29. Ἕτερα στιχηρὰ προσόμοια πρὸς τὸ Ποίοις εὐφημιῶν στέμμασιν

MTheodorakis

Παλαιό Μέλος


Τέταρτο στιχηρὸ προσόμοιο πρὸς τὸ Ποίοις εὐφημιῶν στέμασιν τῶν ἁγίων κορυφαίων ἀποστόλων Πέτρου καὶ Παύλου:


«Ποίοις θεωριῶν ὄμμασιν, κατοπτεύσωμεν Πέτρον καὶ Παῦλον, τοὺς φωτοειδεὶς καὶ θεάμονας, τῶν ἀποκρύφων μυήσεων, καὶ τῶν οὐρανίων θεαμάτων, τὸν μὲν ὡς τὴν Ταβηθᾶ ἐξαναστήσαντα, τὸν δὲ ὡς τὴν Περπετούαν ὀμματώσαντα, τούτους γὰρ μόνους ὁ κτίστης, ὡς φωστήρας κόσμῳ, καταυγάζοντας τοὺς ἐν γῇ, σαφῶς ἐδωρήσατο, ὁ ἔχων τὸ μέγα ἔλεος»


(χφ. Egerton (British Library) 2744 μηναῖα ιβ' αἰ. φ. 50r-v). Ἐπίσης στὸ χφ. Σινὰ 637 μηναῖα ια'-ιβ' αἰ. διασώζονται, ἐκτὸς τῶν τριῶν σημερινῶν προσομοίων, ἄλλα τρία (Τ. Π. Θέμελη Τὰ μηναῖα ἀπὸ τοῦ ια’ μέχρι τοῦ ιγ’ αἰῶνος Ἐκκλ. Φάρος λ’ (1931) σ. 546).
 
Last edited:

MTheodorakis

Παλαιό Μέλος
Ἕτερα στιχηρὰ προσόμοια πρὸς τὸ Ποίοις εὐφημιῶν στέμασιν:

«Ποίοις θεωριῶν ὄμμασιν, κατοπτεύσωμεν Πέτρον καὶ Παῦλον, τοὺς φωτοειδεῖς καὶ θεάμονας, τῶν ἀποκρύφων μυήσεων, καὶ τῶν οὐρανίων θεαμάτων, τὸν μὲν ὡς τὴν Ταβηθᾶ ἐξαναστήσαντα, τὸν δὲ ὡς τὴν Περπετούαν ὀμματώσαντα, τούτους γὰρ μόνους ὁ κτίστης, ὡς φωστῆρας κόσμῳ, καταυγάζοντας τοὺς ἐν γῇ, σαφῶς ἐδωρήσατο, ὁ ἔχων τὸ μέγα ἔλεος»
(χφφ. BL Egerton 2744 μηναῖα ιβ' αἰ. φ. 50r-v, Σινὰ 637 ἀνθολόγιο ιβ’ αἰ. φ. 115v).


«Ποίοις εὐωδιῶν ἄνθεσιν καταστέψωμεν Πέτρον καὶ Παῦλον, τοὺς χρυσολαμπεῖς καὶ ἀκρέμονας, τοὺς μαργαρίτας τῆς πίστεως, τοῦ παμβασιλέως κορυφάρχας, τὸν μὲν ὡς τῆς δωδεκάδος ἀκροθίνιον, τὸν δὲ ὡς τῆς οἰκουμένης λαμπρὸν κήρυκα. Τούτους γὰρ μόνους ὡς λίθους, ἐν τῇ ἐκκλησία διαδήματι ἑαυτοῦ, Χριστὸς κατεκόσμησεν, ὁ ἔχων τὸ μέγα ἔλεος.


Ποίαις ἁρμοδίαις λέξεσιν ἐπαινέσωμεν Πέτρον καὶ Παῦλον, τῆς διδασκαλίας τοὺς ῥήτορας καὶ τῆς εὐσεβείας ἐκφάντορας, τοῦ Εὐαγγελίου κορυφάρχας, τὸν μὲν ὡς τοὺς Ἰουδαίους χαλινώσαντα, τὸν δὲ ὡς τοὺς Ἀθηναίους ἀποφράξαντα, τούτοις γὰρ μόνοις πλουσίως, τῆς θεογνωσίας τὰ διδάγματα βουληθείς, Χριστὸς ἐνεπίστευσεν, ὁ ἔχων τὸ μέγα ἔλεος»

(χφ. Σινὰ 637 ἀνθολόγιο ιβ’ αἰ. φ. 115r-v).
 
Top