Zambelis Spyros
Παλαιό Μέλος
[''τραγούδι με συνοδεία λύρας που τραγουδιόταν προς το τέλος ενός συμποσίου. Συνήθως, ένας από τους πιο επιδέξιους συνδαιτυμόνες άρχιζε πρώτος το τραγούδι, κρατώντας ταυτόχρονα στο χέρι του ένα κλωνάρι μυρτιάς. Όταν τελείωνε το τραγούδι του, παρέδιδε το κλωνάρι σ' έναν άλλο συνδαιτυμόνα, όχι όμως σε εκείνον που καθόταν πλάι του, κι έτσι συνέχιζαν, χωρίς να τηρούν σειρά (Αθήν. IE', 694A-B).'']
ATHÉNÉE DE NAUCRATIS
Le Livre XV des Deipnosophistes
Αθήν. IE', 694A-B
49. Ἐμέμνηντο δ΄ οἱ πολλοὶ καὶ τῶν Ἀττικῶν ἐκείνων σκολίων· ἅπερ καὶ αὐτὰ ἄξιόν ἐστί σοι ἀπομνημονεῦσαι διά τε τὴν ἀρχαιότητα καὶ ἀφέλειαν τῶν ποιησάντων, [καὶ τῶν] ἐπαινουμένων ἐπὶ τῇ ἰδέᾳ ταύτῃ τῆς ποιητικῆς Ἀλκαίου τε καὶ Ἀνακρέοντος, ὡς Ἀριστοφάνης παρίστησιν ἐν Δαιταλεῦσιν [694a] λέγων οὕτως·
« ᾎσον δή μοι σκόλιόν τι λαβὼν Ἀλκαίου κἀνακρέοντος.
Καὶ Πράξιλλα δ΄ ἡ Σικυωνία ἐθαυμάζετο ἐπὶ τῇ τῶν σκολίων ποιήσει. Σκόλια δὲ καλοῦνται οὐ κατὰ τὸν τῆς μελοποιίας τρόπον ὅτι σκολιὸς ἦν — λέγουσιν γὰρ τὰ ἐν ταῖς ἀνειμέναις εἶναι σκολιά
— ἀλλὰ τριῶν γενῶν ὄντων, ὥς φησιν Ἀρτέμων ὁ Κασανδρεὺς ἐν δευτέρῳ Βιβλίων Χρήσεως, ἐν οἷς τὰ περὶ τὰς συνουσίας ἦν ᾀδόμενα, ὧν τὸ μὲν πρῶτον ἦν ὃ δὴ πάντας ᾄδειν νόμος ἦν, τὸ δὲ δεύτερον [694b] ὃ δὴ πάντες μὲν ᾖδον, οὐ μὴν ἀλλά γε κατά τινα περίοδον ἐξ ὑποδοχῆς, 〈τὸ〉 τρίτον δὲ καὶ τὴν ἐπὶ πᾶσι τάξιν ἔχον, οὗ μετεῖχον οὐκέτι πάντες, ἀλλ΄ οἱ συνετοὶ δοκοῦντες εἶναι μόνοι, καὶ κατὰ τόπον τινὰ εἰ τύχοιεν ὄντες· διόπερ ὡς ἀταξίαν τινὰ μόνον παρὰ τἄλλα ἔχον τὸ μήθ΄ ἅμα μήθ΄ ἑξῆς γινόμενον [ἀλλ΄ ὅπου ἔτυχεν εἶναι] σκόλιον ἐκλήθη. Τὸ δὲ τοιοῦτον ᾔδετο ὁπότε τὰ κοινὰ καὶ πᾶσιν ἀναγκαῖα τέλος λάβοι· ἐνταῦθα γὰρ ἤδη τῶν σοφῶν ἕκαστον ᾠδήν τινα καλὴν εἰς μέσον ἠξίουν προφέρειν. [694c] Καλὴν δὲ ταύτην ἐνόμιζον τὴν παραίνεσίν τέ τινα καὶ γνώμην ἔχειν δοκοῦσαν χρησίμην [τε] εἰς τὸν βίον. »
http://remacle.org/bloodwolf/erudits/athenee/livre15gr.htm