Ἀπολυτίκια
«Ἦχος δ’. Πρὸς Ταχὺ προκατάλαβε.
Ὁ φύσει ἀόρατος νῦν καθορᾶται σαρκί, ὁ Λόγος ὁ ἄκτιστος νῦν ἐκ παρθένου ἀγνῆς, τικτόμενος κτίζεται. Ὅθεν καὶ κατὰ νόμον δι’ ἡμᾶς τοὺς ἀνθρώπους, ὀκταήμερον περιτομὴν καταδέχεται, αὐτὸν οὖν προσκυνήσωμεν ὡς Σωτῆρα ἡμῶν»
(χφφ. Σινὰ 595 μηναῖο ι’-ια’ αἰ. φ. 1r, ἁγ. Σάβα 156 κανονάριο ια’ αἰ. φ. 180v, Vat. gr. 2046 συναξάριο τέλη ια’-ἀρχὲς ιβ’ αἰ. φφ. 124v-125r, Paris. gr. 1589 συναξάριο ιβ’ αἰ. φ. 194r-v, Paris. gr. 1591 συναξάριο ιβ’ αἰ. φ. 130v, Σινὰ 638 μηναῖα ιγ’ αἰ. φφ. 281v-282r, Paris. gr. 1572 μηναῖα ιγ’ αἰ. φ. 143v «ὁ Λόγος ὁ ἄναρχος», Bodleian. Auctar. E. 5 10 κανονάριο τοῦ ἔτους 1329 ἔκδ. J. Mateos Le Typicon de la Grande Eglise τ. 1 σ. 170).
«Ἦχος αʹ.
Ὁ θρόνῳ πυριμόρφῳ ἐν ὑψίστοις καθήμενος.
σὺν Πατρὶ τῷ ἀνάρχῳ καὶ τῷ θείῳ σου Πνεύματι.
εὐδόκησας τεχθῆναι ἐν σαρκί.
ἐκ κόρης ἀπειράνδρου σου μητρός.
διὰ τοῦτο καὶ περιετμήθης ὡς ἄνθρωπος ὀκταήμερος.
Δόξα τῇ παναγάθῳ σου βουλῇ,
δόξα τῇ ἐπιφανείᾳ σου
δόξα τῇ πρὸς ἡμᾶς ἄκρᾳ συγκαταβάσει σου»
(χφ. Φλωρεντίας Conv. Soppr. 24 (a.k.a. 2742; Plut. 42) ἐκλογάδιο ια’ αἰ. φ. 147v, τυπικὰ Μεσσήνης τοῦ ἔτους 1131 σ. 90 «διά τοῦτο περιετμήθης», Κασούλων τοῦ ἔτους 1173 σ. 88 «ἀπειράνδρου Ἰησοῦ, διά», παρομοίως χφφ. Vat. gr. 2068 πραξαπόστολος ια’ αἰ. φ. 210v, Vat. gr. 1866 ὡρολόγιο ιδ’ αἰ. φ. 187r).
«Ἦχος πλ. δ’. Πρὸς Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν.
Ὁ εὐδοκήσας Χριστὲ ὁ Θεὸς ἡμῶν,
μορφὴν δούλου ἀναλαβεῖν καὶ κάλλος, ἀναπλάσῃς μορφῆς τὸ πρῶτον τοῦ πλάσματος,
καὶ θεϊκῇ σου,
ἐν τῇ δόξῃ συνδοξάσῃς,
φιλάνθρωπε δόξα σοι»
(χφ. Σινὰ 598 μηναῖο ιβ’ αἰ. φ. 10r).
Ἰδιόμελα
«Ἦχος α’.
Τίς τὰς αἰνέσεις σου Λόγε ἤ τῆς προνοίας τὸ βάθος ἀξίως ἀνυμνήσει; Οὐ γὰρ ἐν τῇ κατὰ σάρκα πρώην ἀποῤῥήτῳ γεννήσει σου ἐξέστησαν μόνον αἱ ἄνω δυνάμεις, ἀλλὰ καὶ ἐν τῇ φρικτῇ καὶ θείᾳ περιτομῇ σου, δι’ ἧς τὸν κόσμον τῆς ἐμπαθοῦς ζωῆς ἠλευθέρωσας παντοδύναμε Κύριε δόξα σοι»
(χφφ. στιχηράρια Μ. Λαύρας Γ-74 μεταξὺ τῶν ἐτῶν 1002-1025 φφ. 26v-27r, Σινὰ 1219 ια’ αἰ. φ. 66v «ἀνυμνήσει ποτέ;...τῆς ἐμπαθοῦς ζωῆς λυτρωσάμενος ἐλέησον ἡμᾶς ὡς φιλάνθρωπος»).
«Ἦχος β’.
Ὑπερούσιε ἄναρχε Χριστὲ περιτομὴν ὀκταήμερον κατεδέξω σαρκὶ νόμον πληρῶν ἔγγραφον καὶ ἄγραφον οἰκονομίαν καὶ τύπον εἰσάγων ἵνα τὰ προκαταρτικὰ τῶν παθῶν ὀκτωμερῆ περιελόντες τὸν ὄγδοον αἰῶνα κληρονομήσωμεν, εἰς ὅν εἰσάγαγε ἡμᾶς κεκαθαρμένους κηλίδων ταῖς πρεσβείαις τῆς ἀχράντου σου μητρὸς πολυέλεε»
(χφ. Σινὰ 1219 στιχηράριο ια’ αἰ. φ. 67r).
«Ἦχος δ’.
Ὤ τῆς ἀφάτου καὶ θείας οἰκονομίας σου ἀνερμήνευτε Κύριε! Τί τὸ τμῆμα ὅ,τι ποτὲ ἦν γέγονεν τῆς ἀψαύστου σαρκός σου, ἐν τοῖς ἀκαταλήπτοις δὲ ὄν ὑμνοῦμεν καὶ δοξολογοῦμεν αὐτὸ φιλάνθρωπε»
(χφ. Σινὰ 1219 στιχηράριο ια’ αἰ. φ. 67r).
«Ἦχος πλ. β’.
Τὰ σεραφὶμ εἰκονίζοντες Ἰησοῦ ὁ Θεὸς ἡμῶν τὸν τρισάγιον ὕμνον βοῶμεν σοι· ἅγιος ἅγιος ἅγιος εἶ ὁ ἄχρονος καὶ ἐν χρόνῳ, ὁ ἀμήτωρ ἄνω καὶ κάτω ἀπάτωρ διὰ τὴν ἡμῶν σωτηρίαν, ὁ ἀπρόσιτος τοῖς ἀγγέλοις καὶ βροτοῖς προσιτός, ὁ περιτομὴν σαρκικῶς καταδεξάμενος καὶ σωτηρίαν ἄμαχον δωρησάμενος. Σωτὴρ γὰρ κληθεὶς ὁ ἀκατονόμαστος σώζοις ἀεί με βοᾶν σοι Κύριε δόξα σοι»
(χφφ. στιχηράρια Μ. Λαύρας Γ-74 μεταξὺ τῶν ἐτῶν 1002-1025 φ. 27r, Σινὰ 1219 ια’ αἰ. φ. 67r «τὸν ἀσίγητον ὕμνον...ὁ ἀπρόσιτος ἀγγέλοις...ὁ περιτομὴν σαρκός», Σινὰ 592 μηναῖα τοῦ ἔτους 1227 φ. 69v).
«Ἦχος πλ. δ’.
Ὁ συνάναρχος καὶ συναΐδιος Υἱὸς καὶ Λόγος τοῦ Πατρὸς κλίνας οὐρανοὺς κατῆλθεν ἐπὶ γῆς καὶ ἐσαρκώθη δι’ ἡμᾶς ἐκ τῆς ἀπειρογάμου Θεοτόκου, ἄνθρωπος γενόμενος διὰ φιλανθρωπίαν. Περιτομὴν κατεδέξατο ὁ ἀπαθὴς τῇ θεότητι διδοὺς ἡμῖν τύπον καὶ ὑπογραμμὸν πᾶσι πρὸς σωτηρίαν. Αὐτῷ πιστοὶ βοήσωμεν· ὁ πάντα πρὸς τὸ συμφέρον οἰκονομήσας Σωτὴρ ἡμῶν δόξα σοι»
(χφ. Σινὰ 1219 στιχηράριο ια’ αἰ. φ. 67r).