέρας, σελήνην δὲ καὶ ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός· ὁ καταξιώσας ἡμᾶς τοὺς ἁμαρτωλοὺς καὶ ἐπὶ τῆς παρούσης ὥρας προφθάσαι τὸ πρόσωπόν σου ἐν ἐξομολογήσει καὶ τὴν ἑσπερινήν σοι λατρείαν προσαγαγεῖν· αὐτός, φιλάνθρωπε Κύριε, κατεύθυνον τὴν προσευχὴν ἡμῶν ὡς θυμίαμα ἐνώπιόν σου καὶ πρόσδεξαι αὐτὴν εἰς ὀσμὴν εὐωδίας· παράσχου δὲ ἡμῖν τὴν παροῦσαν ἑσπέραν καὶ τὴν ἐπιοῦσαν νύκτα εἰρηνικήν· ἔνδυσον ἡμᾶς ὅπλα φωτός, ῥῦσαι ἀπὸ φόβου νυκτερινοῦ καὶ ἀπὸ παντὸς πράγματος ἐν σκότει διαπορευομένου, καὶ δὸς ἡμῖν τὸν ὕπνον ὃν εἰς ἀνάπαυσιν τῇ ἀσθενείᾳ ἡμῶν ἐδωρήσω, πάσης διαβολικῆς φαντασίας ἀπηλλαγμένον· ναί, δέσποτα τῶν ἁπάντων, τῶν ἀγαθῶν χορηγέ, ἵνα καὶ ἐπὶ ταῖς κοίταις ἡμῶν κατανυγόμενοι, μνημονεύωμεν καὶ ἐν νυκτὶ τοῦ παναγίου ὀνόματός σου, καὶ τῇ μελέτῃ τῶν σῶν ἐντολῶν καταυγαζόμενοι, ἐν ἀγαλλιάσει ψυχῆς διανιστῶμεν πρὸς δοξολογίαν τῆς σῆς ἀγαθότητος, δεήσεις καὶ ἱκεσίας τῇ σῇ εὐσπλαγχνίᾳ προσάγοντες ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων καὶ παντὸς τοῦ λαοῦ σου, ὃν ταῖς πρεσβείαις τῆς ἁγίας Θεοτόκου ἐν ἐλέει ἐπίσκεψαι.Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ κεφαλοκλισίας τῶν πιστῶν.
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου· σοὶ γὰρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν· οὓς διαφύλαξον ἐν παντὶ καιρῷ, καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργείας, διαλογισμῶν ματαίων καὶ ἐνθυμήσεων πονηρῶν.Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Attachments
Last edited: