Ευχολογιακό υλικό ασματικών ακολουθιών

Καθώς είμαι <<οπαδός>> του ασματικού τυπικού, σκέφτηκα να δημιουργήσω ένα θέμα όπου σιγά σιγά θα ανεβάζω δακτυλογραφημένο το υλικό (πολλά είναι αντιγραφή - επικόλληση) που χρειάζεται για την τέλεση των ακολουθιών, ελεγμένο από αρκετές πηγές. Αργότερα, θα ανεβάσω και μία προσωπική εργασία (με το μαλακό... να είστε επιεικείς), ένα τυπικό προσαρμοσμένο στα σημερινά δεδομένα (κάτι παρόμοιο με αυτό του αγίου Συμεών Θεσσαλονίκης αλλά με αυστηρότερη δομή), ώστε να γίνει χρήση των περισσότερων τροπαρίων του μοναχικού τυπικού, αλλά να εφαρμοστούν και αρχαίες ή παλαιές μοναχικές διατάξεις. Το πιο πιθανόν είναι να μείνει σε αχρησία, αλλά είναι όνειρο τουλάχιστον πενταετίας. Όποιος θέλει, ας βοηθήσει.... Ωστόσο, το υλικό που ανεβαίνει μένει, και έτσι ο καθένας μπορεί να το χρησιμοποιήσει όπως θέλει. Άρα, υπάρχει κοινό όφελος!
Αρχίζω με τις ευχές του εσπερινού από τον Βαρβερινό κώδικα. Στα συνημμένα γίνεται η σύγκριση, σε παρένθεση γράφω τις διαφορετικές μορφές που βρήκα, και τα έργα στα οποία βρίσκονται με αυτή τη μορφή. Όσες μορφές συναντούνται διαφορετικά στο Ευχολόγιο Goar πέρασαν και στο Ευχολόγιον το Μέγα (οι περισσότερες). Εδώ είναι που χρειάζομαι φιλολογική (και θεολογική) συνδρομή, ώστε το κείμενο των ευχών να είναι στρωτό, αλλά και να αφαιρεθούν τυχόν προσθήκες, αλλαγές πτώσεων, κτλ. Στην ανάρτηση τελικά θα μένει το διορθωμένο κείμενο, έτοιμο για χρήση.

Ἑσπερινός.
Εὐχὴ α΄ ἀντιφώνου. Ψαλμὸς πε΄ (δόξα σοι ὁ Θεός).
Kύριε οἰκτίρμον καὶ ἐλεῆμον, μακρόθυμε καὶ πολυέλεε, ἐνώτισαι τὴν προσευχὴν ἡμῶν καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεως ἡμῶν· ποίησον μεθ᾿ ἡμῶν σημεῖον εἰς ἀγαθόν· ὁδήγησον ἡμᾶς ἐν τῇ ὁδῷ σου τοῦ πορεύεσθαι ἐν τῇ ἀληθείᾳ σου· εὔφρανον τὰς καρδίας ἡμῶν εἰς τὸ φοβεῖσθαι τὸ ὄνομά σου τὸ ἅγιον, διότι μέγας εἶ σύ, καὶ ποιῶν θαυμάσια· σὺ εἶ Θεὸς μόνος καὶ οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, δυνατὸς ἐν ἐλέει καὶ ἀγαθὸς ἐν ἰσχύϊ, εἰς τὸ βοηθεῖν καὶ παρακαλεῖν καὶ σῴζειν πάντας τοὺς ἐλπίζοντας εἰς τὸ ὄνομά σου τὸ ἅγιον.
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ β΄ ἀντιφώνου.​
Kύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθ᾿ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, ἰατρὲ καὶ θεραπευτὰ τῶν ψυχῶν ἡμῶν· ὁδήγησον ἡμᾶς ἐπὶ λιμένα θελήματός σου· φώτισον τοὺς ὀφθαλμοὺς τῶν καρδιῶν ἡμῶν εἰς ἐπίγνωσιν τῆς σῆς ἀληθείας, καὶ δώρησαι ἡμῖν τὸ λοιπὸν τῆς παρούσης ἡμέρας εἰρηνικὸν καὶ ἀναμάρτητον, καὶ πάντα τὸν χρόνον τῆς ζωῆς ἡμῶν, πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων σου.
Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ γ΄ ἀντιφώνου.​
Kύριε ὁ Θεὸς ἡμῶν, μνήσθητι ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δούλων σου ἐν τῷ ἐπικαλεῖσθαι ἡμᾶς τὸ ἅγιον καὶ προσκυνητὸν ὄνομά σου· καὶ μὴ καταισχύνῃς ἡμᾶς ἀπὸ τῆς προσδοκίας τοῦ ἐλέους σου, ἀλλὰ χάρισαι ἡμῖν, Κύριε, πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ ἀξίωσον ἡμᾶς ἀγαπᾷν καὶ φοβεῖσθαί σε ἐξ ὅλης τῆς καρδίας ἡμῶν καὶ ποιεῖν ἐν πᾶσι τὸ θέλημά σου.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ δ΄ ἀντιφώνου.
Ὁ τοῖς ἀσιγήτοις ὕμνοις καὶ ἀπαύστοις δοξολογίαις ἐν τοῖς ὑψίστοις ὑπὸ τῶν ἁγίων δυνάμεων ἀνυμνούμενος, πλήρωσον τὸ στόμα ἡμῶν τῆς αἰνέσεώς σου τοῦ δοῦναι μεγαλωσύνην τῷ ὀνόματί σου τῷ ἁγίῳ, καὶ δὸς ἡμῖν μερίδα καὶ κλῆρον μετὰ πάντων τῶν φοβουμένων σε ἐν ἀληθείᾳ καὶ φυλασσόντων τὰς ἐντολάς σου· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων σου.
Εὐδοκίᾳ καὶ ἀγαθότητι τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ ε΄ ἀντιφώνου.​
Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, ὁ εἰδὼς ὧν χρείαν ἔχομεν ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν· αὐτός, φιλάνθρωπε βασιλεῦ καὶ κατὰ πάντα ἀγαθέ, ἱκάνωσον ἡμᾶς ἐν τῷ πλήθει τῶν οἰκτιρμῶν σου ἀνεπαισχύντῳ συνειδότι ἐπικαλεῖσθαι τὸ ἅγιον ὄνομά σου, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ, καὶ πάντα πρὸς τὸ συμφέρον ἡμῖν οἰκονόμησον.
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ ϛ΄ ἀντιφώνου.
Κύριε, Κύριε, ὁ τῇ ἀχράντῳ σου παλάμῃ συνέχων τὰ σύμπαντα, ὁ μακροθυμῶν ἐπὶ πᾶσιν ἡμῖν καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις ἡμῶν καὶ μακρύνων ἀφ᾿ ἡμῶν τὰς ἀνομίας ἡμῶν· μνήσθητι τῶν οἰκτιρμῶν σου καὶ τοῦ ἐλέους σου καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ σῇ ἀγαθότητι· καὶ δὸς ἡμῖν διαφυγεῖν καὶ τὸ λοιπὸν τῆς παρούσης ἡμέρας ἐκ τῶν τοῦ πονηροῦ ποικίλων μηχανημάτων, καὶ ἀνεπιβούλευτον τὴν ζωὴν ἡμῶν διαφύλαξον τῇ χάριτι τοῦ ἁγίου σου Πνεύματος.
Ἐλέει καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ ζ΄ ἀντιφώνου.
Ὁ Θεὸς ὁ μέγας καὶ θαυμαστός, ὁ ἀνεκδιηγήτῳ ἀγαθωσύνῃ καὶ πλουσίᾳ προνοίᾳ διοικῶν τὰ σύμπαντα, ὁ καὶ τὰ ἐγκόσμια ἀγαθὰ ἡμῖν δωρησάμενος καὶ κατεγγυήσας ἡμῖν τὴν ἐπηγγελμένην βασιλείαν διὰ τῶν ἤδη κεχαρισμένων ἡμῖν ἀγαθῶν, ὁ ποιήσας ἡμᾶς καὶ τῆς νῦν ἡμέρας τὸ παρελθὸν μέρος ἀπὸ παντὸς ἐκκλῖναι κακοῦ, δώρησαι ἡμῖν καὶ τὸ ὑπόλοιπον ἀμέμπτως ἐκτελέσαι ἐνώπιον τῆς ἁγίας δόξης σου, ὑμνοῦντας σὲ τὸν μόνον ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ η΄ ἀντιφώνου.
Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας αἰνοῦμεν, εὐλογοῦμεν, εὐχαριστοῦμεν καὶ δεόμεθά σου, δέσποτα τῶν ἁπάντων, φιλάνθρωπε Κύριε· κατεύθυνον τὴν προσευχὴν ἡμῶν ὡς θυμίαμα ἐνώπιόν σου, καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους πονηρίας, ἀλλὰ ῥῦσαι ἡμᾶς ἐκ πάντων τῶν θηρευόντων τὰς ψυχὰς ἡμῶν, ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ ἡμῶν, καὶ ἐπὶ σοὶ ἠλπίσαμεν· μὴ καταισχύνῃς ἡμᾶς, ὁ Θεὸς ἡμῶν.
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ ἐκτενοῦς ἱκεσίας.
Κύριε ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ τῶν σῶν δούλων καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ πάντα τὸν λαόν σου τὸν ἀπεκδεχόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ α΄ μικροῦ ἀντιφώνου. Ψαλμὸς ριδ΄ (Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς).​
Εὐλογητὸς εἶ, Κύριε, δέσποτα παντοκράτορ, ὁ φωτίσας τὴν ἡμέραν τῷ φωτὶ τῷ ἡλιακῷ καὶ τὴν νύκτα φαιδρύνας ταῖς αὐγαῖς τοῦ πυρός· ὁ τὸ μῆκος τῆς ἡμέρας διελθεῖν ἡμᾶς καταξιώσας καὶ προσεγγίσαι ταῖς ἀρχαῖς τῆς νυκτός, ἐπάκουσον τῆς δεήσεως ἡμῶν καὶ παντὸς τοῦ λαοῦ σου, καὶ πᾶσιν ἡμῖν συγχωρήσας τὰ ἑκούσια καὶ τὰ ἀκούσια ἁμαρτήματα, πρόσδεξαι τὰς ἑσπερινὰς ἡμῶν ἱκεσίας καὶ κατάπεμψον τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου ἐπὶ τὴν κληρονομίαν σου· τείχισον ἡμᾶς ἁγίοις ἀγγέλοις· ὅπλισον ἡμᾶς ὅπλοις δικαιοσύνης· περιχαράκωσον ἡμᾶς τῇ ἀληθείᾳ σου· φρούρησον ἡμᾶς τῇ δυνάμει σου· ῥῦσαι ἡμᾶς ἐκ πάσης περιστάσεως καὶ πάσης ἐπιβουλῆς τοῦ ἀντικειμένου· παράσχου δὲ ἡμῖν καὶ τὴν παροῦσαν ἑσπέραν σὺν τῇ ἐπερχομένῃ νυκτὶ τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, ἀσκανδάλιστον, ἀφάνταστον, καὶ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων τῶν ἀπ᾿ αἰῶνός σοι εὐαρεστησάντων.
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ β΄ μικροῦ ἀντιφώνου. Ψαλμὸς ριε΄ (Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ψάλλοντάς σοι Ἀλληλούϊα).​
Κύριε, Κύριε, ὁ ῥυσάμενος ἡμᾶς ἀπὸ παντὸς βέλους πετομένου ἡμέρας, ῥῦσαι ἡμᾶς καὶ ἀπὸ παντὸς πράγματος ἐν σκότει διαπορευομένου· πρόσδεξαι θυσίαν ἑσπερινὴν τὰς τῶν χειρῶν ἡμῶν ἐπάρσεις· καταξίωσον δὲ ἡμᾶς καὶ τὸ νυκτερινὸν στάδιον ἀμέμπτως διελθεῖν, ἀπειράστους κακῶν· καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ταραχῆς καὶ δειλίας τῆς ἐκ τοῦ διαβόλου ἡμῖν προσγινομένης· χάρισαι ταῖς ψυχαῖς ἡμῶν κατάνυξιν καὶ τοῖς λογισμοῖς ἡμῶν μέριμναν τῆς ἐν τῇ φοβερᾷ καὶ δικαίᾳ σου κρίσει ἐξετάσεως· καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας ἡμῶν καὶ νέκρωσον τὰ μέλη ἡμῶν τὰ ἐπὶ τῆς γῆς, ἵνα καὶ ἐν τῇ καθ᾿ ὕπνον ἡσυχίᾳ ἐμφαιδρυνώμεθα τῇ θεωρίᾳ τῶν κριμάτων σου· ἀπόστησον ἀφ᾿ ἡμῶν πᾶσαν φαντασίαν ἀπρεπῆ καὶ ἐπιθυμίαν βλαβεράν· διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν τῇ πίστει καὶ προκόπτοντας ἐν τοῖς παραγγέλμασί σου.
Εὐδοκίᾳ καὶ ἀγαθότητι τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ γ΄ μικροῦ ἀντιφώνου. Ψαλμὸς ριϛ΄ (Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς).​
Ὁ Θεὸς ὁ μέγας, ὁ αἰώνιος, ὁ ἅγιος καὶ φιλάνθρωπος, ὁ καταξιώσας ἡμᾶς καὶ ἐν ταύτῃ τῇ ὥρᾳ στῆναι κατενώπιον τῆς ἀπροσίτου σου δόξης εἰς ὕμνον καὶ αἶνον τῶν θαυμασίων σου, ἱλάσθητι ἡμῖν τοῖς ἀναξίοις σου δούλοις καὶ παράσχου χάριν τοῦ μετὰ συντετριμμένης καρδίας ἀμετεωρίστως προσενεγκεῖν σοι τὴν τρισάγιον δοξολογίαν καὶ τὴν εὐχαριστίαν τῶν μεγάλων σου δωρεῶν ὧν ἐποίησας καὶ ποιεῖς πάντοτε εἰς ἡμᾶς. Μνήσθητι Κύριε τῆς ἀσθενείας ἡμῶν, καὶ μὴ συναπολέσῃς ἡμᾶς ταῖς ἀνομίαις ἡμῶν, ἀλλὰ ποίησον μέγα ἔλεος μετὰ τῆς ταπεινώσεως ἡμῶν, ἵνα τὸ τῆς ἁμαρτίας σκότος διαφυγόντες, ἐν ἡμέρᾳ δικαιοσύνης περιπατήσωμεν, καὶ ἐνδυσάμενοι τὰ ὅπλα τοῦ φωτός, ἀνεπιβουλεύτως διατελέσωμεν ἀπὸ πάσης ἐπηρείας τοῦ πονηροῦ καὶ μετὰ παῤῥησίας δοξάσωμεν ἐπὶ πᾶσι σὲ τὸν μόνον ἀληθινὸν καὶ φιλάνθρωπον Θεόν.
Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ κεφαλοκλισίας τῶν κατηχουμένων.
Ὁ Θεός, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, ὁ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν· αὐτὸς ἔπιδε ἐξ ἑτοίμου κατοικητηρίου σου ἐπὶ τοὺς δούλους σου τοὺς κατηχουμένους· διάνοιξον τὰ ὦτα τῶν καρδιῶν αὐτῶν πρὸς τὸ εἰσδέξασθαι τὸ μυστήριον τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν· ἀναγέννησον αὐτοὺς δι᾿ ὕδατος καὶ Πνεύματος εἰς τὴν αἰώνιόν σου βασιλείαν.
Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ τῶν πιστῶν α΄ μετὰ τὴν ἀπόλυσιν τῶν κατηχουμένων.​
Κύριε ὁ Θεὸς ἡμῶν, καὶ νῦν προσερχόμεθα ἐν ὅλῃ καρδίᾳ καὶ ἐπικαλούμεθα τὸ ὄνομά σου τὸ ἅγιον, καὶ εὐχαριστοῦμέν σοι τῷ διαφυλάξαντι ἡμᾶς τὸ μῆκος τῆς ἡμέρας καὶ ἀγαγόντι εἰς τὸ ἑσπερινὸν φῶς, καὶ δεόμεθά σου, δὸς ἡμῖν διελθεῖν ἀμέμπτως καὶ τὴν παροῦσαν ἑσπέραν σὺν τῇ ἐπερχομένῃ νυκτί, καὶ πάντα τὸν χρόνον τῆς παροικίας ἡμῶν· ἔνδυσον ἡμᾶς τὴν πανοπλίαν τοῦ ἁγίου σου Πνεύματος κατὰ τῶν πνευμάτων τῆς πονηρίας καὶ κατὰ τῶν παθῶν τῆς σαρκός· πάσης ἁμαρτίας ἀπόστησον καὶ τῆς αἰωνίου σου βασιλείας ἀξίωσον.
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ τῶν πιστῶν β΄ μετὰ τὴν ἀπόλυσιν τῶν κατηχουμένων.​
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὸ ἀπρόσιτον οἰκῶν φῶς, ὀ παραγαγὼν ἡμᾶς ἐν τῷ μεγάλῳ σου ἐλέει εἰς τὴν παροῦσαν ἡμέραν, καὶ ἐπὶ τὴν ἑσπερινὴν δοξολογίαν προσκαλεσάμενος, πρόσδεξαι τὴν ἱκεσίαν ἡμῶν τῶν ἀναξίων σου δούλων, καὶ ῥυσάμενος ἡμᾶς ἐκ τοῦ σκότους τῆς ἁμαρτίας, φώτισον τοὺς ὀφθαλμοὺς τῶν ψυχῶν ἡμῶν, ἵνα πάντοτε ἐν τῷ φόβῳ σου διαμένοντες καὶ ἐν τῷ φωτί σου περιπατοῦντες, κατανοῶμεν τὰ θαυμάσιά σου, ἐπὶ πᾶσι δοξάζοντές σε τὸν μόνον ἀληθινὸν καὶ φιλάνθρωπον Θεόν.
Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ ἀπολύσεως τῶν πιστῶν.
Ὁ Θεὸς ὁ μέγας καὶ ὕψιστος, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὁ πᾶσαν τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας, ὁ διαχωρίσας ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους, καὶ τὸν μὲν ἥλιον θέμενος εἰς ἐξουσίαν τῆς ἡμέρας, σελήνην δὲ καὶ ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός· ὁ καταξιώσας ἡμᾶς τοὺς ἁμαρτωλοὺς καὶ ἐπὶ τῆς παρούσης ὥρας προφθάσαι τὸ πρόσωπόν σου ἐν ἐξομολογήσει καὶ τὴν ἑσπερινήν σοι λατρείαν προσαγαγεῖν· αὐτός, φιλάνθρωπε Κύριε, κατεύθυνον τὴν προσευχὴν ἡμῶν ὡς θυμίαμα ἐνώπιόν σου καὶ πρόσδεξαι αὐτὴν εἰς ὀσμὴν εὐωδίας· παράσχου δὲ ἡμῖν τὴν παροῦσαν ἑσπέραν καὶ τὴν ἐπιοῦσαν νύκτα εἰρηνικήν· ἔνδυσον ἡμᾶς ὅπλα φωτός, ῥῦσαι ἀπὸ φόβου νυκτερινοῦ καὶ ἀπὸ παντὸς πράγματος ἐν σκότει διαπορευομένου, καὶ δὸς ἡμῖν τὸν ὕπνον ὃν εἰς ἀνάπαυσιν τῇ ἀσθενείᾳ ἡμῶν ἐδωρήσω, πάσης διαβολικῆς φαντασίας ἀπηλλαγμένον· ναί, δέσποτα τῶν ἁπάντων, τῶν ἀγαθῶν χορηγέ, ἵνα καὶ ἐπὶ ταῖς κοίταις ἡμῶν κατανυγόμενοι, μνημονεύωμεν καὶ ἐν νυκτὶ τοῦ παναγίου ὀνόματός σου, καὶ τῇ μελέτῃ τῶν σῶν ἐντολῶν καταυγαζόμενοι, ἐν ἀγαλλιάσει ψυχῆς διανιστῶμεν πρὸς δοξολογίαν τῆς σῆς ἀγαθότητος, δεήσεις καὶ ἱκεσίας τῇ σῇ εὐσπλαγχνίᾳ προσάγοντες ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων καὶ παντὸς τοῦ λαοῦ σου, ὃν ταῖς πρεσβείαις τῆς ἁγίας Θεοτόκου ἐν ἐλέει ἐπίσκεψαι.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ κεφαλοκλισίας τῶν πιστῶν.
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου· σοὶ γὰρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν· οὓς διαφύλαξον ἐν παντὶ καιρῷ, καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργείας, διαλογισμῶν ματαίων καὶ ἐνθυμήσεων πονηρῶν.
Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 

Attachments

  • εσπερινός.pdf
    49.4 KB · Views: 159
  • εσπερινός.doc
    47.5 KB · Views: 74
Last edited:

π. Μάξιμος

Γενικός Συντονιστής

Εὐχαριστοῦμε.
Ὅπως εἶχα γράψει ἐδῶ, νά συμπληρώσεις τίς εὐχές τῶν κατηχουμένων καί τῶν πιστῶν τοῦ ᾀσματικοῦ ἑσπερινοῦ.
Ἐπίσης δέν ξέρω ἄν πρέπει νά σημειώσεις ποιές εὐχές τῶν ἀντιφώνων σέ ποιούς ψαλμούς/ἀντίφωνα ἀντιστοιχοῦν. Ἀλλά ἴσως αὐτό φανεῖ στήν ἐργασία σου.


 

Ὅπως εἶχα γράψει ἐδῶ, νά συμπληρώσεις τίς εὐχές τῶν κατηχουμένων καί τῶν πιστῶν τοῦ ᾀσματικοῦ ἑσπερινοῦ.

Εντάξει τις συμπλήρωσα. Δεν τις είχα συμπεριλάβει, γιατί δεν είχα σκοπό να τις χρησιμοποιήσω. Επίσης, σε ένα χειρόγραφο ευχολόγιο της ΕΒΕ (δυστυχώς δεν θυμάμαι ποιο) για τις αντίστοιχες ευχές του όρθρου είχα διαβάσει σημείωση ότι δεν λέγονται κάθε μέρα, αλλά ορισμένες ημέρες της εβδομάδος (νομίζω Τρίτη και Πέμπτη) και μόνο τις εβδομάδες πριν την μεγάλη τεσσαρακοστή(;). Αλλά έχετε δίκιο: Ας γίνει παράθεση και αυτών των ευχών για πιο ολοκληρωμένη εικόνα.

Ἐπίσης δέν ξέρω ἄν πρέπει νά σημειώσεις ποιές εὐχές τῶν ἀντιφώνων σέ ποιούς ψαλμούς/ἀντίφωνα ἀντιστοιχοῦν. Ἀλλά ἴσως αὐτό φανεῖ στήν ἐργασία σου.

Νομίζω θα ήταν επιπόλαιο από μέρους μου να αναφέρω κάτι τέτοιο τόσο νωρίς... Έχω ήδη σχηματίσει στο μυαλό μου μία κατανομή (δεν είναι οι ψαλμοί με τη σειρά, όπως ίσως θα περιμένατε, αλλά συγκεκριμένοι ψαλμοί για κάθε μέρα της εβδομάδας), αλλά θέλει ακόμα μελέτη... Επίσης, σκοπεύω να τελειώσω πρώτα με το ευχολόγιο, το ψαλτήριο, τα προκείμενα και τα βιβλικά αναγνώσματα.
Επόμενη στη σειρά είναι η παννυχίς...

Υ.Γ: Έκανα την αντιστοίχιση με κάποια σταθερά κομμάτια του εσπερινού (πολύ αδρά).
 

Attachments

  • Ευχές κατηχουμένων.jpg
    47.5 KB · Views: 33
  • Κατηχούμενα όρθρου.jpg
    70.7 KB · Views: 26
Last edited:
Παννυχίς.
Εὐχὴ α΄ ἀντιφώνου.​
Οἱ κατὰ τὸν καιρὸν τῆς ἡμέρας τῇ θεωρίᾳ τῆς ἐν τῇ κτίσει μεγαλουργίας σου ἐντρυφήσαντες, Κύριε, καὶ δι᾿ αὐτῆς σὲ τὸν γενεσιουργὸν τῶν ἁπάντων καὶ τῶν ὑπερφυῶν θαυμάτων ποιητὴν ὑπερεκπλαγέντες καὶ δοξάσαντες, καὶ μετὰ τὴν ταύτης παρέλευσιν ἀξίως αἴνεσίν σοι προσάγομεν, κατανοοῦντες τῆς μεγάλης σου σοφίας τὴν πρόνοιαν· ὅτι ἔθου σκότος καὶ ἐγένετο νύξ, ἀνθρώποις μὲν κόπων ἀνάπαυσιν φέρουσα, θηρίοις δὲ τροφῆς πορισμόν· καὶ μετὰ τοῦ προφήτου βοῶμέν σοι· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας. Δεόμεθα δέ, φιλάνθρωπε δέσποτα, μὴ ἐπιδῦναι ἡμῖν ἐπὶ τῷ παροργισμῷ τῶν ἡμετέρων ἁμαρτιῶν σὲ τὸν τῆς δικαιοσύνης ἥλιον, ἀλλὰ διὰ παντὸς ἡμᾶς τῷ φωτισμῷ τῆς σῆς καταλάμπεσθαι χάριτος, ἵνα ἐν ἡμέρᾳ καὶ νυκτὶ δοξάζωμέν σου τὴν ἀκατάληπτον μεγαλειότητα.
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ β΄ ἀντιφώνου.​
Σὲ τὸ ἀΐδιον καὶ ἀνέσπερον φῶς, ὁ Θεὸς ἡμῶν, παρ᾿ ᾧ οὐκ ἔστι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα ἐν τῷ παρόντι καιρῷ τῆς νυκτὸς ἀνυμνοῦντες δεόμεθα συγγρηγορεῖν τοῖς σωματικοῖς ὀφθαλμοῖς, καὶ τοὺς τῆς διανοίας ἡμῶν λογισμοὺς ἐν τῇ θεωρίᾳ τῆς δόξης σου καταξίωσον, καὶ μή τινα νυσταγμὸν ψυχῆς ὑπομείναντας στερηθῆναι τῆς πνευματικῆς φωνῆς τῆς ἐν σοὶ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως, ἀλλ᾿ ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς ᾄδοντες ἐν ταῖς καρδίαις ἡμῶν καὶ ἐν τῷ στόματι ἡμῶν σοὶ τῷ Θεῷ τῆς παρὰ σοῦ σωτηρίας τυχεῖν ἡμᾶς, ὅπως καὶ τοῦ ἤχου τῶν ἑορταζόντων ἐν οὐρανοῖς ἀπολαύειν αἰωνίως ἀξιωθῶμεν.
Ὅτι ἡγίασται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ γ΄ ἀντιφώνου.​
Ὁ τὴν ἄϋπνον καὶ ἀκατάπαυστον δοξολογίαν ὑπὸ τῶν ἐν οὐρανοῖς ἀσωμάτων καὶ νοερῶν δυνάμεων δεχόμενος Θεός, αἷς οὐχ ὑπάρχει φῶς ὑλικόν, ἀλλὰ τῆς σῆς ἀπροσίτου δόξης ἡ ἀΐδιος ἔλλαμψις τὸ ἀδιάστατον αὐταῖς τῆς ἁγιαστικῆς σου λατρείας χαρίζεται, ἐπίβλεψον ἐπὶ τὴν ἡμετέραν ταπείνωσιν, καὶ πρόσδεξαι τὴν ἐν συμμέτρῳ τῆς ἀνθρωπίνης ἀσθενείας μιμήσει τῶν ἐπουρανίων νόων προσαγομένην σοι παρ᾿ ἡμῶν νυκτερινὴν ὑμνῳδίαν, μὴ πρὸς τὸ ἀνάξιον ἀφορῶν τῆς ἡμετέρας ζωῆς, ἀλλὰ πρὸς τὸ ἄμετρον τῆς σῆς ἀγαθότητος, δι᾿ ἧς καὶ παρήγαγες ἡμᾶς ἐκ μὴ ὄντων καὶ πρὸς τὸ εἶναι συντηρεῖς, καὶ τῆς σῆς αἰνέσεως τὴν εὐωδίαν διὰ τῶν ἁγίων σου γραφῶν ἐνέπνευσας ἡμῖν αἰνεῖν σὲ τὸν μόνον ἅγιον, ἄῤῥητόν τε καὶ ἀκατάληπτον τῶν ἁπάντων ποιητὴν καὶ δεσπότην· ὃν προσκυνοῦντες δοξάζομεν, αἰτούμενοι τὴν ἐκ τοῦ σκότους τῆς ἁμαρτίας ἀπολύτρωσιν καὶ τὴν ἐν τῷ φωτὶ τοῦ προσώπου σου ἀτελεύτητον μακαριότητα.
Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ ἐκτενοῦς ἱκεσίας.
Κύριε ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ τῶν σῶν δούλων καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ πάντα τὸν λαόν σου τὸν ἀπεκδεχόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ ἀπολύσεως.
Δέσποτα παντοκράτορ, ἀκατάληπτε, ἡ ἀρχίφωτος καὶ ἀπερινόητος οὐσία, ὁ τῆς μονογενοῦς καὶ ἐνυποστάτου σου σοφίας Πατήρ, ὁ τοῦ ζωοποιοῦ σου καὶ παντοδυνάμου Πνεύματος προβολεύς, ὁ διὰ σπλάγχνα ἐλέους καὶ ἄφατον ἀγαθότητα μὴ παριδὼν τὴν τῶν ἀνθρώπων φύσιν τῷ σκότει τῆς ἁμαρτίας συνεχομένην, ἀλλὰ τὰ θεῖα φῶτα τῶν ἱερῶν σου διδαγμάτων διὰ νόμου καὶ προφητῶν ἀναλάμψας ἡμῖν, ὕστερον δὲ ἡμῖν αὐτὸν τὸν ἀληθινὸν καὶ ἄδυτον τῆς διακαιοσύνης ἥλιον, τὸν μονογενῆ σου Υἱὸν εὐδοκήσας διὰ σαρκὸς ἀνατεῖλαι καὶ πρὸς τὴν λάμψιν ἡμᾶς τοῦ σοῦ φωτισμοῦ ὁδηγῆσαι· γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεως ἡμῶν, καὶ δώρησαι ἡμῖν ἐν ἀγρύπνῳ καὶ νηφούσῃ ψυχῇ πᾶσαν τὴν τοῦ παρόντος βίου νύκτα ἡμᾶς διελθεῖν, ἐκδεχομένους τῆς ἡμέρας τοῦ Χριστοῦ σου καὶ Θεοῦ ἡμῶν, τοῦ κριτοῦ τῶν ἁπάντων τὴν παρουσίαν, ἵνα μὴ ἀναπεπτωκότες καὶ ὑπνοῦντες, ἀλλὰ γρηγοροῦντες καὶ διεγηγερμένοι ἐν τῇ ἐργασίᾳ τῶν ἐντολῶν αὐτοῦ εὑρεθῶμεν καὶ εἰς τὴν χαρὰν αὐτοῦ τοῦ Κυρίου εἰσέλθωμεν, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός, ἔνθα εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ κεφαλοκλισίας.
Κύριε ὁ Θεὸς ἡμῶν, κλῖνον τὰς καρδίας ἡμῶν εἰς ὑπακοὴν τῶν θείων σου προσταγμάτων καὶ ἀπόστρεψον τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἡμῶν τοῦ μὴ προσκεῖσθαι τῇ κοσμικῇ ματαιότητι, ἀλλ᾿ ἐνατενίζειν τῷ κάλλει τῆς δόξης σου διὰ παντὸς καταξίωσον.
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, Θεὸς τοῦ ἐλεεῖν καὶ σῴζειν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ερώτηση: Ευχές κεφαλοκλισίας των κατηχουμένων και δύο επόμενες των πιστών δε βρήκα. Γνωρίζει κάποιος κάτι σχετικό; Μήπως χρησιμοποιούνται αυτές του εσπερινού; Υπάρχει κάποια σχετική σημείωση σε ευχολόγιο ή τυπικό; Αν δεν χρησιμοποιούνται, γιατί συμβαίνει αυτό, καθώς υπάρχουν αντίστοιχες στις λειτουργίες, στις τριθέκτες, στους εσπερινούς και στους όρθρους;
 

Attachments

  • παννυχίς.pdf
    30.1 KB · Views: 83
  • παννυχίς.doc
    20.5 KB · Views: 30
Last edited:

dkalpakidis

Dimitrios Kalpakidis
Μανουήλ δομέστικος;79097 said:

Εὐχὴ ἐκτενοῦς ἱκεσίας.
Κύριε ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρά τῶν σῶν δούλων καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ πάντα τὸν λαόν σου τὸν ἀπεκδεχόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Θα με ενδιέφερε η πηγή για την συγκεκριμένη ευχή.
Για καθαρά πρακτικούς λόγους.
Στην Παννυχίδα που τελέσθηκε στον Ιερό Ναό Αγίου Στεφάνου Σκύδρας της έγινε δέηση (της Λιτής) με το "Επάκουσον ημών ο Θεός".
Ευχαριστώ.
 
Last edited:
Θα με ενδιέφερε η πηγή για την συγκεκριμένη ευχή.
Ευχαριστώ.

Την έβαλα από συνήθεια καθώς σε όλες τις υπόλοιπες ακολουθίες υπάρχει η εκτενής δέηση. Όντως σε καμία πηγή (από αυτές που γνωρίζω) δε σώζεται η ευχή της εκτενούς ικεσίας, ούτε η δέηση του διακόνου, αλλά τα μ΄ Κύριε ἐλέησον και η μοναχική δέηση Ἔτι δεόμεθα ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐλεῆσαι ἡμας (όπως υπάρχει στο βιβλίο Παννυχίς, Γρ. Θ. Στάθη). Αλλά έχω την πεποίθηση ότι δεν ήταν πάντα έτσι. Όπως έγινε η προσθήκη του 90ού ψαλμού, πιστεύω ότι η ακολουθία της παννυχίδος υπέστη αρκετές αλλοιώσεις, ανάμεσα στις οποίες και η όχι τόσο αυστηρή δομή των συναπτών, η αλλαγή των ψαλμών της παννυχίδας (οι ωδές των αναβαθμών είναι ψαλμοί του όρθρου). Από τη σύνθεση των ευχών (715-730) μέχρι 11ο -14ο αιώνα, είναι αρκετός καιρός για να χάσει και την αξία της ως καθημερινή ακολουθία του νυχθημέρου και να υποβιβαστεί σε μία εορταστική τελετή ή μία <<παράκληση>> κατά τις νηστείες. Τέλος πάντων, όλα τα παραπάνω είναι προσωπικές απόψεις. Το συμπέρασμα είναι ότι η ευχή είναι αμάρτυρη. Όταν κάνω τέτοιες παρεμβάσεις θα προειδοποιώ από εδώ και πέρα.
 
Last edited:

dkalpakidis

Dimitrios Kalpakidis
Κοίτα, ίσως έχεις δίκαιο. Απλά κι εγώ ξαφνιάστηκα.
Επειδή ασχολήθηκα λίγο με την Παννυχίδα.
Εκεί η δομή της πράγματι είναι σαν να απουσιάζουν τουλάχιστον Εκτενή -Πληρωτικά...
 

MTheodorakis

Παλαιό Μέλος
Last edited:
Εκεί η δομή της πράγματι είναι σαν να απουσιάζουν τουλάχιστον Εκτενή -Πληρωτικά...

Αυτό ακριβώς εννοώ, ότι και εκτενής πρέπει να λέγεται αλλά και τα πληρωτικά. Δεν υπάρχει λόγος για ιδιορρυθμία σε αυτήν την ακολουθία, αφού έχει την ίδια βασική δομή με τις υπόλοιπες. Πάλι βέβαια εκφράζω προσωπική άποψη και δεν έχω μαρτυρίες.


Ὁ διαχωρισμὸς τῶν κατηχουμένων λείπει ἴσως λόγῳ συνθηκῶν νυκτός.

Μπορείτε να το εξηγήσετε περισσότερο;
 
Τριθέκτη.
Εὐχὴ α΄ ἀντιφώνου.​
Ὁ Θεὸς ὁ ἐπὶ τῶν Χερουβεὶμ καθεζόμενος καὶ ὑπὸ τῶν Σεραφεὶμ δοξαζόμενος, ἐπίβλεψον ἐφ᾿ ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου, καὶ διέγειρον ἡμῶν τὸν νοῦν πρὸς δοξολογίαν τῆς σῆς ἀγαθότητος, ἐξάρπασον δὲ ἡμᾶς ἀπὸ πάσης ἐπιβουλῆς τοῦ ἐχθροῦ, ἵνα τῷ φωτί σου καταλαμπόμενοι καὶ τῇ βουλῇ σου ὁδηγούμενοι πρὸς πᾶν ἔργον ἀγαθόν, ἀξιωθῶμεν τῆς ἐπουρανίου βασιλείας συναριθμούμενοι πᾶσι τοῖς ἐκλεκτοῖς σου.
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, Θεὸς τοῦ ἐλεεῖν καὶ σῴζειν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ β΄ ἀντιφώνου.
Δεόμεθά σου, Κύριε ὁ Θεὸς ἡμῶν, μακροθύμησον ἐφ᾿ ἡμῖν τοῖς ἁμαρτωλοῖς καὶ φεῖσαι τῶν ἔργων τῶν χειρῶν σου, ὁ εἰδὼς ἡμῶν τὴν ἀσθένειαν, λυτρούμενος ἡμᾶς ἀπὸ παντὸς πειρασμοῦ καὶ πάντων τῶν ἐνεστώτων καὶ ἐπερχομένων δεινῶν καὶ τῆς ἐξουσίας τοῦ σκότους τοῦ αἰῶνος τούτου, καὶ μετάστησον εἰς τὴν βασιλείαν του μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν.
Ὅτι δεδόξασταί σου τὸ πανάγιον ὄνομα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ γ΄ ἀντιφώνου.
Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, οὗ ἡ δόξα ἀκατάληπτος καὶ τὸ ἔλεος ἀμέτρητον καὶ ἡ φιλανθρωπία ἄφατος· σὺ κατὰ τὴν σὴν εὐσπλαγχνίαν ἐπίβλεψον ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ πάντα τὸν λαόν σου, καὶ μὴ παραδώῃς ἡμᾶς ταῖς ἀνομίαις ἡμῶν, ἀλλὰ ποίησον μεθ᾿ ἡμῶν τὰ ἐλέη σου· ὁδήγησον ἡμᾶς ἐπὶ λιμένα θελήματός σου, καὶ ἐργάτας ἀληθινοὺς ἀναδειξον τῶν σῶν ἐντολῶν, ἵνα μὴ καταισχυνθῶμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως τῷ φοβερῷ βήματι τοῦ Χριστοῦ σου παριστάμενοι.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ ἀντὶ τοῦ τρισαγίου.
Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ὁ διδοὺς εὐχὴν τῷ εὐχομένῳ καὶ προσδεχόμενος τὰς ἱκεσίας τῶν δούλων σου τῶν βοῶντων πρὸς σὲ νυκτὸς καὶ ἡμέρας· κλῖνον καὶ νῦν τὸ οὖς σου καὶ ἐπάκουσον τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν· μὴ ἀποστρέψῃς, Κύριε, τὸ πρόσωπόν σου ἀφ᾿ ἡμῶν τῶν ἁμαρτωλῶν, μηδὲ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων, ὁ γινώσκων τὸ πλάσμα ἡμῶν καὶ ἐπιστάμενος τὴν ἀσθένειαν ἡμῶν· μνήσθητι, Κύριε, ὅτι χοῦς ἐσμεν, πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον, καὶ τῇ μεγαλωσύνῃ τοῦ βραχίονός σου περιποίησαι ἐν ἐλέει τὴν ζωὴν ἡμῶν· ὁδήγησον ἡμᾶς ἐν ὁδῷ εὐθείᾳ τοῦ πορευθῆναι ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου· δίδαξον ἡμᾶς τοῦ ποιεῖν τὸ θέλημά σου, λαλεῖν ἐν τοῖς μαρτυρίοις σου, μελετᾷν τὸν νόμον σου ἡμέρας καὶ νυκτός· ἔντειλαι τοῖς ἁγίοις ἀγγέλοις σου τοῦ διαφυλάξαι ἡμᾶς ἐν πάσαις ταῖς ὁδοῖς ἡμῶν καὶ ῥύσασθαι ἀπὸ παντὸς βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ· πλήρωσον τὸ στόμα ἡμῶν αἰνέσεως καὶ τὰ χείλη ἡμῶν ἀγαλλιάσεως τοῦ λαλεῖν ἑαυτοῖς ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς ἐν χάριτι, ᾄδειν τε καὶ ψάλλειν ἐν ταῖς καρδίαις ἡμῶν καὶ εὐχαριστεῖν ἐπὶ πᾶσι σοὶ τῷ Θεῷ τῶν ὅλων τῷ σῴζοντι τοὺς ἐλπίζοντας εἰς τὸν πλοῦτον τοῦ ἐλέους σου.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ ἐκτενοῦς ἱκεσίας.
Κύριε ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ τῶν σῶν δούλων καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ πάντα τὸν λαόν σου τὸν ἀπεκδεχόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ κεφαλοκλισίας τῶν κατηχουμένων.
Κύριε παντοκράτορ καὶ φιλάνθρωπε, ἔπιδε ἐξ ὕψους ἁγίου σου ἐπὶ τοὺς δούλους σου τοὺς κατηχουμένους τοὺς κλίνοντάς σοι τὸν ἑαυτῶν αὐχένα καὶ ἀναμένοντας τὸ παρὰ σοῦ ἔλεος· ἀποκάλυψον αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης σου, συγκαταρίθμησον αυτοὺς τῇ ἐκλεκτῇ σου ποίμνῃ καὶ καταξίωσον αὐτοὺς ἐν καιρῷ εὐθέτῳ τῆς διὰ τοῦ βαπτίσματος ἀναγεννήσεως.
Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ κεφαλοκλισίας τῶν πρὸς τὸ φώτισμα εὐτρεπιζομένων.
Κύριε ὁ Θεὸς ἡμῶν, ἐπίφανον τοὺς οἰκτιρμούς σου ἐπὶ πάντας ἡμᾶς καὶ ἐπὶ τοὺς πρὸς τὸ ἅγιον φώτισμα εὐτρεπιζομένους, τοὺς καὶ νῦν ὑποκεκλικότας σοι τὸν αὐχένα τὸν ἑαυτῶν εἰς τὸ ἐναυγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου σου· ἄγγελον φωτὸς ἐξαπόστειλον ῥυόμενον αὐτοὺς ἀπὸ πάσης ἀντικειμένης ἐνεργείας, ἵνα τῆς ἀθανάτου σου δωρεᾶς ἀξιούμενοι καὶ κατὰ τὰς ἐντολάς σου πολιτευόμενοι, τῶν ἐπουρανίων σου ἀγαθῶν ἀπολαύσωσιν.
Ὅτι σὺ εἶ ὁ φωτισμὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ τῶν πιστῶν α΄ μετὰ τὴν ἀπόλυσιν τῶν κατηχουμένων.
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τῆς πολυθέου πλάνης διὰ τῆς σῆς παρουσίας ἀποστήσας τὸν ἄνθρωπον, διὰ τῶν θαυμάτων σου ποίησας γνωρίζειν σὲ τὸν μόνον δημιουργὸν καὶ ποιητὴν τῶν ἁπάντων, καὶ τὴν ἐλπίδα τίθεσθαι ἐπὶ σοί, πολυέλεος ὑπάρχων, τήρησον ἡμᾶς ἐν τῷ ὀνόματί σου καὶ ἁγίασον ἡμᾶς ἐν τῇ ἀληθείᾳ σου, καὶ κατάπεμψον τοὺς οἰκτιρμούς σου ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ πάντα τὸν λαόν σου.
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, Θεὸς τοῦ ἐλεεῖν καὶ σῴζειν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ τῶν πιστῶν β΄ μετὰ τὴν ἀπόλυσιν τῶν κατηχουμένων.
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἐν ὀλίγῳ χρόνῳ τὴν πάροδον τῆς ζωῆς τοῦ ἀνθρώπου περιστείλας διὰ τὸ ἀσθενὲς καὶ εὐάλωτον τῆς αὐτοῦ φύσεως, καὶ ἀντάμειψιν αἰωνίων ἀγαθῶν ἐπαγγειλάμενος αὐτῷ καταγωνιζομένῳ τῶν ἔργων τοῦ ἐχθροῦ· αὐτός, δέσποτα, κραταίωσον ἡμᾶς ἐν τῷ φόβῳ σου, ἐνίσχυσον ἡμᾶς ἐν τοῖς λόγοις σου, ὁδήγησον ἡμᾶς ἐν τῇ δικαιοσύνῃ σου.
Ὅτι εὐλόγηται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ ἀπολύσεως τῶν πιστῶν.
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ μόνος ἀγαθὸς καὶ φιλάνθρωπος, ὁ μόνος χρηστὸς καὶ ἐπιεικής, ὁ μόνος οἰκτίρμων καὶ ἐλεήμων, Θεὸς ἡμῶν καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἐπὶ Ποντίου Πιλάτου σταυρωθέντος καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐξεγερθέντος καὶ εἰσελθόντος εἰς τὴν δόξαν τὴν ἑαυτοῦ καὶ τὴν σήν· ἐλθέτω ἡ χάρις σου ἐφ᾿ ἡμᾶς τοὺς δούλους σου καὶ ἐνδυναμωσάτω ἡμᾶς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης σου. Πάτερ εὐσπλαγχνίας, φώτισον ἡμῶν τὰ σπλάγχνα καὶ πάντα τὰ μέλη τῷ σῷ θελήματι καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κακίας καὶ ἁμαρτίας, συντήρησον δὲ ἡμᾶς ἀσπίλους καὶ ἀμώμους ἀπὸ πάσης περιεργίας τοῦ ἀντικειμένου· καὶ χάρισαι ἡμῖν, Κύριε, κατὰ τὴν σὴν χρηστότητα τὰ σὰ νοεῖν, τὰ σὰ φρονεῖν, ἐν τοῖς σοῖς ἀναστρέφεσθαι, τὸν σὸν φόβον φοβεῖσθαι καὶ ποιεῖν τὰ σoὶ εὐάρεστα ἕως τῆς ἐσχάτης ἡμῶν ἡμέρας καὶ ὥρας καὶ ἀναπνοῆς. Ἐπικαλούμεθά σε, δέσποτα, τὸν ἀληθινὸν ἡμῶν Θεόν, ἡμεῖς οἱ ἁμαρτωλοί, ὅπως ἂν κατὰ τὸ ἀνεκδιήγητόν σου ἔλεος σφραγίσῃς ἡμῶν τὸ σῶμα καὶ τὴν ψυχὴν καὶ τὸ πνεῦμα· καὶ διατήρησον ἀπὸ παντὸς πονηροῦ δαίμονος, ἀπὸ παντὸς ἑρπετοῦ ἰοβόλου, ἀπὸ παντὸς θηρίου τοῦ ἐπὶ τῆς γῆς, ἀπὸ πάσης ἀνομίας, ἀπὸ πάσης φαρμακείας, ἀπὸ πάσης πλάνης καὶ πάσης ματαιότητος, ἀπὸ πάσης πορνείας καὶ πλεονεξίας, ἀπὸ πάσης νόσου καὶ μαλακίας, ἀπὸ παντὸς ψεύδους καὶ πάσης ῥᾳδιουργίας καὶ πάσης παγίδος τοῦ ἀντικειμένου ἡμῖν. Πάτερ ἀφθαρσίας, σκέπασον ἡμᾶς τοὺς σοὺς δούλους τῇ σῇ εὐσπλαγχνίᾳ, καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς, μηδὲ ποιήσῃς ἐπίχαρμα ἐχθρῶν καὶ ἐξουδένωμα λαοῦ καὶ καταπάτημα δαιμόνων, ἀλλ᾿ ἵνα ἡ σὴ χάρις, τὸ σὸν ἔλεος εἴη μεθ᾿ ἡμῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν.
Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ κεφαλοκλισίας τῶν πιστῶν.
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ καθήμενος ἐπὶ θρόνου δόξης καὶ ἐπιβλέπων ἀβύσσους, ὄμματι εὐσπλάγχνῳ τὴν ταπείνωσιν ἡμῶν ἐπισκεπτόμενος, εὐλόγησον πάντας ἡμᾶς τοὺς ὑποκεκλικότας σοι τὰς ἑαυτῶν κεφαλὰς καὶ ὕψωσον τὸ κέρας ἡμῶν ἐν τῇ εὐδοκίᾳ σου.
Εἴη τὸ πανάγιον ὄνομα τῆς φιλανθρωπίας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 

Attachments

  • τριθέκτη.pdf
    35.3 KB · Views: 99
  • τριθέκτη.doc
    28.5 KB · Views: 37
Last edited:
Ὄρθρος.
Εὐχὴ α΄ ἀντιφώνου.
Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ἡμῶν, τῷ ἐξαναστήσαντι ἡμᾶς ἐκ τῶν κοιτῶν ἡμῶν καὶ ἐμβαλόντι εἰς τὸ στόμα ἡμῶν λόγον αἰνέσεως τοῦ προσκυνεῖν καὶ ἐπικαλεῖσθαι τὸ ὄνομά σου τὸ ἅγιον· καὶ δεόμεθα τοῖς σοῖς οἰκτιρμοῖς, τῇ σῇ χρηστότητι ᾗ πάντοτε ἐχρήσω περὶ τὴν ἡμετέραν ζωήν, καὶ νῦν ἐξαπόστειλον τὴν βοήθειάν σου ἐπὶ τοὺς ἑστῶτας πρὸ προσώπου τῆς ἁγίας δόξης σου καὶ ἀπεκδεχομένους τὸ παρὰ σοῦ πλούσιον ἔλεος· καὶ δὸς αὐτοῖς μετὰ φόβου καὶ ἀγάπης πάντοτε σοὶ λατρεύοντας αἰνεῖν, ὑμνεῖν, προσκυνεῖν τὴν ἀνεκδιήγητόν σου ἀγαθότητα.
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ β΄ ἀντιφώνου.
Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμα ἡμῶν πρὸς σέ, ὁ Θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς· δικαιοσύνην καὶ ἁγιασμὸν ἐπιτελεῖν ἐν τῷ φόβῳ σου συνέτισον ἡμᾶς· σὲ γὰρ δοξάζομεν τὸν ὄντως ὄντα Θεόν· κλῖνον τὸ οὖς σου καὶ ἐπάκουσον ἡμῶν καὶ μνήσθητι, Κύριε, τῶν συμπαρόντων καὶ συνευχομένων ἡμῖν πάντων κατ᾿ ὄνομα, καὶ σῶσον αὐτοὺς τῇ δυνάμει σου· εὐλόγησον τὸν λαόν σου καὶ ἁγίασον τὴν κληρονομίαν σου· εἰρήνην τῷ κόσμῳ σου δώρησαι· ταῖς ἐκκλησίαις σου, τοῖς ἱερεῦσι, τοῖς βασιλεῦσιν ἡμῶν καὶ παντὶ τῷ λαῷ σου.
Ὅτι εὐλόγηται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ γ΄ ἀντιφώνου.
Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμα ἡμῶν πρὸς σέ, ὁ Θεός, διότι φῶς τὰ προστάγματά σου· δίδαξον ἡμᾶς, ὁ Θεός, τὴν δικαιοσύνην σου, τὰς ἐντολάς σου καὶ τὰ δικαιωματά σου· φώτισον τοὺς ὀφθαλμοὺς τῶν διανοιῶν ἡμῶν, μήποτε ὑπνώσωμεν ἐν ἁμαρτίαις εἰς θάνατον· ἀπέλασον πάντα ζόφον ἀπὸ τῶν καρδιῶν ἡμῶν· χάρισαι ἡμῖν τὸν τῆς δικαιοσύνης ἥλιον· ἀνεπηρέαστον τὴν ζωὴν ἡμῶν διαφύλαξον ἐν τῇ σφραγῖδι τοῦ ἁγίου σου Πνεύματος· κατεύθυνον τὰ διαβήματα ἡμῶν εἰς ὁδὸν εἰρήνης· δὸς ἡμῖν ἰδεῖν τὸν ὄρθρον καὶ τὴν ἡμέραν ἐν ἀγαλιάσει, ἵνα σοὶ τὰς ἑωθινὰς ἀναπέμπωμεν εὐχάς.
Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ δ΄ ἀντιφώνου.​
Δέσποτα ὁ Θεός, ὁ ἅγιος καὶ ἀκατάληπτος, ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὁ ἀναπαύσας ἡμᾶς ἐν τῷ τῆς νυκτὸς ὕπνῳ καὶ διαναστήσας πρὸς δοξολογίαν καὶ ἱκεσίαν τῆς σῆς ἀγαθότητος, δυσωπούμενος ὑπὸ τῆς ἰδίας σου εὐσπλαγχνίας· πρόσδεξαι ἡμᾶς καὶ νῦν προσκυνοῦντάς σε καὶ κατὰ δύναμιν εὐχαριστοῦντάς σοι, καὶ δώρησαι ἡμῖν πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα· ἀνάδειξον ἡμᾶς υἱοὺς φωτὸς καὶ κληρονόμους τῶν αἰωνίων σου ἀγαθῶν. Μνήσθητι, Κύριε, ἐν τῷ πλήθει τῶν οἰκτιρμῶν σου καὶ παντὸς τοῦ λαοῦ σου· τῶν συμπαρόντων καὶ συνευχομένων ἡμῖν, καὶ πάντων τῶν ἀδελφῶν ἡμῶν, τῶν ἐν γῇ, τῶν ἐν θαλάσσῃ, τῶν ἐν παντὶ τόπῳ τῆς δεσποτείας σου δεομένων τῆς σῆς φιλανθρωπίας καὶ βοηθείας, καὶ πᾶσι χορήγησον τὸ μέγα σου ἔλεος, ἵνα σεσωσμένοι ψυχῇ τε καὶ σώματι πάντοτε διαμένοντες, μετὰ παῤῥησίας δοξάζωμεν τὸ θαυμαστὸν καὶ εὐλογημένον ὄνομά σου.
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ ε΄ ἀντιφώνου.
Ἀγαθῶν θησαυρέ, πηγὴ ἀένναος, Πάτερ ἅγιε, θαυμαστοποιέ, παντοδύναμε καὶ παντοκράτορ, πάντες σε προσκυνοῦμεν καὶ σοῦ δεόμεθα, τὰ σὰ ἐλέη καὶ τοὺς σοὺς οἰκτιρμοὺς ἐπικαλούμενοι εἰς βοήθειαν καὶ ἀντίληψιν τῆς ἡμετέρας ταπεινώσεως· μνήσθητι, Κύριε, τῶν σῶν ἱκετῶν, πρόσδεξαι πάντων ἡμῶν τὰς ἑωθινὰς δεήσεις ὡς θυμίαμα ἐνώπιόν σου, καὶ μηδένα ἡμῶν ἀδόκιμον ποιήσῃς, ἀλλὰ πάντας ἡμᾶς περιποίησαι διὰ τῶν οἰκτιρμῶν σου. Μνήσθητι, Κύριε, τῶν ἀγρυπνούντων καὶ ψαλλόντων εἰς δόξαν σὴν καὶ τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν καὶ τοῦ ἁγίου σου Πνεύματος· γενοῦ αὐτῶν βοηθὸς καὶ ἀντιλήπτωρ, πρόσδεξαι αὐτῶν τὰς ἱκεσίας εἰς τὸ ὑπερουράνιον καὶ νοερόν σου θυσιαστήριον.
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ ϛ΄ ἀντιφώνου.
Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, ὅτι πάντα ποιεῖς εἰς εὐεργεσίαν τῆς ζωῆς ἡμῶν, ἵνα διὰ παντὸς πρὸς σὲ ἀποβλέπωμεν, τὸν Σωτῆρα καὶ εὐεργέτην τῶν ἡμετέρων ψυχῶν, ὅτι διανέπαυσας ἡμᾶς ἐν τῷ παρελθόντι τῆς νυκτὸς μέτρῳ καὶ ἐξήγειρας ἡμᾶς ἐκ τῶν κοιτῶν ἡμῶν καὶ ἔστησας εἰς προσκύνησιν τοῦ τιμίου ὀνόματός σου· διὸ δεόμεθά σου, Κύριε, δὸς ἡμῖν χάριν καὶ δύναμιν, ἵνα καταξιωθῶμεν ψάλλειν σοι συνετῶς καὶ προσεύχεσθαι ἀδιαλείπτως ἐν φόβῳ καί τρόμῳ, τὴν ἑαυτῶν σωτηρίαν κατεργαζόμενοι διὰ τῆς ἀντιλήψεως τοῦ Χριστοῦ σου. Μνήσθητι, Κύριε, καὶ τῶν ἐκ νυκτὸς πρὸς σὲ βοώντων· ἐπάκουσον αὐτῶν καὶ ἐλέησον, καὶ σύντριψον ὑπὸ τοὺς πόδας αὐτῶν τοὺς ἀοράτους καὶ πολεμίους ἐχθρούς.
Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ ζ΄ ἀντιφώνου.​
Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ἐξαναστήσας ἡμᾶς ἐκ τῶν κοιτῶν ἡμῶν καὶ ἐπισυναγαγὼν ἐπὶ τὴν ὥραν ταύτην τῆς προσευχῆς, δὸς ἡμῖν χάριν ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν, καὶ πρόσδεξαι ἡμῶν τὰς κατὰ δύναμιν εὐχαριστίας, καὶ δίδαξον ἡμᾶς τὰ δικαιώματά σου· ὅτι προσεύξασθαι καθ᾿ ὃ δεῖ οὐκ οἴδαμεν, ἐὰν μὴ σύ, Κύριε, τῷ Πνεύματί σου τῷ ἁγίῳ ὁδηγήσῃς ἡμᾶς· διὸ δεόμεθά σου, εἴ τι ἡμάρτομεν μέχρι τῆς παρούσης ὥρας ἐν λόγῳ ἢ ἐν ἔργῳ ἢ κατὰ διάνοιαν, ἑκουσίως ἢ ἀκουσίως, ἄνες, ἄφες, συγχώρησον· ἐὰν γὰρ ἀνομίας πατατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός, παρὰ σοὶ ἡ ἀπολύτρωσις· σὺ εἶ μόνος ἅγιος, βοηθὸς κραταιός, ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, καὶ ἐν σοὶ ἡ ὕμνησις ἡμῶν διὰ παντός.
Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ η΄ ἀντιφώνου.
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν τοῦ ὕπνου ῥᾳθυμίαν ἀποσκεδάσας ἀφ᾿ ἡμῶν, καὶ συγκαλέσας ἡμᾶς κλήσει ἁγίᾳ τοῦ καὶ ἐν νυκτὶ ἐπᾶραι τὰς χεῖρας ἡμῶν καὶ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου· πρόσδεξαι τὰς δεήσεις ἡμῶν, τὰς ἐντεύξεις, τὰς ἐξομολογήσεις, τὰς νυκτερινὰς λατρείας καὶ χάρισαι ἡμῖν, ὁ Θεός, πίστιν ἀκαταίσχυντον, ἐλπίδα βεβαίαν, ἀγάπην ἀνυπόκριτον· εὐλόγησον ἡμῶν εἰσόδους καὶ ἐξόδους, πράξεις, ἔργα, λόγους, ἐνθυμήσεις, καὶ δὸς ἡμῖν καταντῆσαι εἰς τὰς ἀρχὰς τῆς ἡμέρας αἰνοῦντας, ὑμνοῦντας, εὐλογοῦντας, προσκυνοῦντας τῆς σῆς ἀφράστου χρηστότητος τὴν ἀγαθότητα.
Ὅτι ηὐλόγηταί σου τὸ πανάγιον ὄνομα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ ν΄ ψαλμοῦ.
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν διὰ μετανοίας ἄφεσιν τοῖς ἀνθρώποις δωρησάμενος καὶ τύπον ἡμῖν ἐπιγνώσεως ἁμαρτημάτων καὶ ἐξομολογήσεως τὴν τοῦ προφήτου Δαυῒδ μετάνοιαν πρὸς συγχώρησιν ὑποδείξας· αὐτός, δέσποτα, πολλοῖς ἡμᾶς καὶ μεγάλοις περιπεπτωκότας πλημμελήμασιν ἐλέησον κατὰ τὸ μέγα σου ἔλεος, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὰ ἀνομήματα ἡμῶν, ὅτι σοὶ ἡμάρτομεν, Κύριε, τῷ καὶ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς καρδίας τῶν ἀνθρώπων γινώσκοντι καὶ μόνῳ ἔχοντι ἐξουσίαν ἀφιέναι ἁμαρτίας· καρδίαν δὲ καθαρὰν κτίσας ἐν ἡμῖν καὶ πνεύματι ἡγεμονικῷ στηρίξας ἡμᾶς, καὶ τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου γνωρίσας ἡμῖν, μὴ ἀποῤῥίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου, ἀλλ᾿ εὐδόκησον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς προσφέρειν σοι θυσίαν δικαιοσύνης καὶ ἀναφορὰν ἐν τοῖς ἁγίοις σου θυσιαστηρίοις.
Ἐλέει καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ αἴνων.
Ὁ Θεὸς ὁ Θεὸς ἡμῶν, ὁ τὰς νοερὰς καὶ λογικὰς ὑποστησάμενος δυνάμεις τῷ σῷ θελήματι, σοῦ δεόμεθα καὶ σὲ ἱκετεύομεν· πρόσδεξαι ἡμῶν μετὰ τῶν κτισμάτων σου πάντων τὴν κατὰ δύναμιν δοξολογίαν, καὶ ταῖς πλουσίαις τῆς σῆς ἀγαθότητος ἀντάμειψαι δωρεαῖς, ὅτι σοὶ κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα πνοὴ καὶ κτίσις αἰνεῖ τὴν ἀκατάληπτόν σου δόξαν· μόνος γὰρ εἶ Θεὸς ἀληθινὸς καὶ πολυέλεος.
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ ἐκτενοῦς ἱκεσίας.
Κύριε ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ τῶν σῶν δούλων καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ πάντα τὸν λαόν σου τὸν ἀπεκδεχόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ κεφαλοκλισίας τῶν κατηχουμένων.​
Εὐλόγησον καὶ νῦν, Κύριε, τοὺς δούλους σου τοὺς κατηχουμένους οὓς προσεκαλέσω κλήσει ἁγίᾳ ἐπὶ τὸ θαυμαστὸν φῶς τῆς σῆς ἐπιγνώσεως, καὶ δὸς αὐτοῖς ἐπιγνῶναι περὶ ὧν κατήχηνται λόγων τὴν ἀσφάλειαν, ἔμπλησον αυτοὺς Πνεύματος ἁγίου εἰς τὸ γενέσθαι καὶ αὐτοὺς πρόβατα σοῦ τοῦ ἀληθινοῦ ποιμένος ἐσφραγισμένα τῇ σφραγῖδι τοῦ ἁγίου σου Πνεύματος, ὅπως μέλη τίμια γένωνται τοῦ σώματος τῆς ἐκκλησίας σου, καὶ καταξιωθῶσι καὶ ἐν τῷ μέλλοντι αἰῶνι τῆς μακαρίας ὄντως ἐλπίδος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ τῶν πιστῶν α΄ μετὰ τὴν ἀπόλυσιν τῶν κατηχουμένων.
Κύριε, Κύριε, σή ἐστιν ἡ ἡμέρα καὶ σή έστιν ἡ νύξ, σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον, σὺ ἐποίησας πάντα τὰ ὡραῖα τῆς γῆς, καὶ σοῦ δεόμεθα, συνανάτειλον τῷ φωτὶ τῆς ἡμέρας τὰ πλούσιά σου ἐλέη ἐπὶ τὴν ταπείνωσιν ἡμῶν, ἐλευθέρωσον ἡμᾶς ἀπὸ σκότους καὶ σκιᾶς θανάτου καὶ πάσης ἐπιβουλῆς καὶ τέχνης τοῦ πονηροῦ.
Ὅτι ἡγίασται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ τῶν πιστῶν β΄ μετὰ τὴν ἀπόλυσιν τῶν κατηχουμένων.​
Τῇ διατάξει σου, Κύριε, Κύριε, διαμένει ἡμέρα, καὶ σὲ ὑμνεῖ πᾶσα ἡ δύναμις τῶν οὐρανῶν, καὶ σὲ προσκυνεῖ πᾶσα ψυχὴ κατὰ δύναμιν δοξολογοῦσα· καὶ δεόμεθά σου, χάρισαι ἡμῖν τὴν ἡμέραν πᾶσαν εἰρηνικὴν ἐκτελέσαι ἐν πολιτείᾳ ἁγνῇ, ἐν ζωῇ εὐαρέστῳ σοι, ἐν καρδίᾳ καθαρᾷ, ἵνα τῶν σῶν εὐεργεσιῶν ἀπολαύοντες, ἀξιωθῶμεν ἐν παντὶ καιρῷ ἀκατακρίτως εὐλογεῖν τὴν σὴν ἀγαθότητα.
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ ἀπολύσεως τῶν πιστῶν.
Αἰνοῦμεν καὶ ὑμνοῦμεν καὶ εὐλογοῦμεν καὶ δοξάζομεν καὶ εὐχαριστοῦμέν σοι, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ὅτι παρήγαγες τὴν σκιὰν τῆς νυκτὸς καὶ ἔδειξας ἡμῖν πάλιν τὸ φῶς τῆς ἡμέρας· ἀλλ᾿ ἱκετεύομεν τὴν σὴν ἀγαθότητα, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν καὶ πρόσδεξαι τὴν δέησιν ἡμῶν ἐν τῇ μεγάλῃ σου εὐσπλαγχνίᾳ, ὅτι πρὸς σὲ καταφεύγομεν τὸν ἐλεήμονα καὶ παντοδύναμον Θεόν· λάμψον ἐν ταῖς καρδίαις ἡμῶν τὸν ἀληθινὸν ἥλιον τῆς δικαιοσύνης σου, φώτισον τὸν νοῦν ἡμῶν καὶ τὰς αἰσθήσεις ὅλας διατήρησον, ἵνα ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦντες τὴν ὁδὸν τῶν ἐντολῶν σου, καταντήσωμεν εἰς τὴν ζωὴν τὴν αἰώνιον, ὅτι παρὰ σοί ἐστιν ἡ πηγὴ τῆς ζωῆς, καὶ ἐν ἀπολαύσει γενέσθαι καταξιωθῶμεν τοῦ ἀπροσίτου φωτός.
Ὅτι Θεὸς ἐλέους καὶ οἰκτιρμῶν καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εὐχὴ κεφαλοκλισίας τῶν πιστῶν.
Κύριε ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς καρδίας καὶ τοῦ σώματος, καὶ δεόμεθά σου, ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴ τι ἡμάρτομεν ἑκουσίως ἢ ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν καὶ τά ἐγκόσμια ἀγαθά σου.
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 

Attachments

  • όρθρος.pdf
    43.7 KB · Views: 74
  • όρθρος.doc
    38 KB · Views: 42
Last edited:
Ανέβηκαν όλες οι ευχές των ασματικών ακολουθιών. Στα συνημμένα υπάρχει η σύγκριση των πηγών με τη μέγιστη δυνατή ακρίβεια. Στις αναρτήσεις έχουν γίνει βασικές διορθώσεις είτε ορθογραφικές είτε νοηματικές (ποτέ αυθαίρετα αλλά πάντα με παραπομπή μου κατά τη διόρθωση στο αντίστοιχο χωρίο της αγίας γραφής). Ωστόσο, και στον εσπερινό και στον όρθρο υπάρχουν αρκετά διφορούμενα σημεία.
Επίσης, οι εκφωνήσεις είναι διαφορετικές για κάποιες ευχές. Φαίνεται ότι στις μοναχικές ακολουθίες, χρησιμοποιήθηκαν αυτές του Goar, ενώ το βαρβερινό ευχολόγιο είναι κατ᾿ εξοχήν "ασματικό" ευχολόγιο. Άρα, προτιμητέες οι εκφωνήσεις του βαρβερινού;
Με προβλημάτισε τέλος η ύπαρξη στο βαρβερινό ευχολόγιο ευχών τριών αντιφώνων, απολύσεως και κεφαλοκλισίας για μεσονυκτικό και ώρες.:confused:

Ακολουθούν τα διακονικά, τα οποία διαφέρουν ελαφρώς από τα σημερινά, και ύστερα το ψαλτήριο.
 
Last edited:

MTheodorakis

Παλαιό Μέλος


Ἡ ἐκφώνηση τῆς εὐχῆς τῶν αἴνων εἶναι «Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν...» (Συμβολὴ τ. 18 σσ. 33-40).
Γιὰ τὸ ἀσματικὸ μεσονυκτικὸ καὶ ὧρες βλ. http://www.symbole.gr/forum/viewtopic.php?f=146&t=116. Ἴσως ἀφοροῦν «τὰ γ' ἀσκητήρια τῆς Μεγάλης Ἐκκλησίας» (τυπικὸ τῆς Μεγάλης Ἐκκλησίας θ'-ι' αἰ. ἔκδ. Dmitrievskij τ. 1 σσ. 36, 43-44, 66, 124, ἔκδ. Mateos τ. 1 σ. 4), τοὺς «σπουδαίους» (Αἰθερίας Ὁδοιπορικὸν (381-384 μ.Χ.) ἐκδ. Τῆνος 1989 σ. 67: «ὅλοι οἱ μοναχοὶ ξανάρχονται στὴν Ἀνάσταση· λένε ψαλμοὺς καὶ ἀντίφωνα μέχρι νὰ ξημερώση, καὶ μετὰ ἀπὸ κάθε ψαλμὸ καὶ ἀντίφωνο κάνουν μιὰ προσευχή»), καὶ γενικὰ τοὺς ἐν τῷ κόσμῳ μοναχούς.
 
Last edited:


Ἡ ἐκφώνηση τῆς εὐχῆς τῶν αἴνων εἶναι «Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν...» (Συμβολὴ τ. 18 σσ. 33-40).

Καμία αντίρρηση! Θα το διορθώσω... Έτσι το βρήκα στο ευχολόγιο Goar για αυτό και το έγραψα έτσι. Κοιτάξτε το συνημμένο. Απλά μάλλον ισχύει αυτό που είχατε γράψει περί αξιοπιστίας του έργου.
Για τις υπόλοιπες εκφωνήσεις τι γνώμη έχετε;
Στον ασματικό εσπερινό (ευχές α΄ και ζ΄ αντιφώνων);
Στον ασματικό όρθρο (ευχές ε΄ και η΄ αντιφώνων, απολύσεως των πιστών);
Στην εκφώνηση του ε΄ αντιφώνου, πρέπει να μπει και η φράση <<Θεὸς τοῦ ἐλεεῖν καὶ σῴζειν>>; Εγώ πάντως δε βρήκα την εν λόγω φράση στην εκφώνηση αυτής της ευχής σε καμία πηγή.
 

Attachments

  • Goar.jpg
    112 KB · Views: 18
Last edited:

MTheodorakis

Παλαιό Μέλος


Νομίζω ὅτι ἐκφώνηση τῆς α’ εὐχῆς τοῦ λυχνικοῦ εἶναι «Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις...» (Γ σ. 89 καὶ ΤΡΕ σ. 254), τῆς ζ’ «Ὅτι ἐλεήμων...» (Β καὶ Γ σ. 90), τῆς ε’ ἑωθινῆς εὐχῆς «Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν...» (Β, Γ σ. 93 καὶ ΤΡΕ σ. 219), τῆς η’ «Ὅτι ηὐλόγηταί σου τὸ πανάγιον ὄνομα καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν...» (Β) τῆς δὲ ἀπολύσεως τῶν πιστῶν «Ὅτι Θεὸς ἐλέους καὶ οἰκτιρμῶν καὶ φιλανθρωπίας ὑπάρχεις...» (Β).

Β = Βαρβερινὸς 336 η’ αἰ.

Γ = G. Passarelli L’ Eucologio Cryptense Γ. β. VII (sec. X) ᾿Ανάλεκτα Βλατάδων 36 Θεσσαλονίκη 1982 (χειρόγραφο Εὐχολόγιο, ι’ αἰῶνος).

ΤΡΕ = Π. Τρεμπέλα Μικρὸν Εὐχολόγιον ἔκδ. β’ 1998 τ. 2.

 
Την ίδια άποψη φαίνεται να συμμερίζεται και ο Tchiflianov στο βιβλίο <<Ο ΛΕΙΤΟΥΡΓΙΚΟΣ ΤΥΠΟΣ ΜΕΤΑΦΡΑΣΜΕΝΟΣ ΥΠΟ ΤΩΝ ΑΓΙΩΝ ΑΔΕΛΦΩΝ ΚΥΡΙΛΛΟΥ ΚΑΙ ΜΕΘΟΔΙΟΥ>>.

Ευχαριστώ πολύ.
 


Ἡ ἐκφώνηση τῆς εὐχῆς τῶν αἴνων εἶναι «Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν...» (Συμβολὴ τ. 18 σσ. 33-40).

Επιβεβαίωση φαίνεται να υπάρχει στο χφ ευχολόγιο του ιβ΄ αιώνα ΕΒΕ 662: Στην εκφώνηση της ευχής των αίνων, στη λέξη ἀναπέμπομεν, είναι ξυσμένο το φύλλο μετά το "ο" και νεώτερο χέρι έγραψε <<υσι>>.


Γιὰ τὸ ἀσματικὸ μεσονυκτικὸ καὶ ὧρες βλ. http://www.symbole.gr/forum/viewtopic.php?f=146&t=116. Ἴσως ἀφοροῦν «τὰ γ' ἀσκητήρια τῆς Μεγάλης Ἐκκλησίας» (τυπικὸ τῆς Μεγάλης Ἐκκλησίας θ'-ι' αἰ. ἔκδ. Dmitrievskij τ. 1 σσ. 36, 43-44, 66, 124, ἔκδ. Mateos τ. 1 σ. 4), τοὺς «σπουδαίους» (Αἰθερίας Ὁδοιπορικὸν (381-384 μ.Χ.) ἐκδ. Τῆνος 1989 σ. 67: «ὅλοι οἱ μοναχοὶ ξανάρχονται στὴν Ἀνάσταση· λένε ψαλμοὺς καὶ ἀντίφωνα μέχρι νὰ ξημερώση, καὶ μετὰ ἀπὸ κάθε ψαλμὸ καὶ ἀντίφωνο κάνουν μιὰ προσευχή»), καὶ γενικὰ τοὺς ἐν τῷ κόσμῳ μοναχούς.

Στο 2ο τόμο του Dmitrievskij, στη σελ. 9 (συνημμένο), υπάρχει τυπική διάταξη που ορίζει την τέλεση της τριτοέκτης μετά την α΄ ώρα. Πρόκειται περί μοναστικής διάταξης; Αν ναι, τότε ίσως αυτό υποδεικνύει ότι στις νηστείες (όταν δηλαδή έκαναν εσπερινή λειτουργία οι μοναχοί), αντί της γ΄ και στ΄ ασματικής ώρας τελούσαν την τριθέκτη. Επίσης, στο ίδιο συνημμένο φαίνεται στα διακονικά η αρχαία παράδοση της γονυκλισίας, η οποία μάλλον ήταν πολλή διαδεδομένη. Ίσως για αυτό το λόγο δημιουργήθηκε και κανόνας που απαγορεύει τη γονυκλισία τις Κυριακές: Κάποιοι από θεοσέβεια και διάθεση για άσκηση μπορεί να έβαζαν γονυκλισίες και στις συναπτές των Κυριακών. Επίσης, η γονυκλισία στις συναπτές είναι ένα σπουδαίο επιχείρημα για την εις επήκοον του λαού ανάγνωση των ευχών που οργανώνονται σε συναπτές, τουλάχιστον όσο υπήρχε αυτή η συνήθεια της γονυκλισίας.
Τίθεται ερώτημα: Ενώ στις μικρές συναπτές δε φαίνεται να υπάρχει πρόβλημα στη θέση της ευχής (Κλίνοντες τὰ γόνατα ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. Επεύχεται ο ιερέας. Ο διάκονος, ἀντιλαβοῦ, σῶσον, ἐλέησον, ἀνάστησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεός, τῆι σῆι χάριτι), στη μεγάλη συναπτή ποια είναι η θέση της ευχής; Στο ευχολόγιο Cryptense του 10ου αιώνα, η θέση της ευχής σε μεγάλη συναπτή χωρίς γονυκλισία είναι μετά όλα τα διακονικά και πριν το Ἀντιλαβοῦ. Αλλά και στο ευχολόγιο το Μέγα, στη λειτουργία, οι ευχές (και στα πληρωτικά) έχουν διατηρήσει την ίδια θέση. Και μου φαίνεται λογικό να προηγούνται οι διαδοχικές προτροπές του διακόνου της ευχής του ιερέα. Άμα εφαρμόσουμε το ίδιο σε μεγάλη συναπτή με γονυκλισία, θα πρέπει και οι εκφωνούμενες δεήσεις του διακόνου να λέγονται σε γονυκλινή θέση:confused: Στο Ευχολόγιο το Μέγα, υπάρχει στην ακολουθία των εγκαινίων μία λύση η οποία δεν με ικανοποιεί (2ο συνημμένο), γιατί πρόκειται περί μίας επικόλλησης των ειρηνικών μετά από μικρά συναπτή (υπάρχει και δύο φορές το ἀντιλαβοῦ, μία για την ανάσταση από τη γονυκλισία και μία μετά το πέρας των ειρηνικών). Υπάρχουν άλλες αρχαίες μαρτυρίες πιο ολοκληρωμένες σχετικά με συνδυασμό ειρηνικών και γονυκλισίας (εκτός από αυτή του α΄ συνημμένου);
Code:
 

Attachments

  • τριθέκτη α΄ ώρα.jpg
    73.2 KB · Views: 22
  • Ειρηνικά με γονυκλισία.pdf
    700.8 KB · Views: 73
Last edited by a moderator:

π. Μάξιμος

Γενικός Συντονιστής


Τίθεται ερώτημα: Ενώ στις μικρές συναπτές δε φαίνεται να υπάρχει πρόβλημα στη θέση της ευχής (Κλίνοντες τὰ γόνατα ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. Επεύχεται ο ιερέας. Ο διάκονος, ἀντιλαβοῦ, σῶσον, ἐλέησον, ἀνάστησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεός, τῆι σῆι χάριτι), στη μεγάλη συναπτή ποια είναι η θέση της ευχής; Στο ευχολόγιο Cryptense του 10ου αιώνα, η θέση της ευχής σε μεγάλη συναπτή χωρίς γονυκλισία είναι μετά όλα τα διακονικά και πριν το Ἀντιλαβοῦ. Αλλά και στο ευχολόγιο το Μέγα, στη λειτουργία, οι ευχές (και στα πληρωτικά) έχουν διατηρήσει την ίδια θέση. Και μου φαίνεται λογικό να προηγούνται οι διαδοχικές προτροπές του διακόνου της ευχής του ιερέα. Άμα εφαρμόσουμε το ίδιο σε μεγάλη συναπτή με γονυκλισία, θα πρέπει και οι εκφωνούμενες δεήσεις του διακόνου να λέγονται σε γονυκλινή θέση:confused: Στο Ευχολόγιο το Μέγα, υπάρχει στην ακολουθία των εγκαινίων μία λύση η οποία δεν με ικανοποιεί (2ο συνημμένο), γιατί πρόκειται περί μίας επικόλλησης των ειρηνικών μετά από μικρά συναπτή (υπάρχει και δύο φορές το ἀντιλαβοῦ, μία για την ανάσταση από τη γονυκλισία και μία μετά το πέρας των ειρηνικών). Υπάρχουν άλλες αρχαίες μαρτυρίες πιο ολοκληρωμένες σχετικά με συνδυασμό ειρηνικών και γονυκλισίας (εκτός από αυτή του α΄ συνημμένου);
Code:
Ἡ ἐκφώνηση μιᾶς εὐχῆς δέν εἶναι ἀπαραίτητα συνδεδεμένη μέ τήν εὐχή, ἀλλά ὑπάρχουν περιπτώσεις πού μεταξύ εὐχῆς καί ἐκφωνήσεως, παρεμβάλλονται διακονικές παρακελεύσεις. Αὐτό φαίνεται καθαρά στίς εὐχές τοῦ ἑσπερινοῦ τῆς «Γονυκλισίας», πού διατηρεῖ ἀρχαιότατα στοιχεῖα τοῦ ᾀσματικοῦ ἑσπερινοῦ καί συγκεκριμένα τῶν μετά τήν εἴσοδο εὐχῶν τῶν τριῶν «μικρῶν» λεγομένων «ἀντιφώνων» ὅπου οἱ εὐχές -μία τῆς ἑορτῆς καί ἡ δεύτερη ἡ συνήθης τοῦ ᾀσματικοῦ ἑσπερινοῦ- εἰσάγονται μέ τή διακονική παρακέλευση «Ἔτι καὶ ἔτι, κλίναντες τὰ γόνατα, τοῦ Κυρίου δεηθῶμεν.», ἀναγιγνώσκεται εἰς ἐπήκοον ἡ εὐχή, συνεχίζονται οἱ διακονικές παρακελεύσεις ἀπό τό «Ἀντιλαβοῦ…» καί ἀκολουθεῖ ἡ ἐκφώνηση. Τό ἴδιο μπορεῖ νά συμβαίνει καί σέ ἄλλες περιπτώσεις, καί αὐτῆς τῆς λειτουργίας, ὅπου οἱ εὐχές δέν εἶναι ἀναγκαστικά ἐσφαλμένα τοποθετημένες σέ ὡρισμένες ἐκδόσεις ἱερατικῶν σέ ἀπόσταση ἀπό τίς ἐκφωνήσεις τους, ἀλλά μπορεῖ νά εἰσάγονται μέ τήν ἀκροτελεύτια φράση τῆς διακονικῆς παρακελεύσεως «…τοῦ Κυρίου δεηθῶμεν» ἤ «…δεηθῶμεν», νά ἀπαγγέλονται εἰς ἐπήκοον, νά συνεχίζονται τά διακονικά καί νά ἐπισφραγίζεται ἡ συναπτή μέ τήν ἐκφώνηση. Ἕνα χαρακτηριστικό παράδειγμα εἶναι τό ἑξῆς, τό ὁποῖο καί νοηματικά δικαιώνεται:
Διάκονος· Πάντων τῶν ἁγίων μνημονεύσαντες… Ὑπέρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων δώρων… Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν … ἀντικαταπέμψη ἡμῖν τὴν θείαν χάριν καὶ τὴν δωρεάν τοῦ ἁγίου Πνεύματος δεηθῶμεν.
Ἱερεύς· Σοὶ παρακατατιθέμεθα τὴν ζωὴν ἡμῶν ἅπασαν … εἰς Πνεύματος ἁγίου κοινωνίαν
Διάκονος· Τὴν ἑνότητα της πίστεως καὶ τὴν κοινωνίαν τοῦ ἁγίου Πνεύματος αἰτησάμενοι
Ἱερεύς· Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα…
Ἕνα ἄλλο παράδειγμα εὔηχης ἀρμονικῆς σύνδεσης διακόνου-ἱερέως-λαοῦ καί ἀποσύνδεσης εὐχῆς-ἐκφωνήσεως εἶναι καί τό παρακάτω (πού τό ἐντοπίζει καί ὁ κ. Θεοδωράκης· ΣΥΜΒΟΛΗ τ.12 σ.32):
Διάκονος· Ὀρθοί· μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν, φρικτῶν τοῦ Χριστοῦ μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Ἱερεύς· Εὐχαριστοῦμέν σοι, Δέσποτα φιλάνθρωπε, εὐεργέτα τῶν ψυχῶν ἡμῶν, ὅτι καὶ τῇ παρούσῃ ἡμέρᾳ κατηξίωσας ἡμᾶς τῶν ἐπουρανίων σου καὶ ἀθανάτων μυστηρίων. Ὀρθοτόμησον ἡμῶν τὴν ὁδόν, στήριξον ἡμᾶς ἐν τῷ φόβῳ σου τούς πάντας, φρούρησον ἡμῶν τὴν ζωήν, ἀσφάλισαι ἡμῶν τὰ διαβήματα, εὐχαῖς καὶ ἱκεσίαις τῆς ἐνδόξου Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ πάντων τῶν ἁγίων σου.
Διάκονος· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Λαός· Κύριε, ἐλέησον.
Διάκονος· Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Λαός· Σοί, Κύριε.
Ἱερεύς· Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν…
Παρόμοια θέση μέ αὐτή τοῦ ἑσπερινοῦ τῆς «Γονυκλισίας» ἔχουν καί οἱ εὐχές τῆς γονυκλισίας τῆς θ. λειτουργίας τῶν προηγιασμένων δώρων τοῦ ἁγίου Ἰακώβου τοῦ ἀδελφοθέου, τοῦ ἱεροσολυμίτικου λειτουργικοῦ τύπου.

ΥΓ. Τά Ἐγκαίνια εἶναι συμπίλημα.

 
π. Μάξιμος;80423 said:
Ἡ ἐκφώνηση μιᾶς εὐχῆς δέν εἶναι ἀπαραίτητα συνδεδεμένη μέ τήν εὐχή, ἀλλά ὑπάρχουν περιπτώσεις πού μεταξύ εὐχῆς καί ἐκφωνήσεως, παρεμβάλλονται διακονικές παρακελεύσεις. Αὐτό φαίνεται καθαρά στίς εὐχές τοῦ ἑσπερινοῦ τῆς «Γονυκλισίας», πού διατηρεῖ ἀρχαιότατα στοιχεῖα τοῦ ᾀσματικοῦ ἑσπερινοῦ καί συγκεκριμένα τῶν μετά τήν εἴσοδο εὐχῶν τῶν τριῶν «μικρῶν» λεγομένων «ἀντιφώνων» ὅπου οἱ εὐχές -μία τῆς ἑορτῆς καί ἡ δεύτερη ἡ συνήθης τοῦ ᾀσματικοῦ ἑσπερινοῦ- εἰσάγονται μέ τή διακονική παρακέλευση «Ἔτι καὶ ἔτι, κλίναντες τὰ γόνατα, τοῦ Κυρίου δεηθῶμεν.», ἀναγιγνώσκεται εἰς ἐπήκοον ἡ εὐχή, συνεχίζονται οἱ διακονικές παρακελεύσεις ἀπό τό «Ἀντιλαβοῦ…» καί ἀκολουθεῖ ἡ ἐκφώνηση. Τό ἴδιο μπορεῖ νά συμβαίνει καί σέ ἄλλες περιπτώσεις, καί αὐτῆς τῆς λειτουργίας, ὅπου οἱ εὐχές δέν εἶναι ἀναγκαστικά ἐσφαλμένα τοποθετημένες σέ ὡρισμένες ἐκδόσεις ἱερατικῶν σέ ἀπόσταση ἀπό τίς ἐκφωνήσεις τους, ἀλλά μπορεῖ νά εἰσάγονται μέ τήν ἀκροτελεύτια φράση τῆς διακονικῆς παρακελεύσεως «…τοῦ Κυρίου δεηθῶμεν» ἤ «…δεηθῶμεν», νά ἀπαγγέλονται εἰς ἐπήκοον, νά συνεχίζονται τά διακονικά καί νά ἐπισφραγίζεται ἡ συναπτή μέ τήν ἐκφώνηση.

Ακριβώς αυτό εννοώ. Και υπάρχουν και άλλα παραδείγματα, που μπορείτε να εντοπίσετε στο βαρβερινό ευχολόγιο στα κατηχούμενα των προηγιασμένων, όπως και στην τριθέκτη (σελ. 10, τόμος ΙΙ του Dmitrievskij).

Εὔξασθε οἱ κατηχούμενοι τῷ Κυρίῳ.
Οἱ πιστοί, ὑπὲρ τῶν κατηχουμένων δεηθῶμεν, ἵνα ὁ Κύριος αὐτοὺς ἐλεήσῃ.
Κατηχήσῃ αὐτοὺς τὸν λόγον τῆς ἀληθείας.
Ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης.
Ἑνώσῃ αὐτοὺς τῇ ἁγίᾳ αὐτοῦ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ.
(Οἱ κατηχούμενοι τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε).
Επεύχεται ο ιερέας.
Σῶσον, ἐλέησον, ἀντιλαβοῦ καὶ διαφύλαξον αὐτούς, ὁ Θεός, τῇ σῇ χάριτι.
Εκφώνησις.

Υ.Γ: Παραμένει το ερώτημα των μαρτυριών για ειρηνικά με γονυκλισία σε βυζαντινή ακολουθία ή λειτουργία.
 

Attachments

  • Barberini.jpg
    90.5 KB · Views: 21
  • Opisanie.jpg
    113.9 KB · Views: 23
Last edited:
Top