18. Ελλιπής ακολουθία αγίου Ρωμανού

#1
Στο μηναίο ο άγιος Ρωμανός έχει μόνο τρία προσόμοια και κοντάκιο. Το ιδιόμελο, ο κανόνας, τα μεσώδια και το εξαποστειλάριο, ανήκουν αποκλειστικά στον άγιο Πλάτωνα. Οι βίοι τους και τα μαρτύριά τους δεν είναι κοινά.
 

π. Μάξιμος

Γενικός Συντονιστής
#2

Γι᾿ αὐτό, σύμφωνα μέ τά Δίπτυχα, καί τά τρία προσόμοια καί τό κοντάκιο καταλιμπάνονται.

 

MTheodorakis

Παλαιό Μέλος
#4
Ὁ κανών, οὗ ἡ ἀκροστιχίς·

Ἀθλητικοῖς σε, Ῥωμανέ, στέφω κρότοις.



Ἦχος δʹ. ᾨδὴ αʹ. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.



Ἀδύτοις μαρμαρυγαῖς λαμπόμενος

ταῖς τῆς Τριάδος τρανῶς

καὶ ἀθλοφόρων λάμπων ἐν χοροῖς

φωτισμόν μοι κατάπεμψον

σκότος παθῶν ἐλαύνοντα

ταῖς εὐπροσδέκτοις, Ῥωμανέ, σου λιταῖς.



Θαλάσσης εἰδωλικῆς προσκλύσεσι

μὴ σαλευόμενος,

ὡς τοῦ Χριστοῦ τῇ πέτρᾳ ἑδρασθείς,

τρικυμίας διέλυσας

αὔραις τοῦ θείου πνεύματος

πολυταράχου ἀθεότητος.



Λειμῶνα ὡς εὐκλεῆ καὶ εὔκαρπον

τὴν ἐκκλησίαν Χριστοῦ

εὐθηνουμένην πᾶσιν ἀγαθοῖς,

Ῥωμανέ, διετήρησας

τοῖς λύκοις ἀνεπίβατον

σαῖς διδαχαῖς περιτειχίζων αὐτήν.



Θεοτοκίον.

Ἠλέηται διὰ σοῦ, πανάμωμε,

φύσις βροτῶν ἀληθῶς·

ὁ ποιητὴς ἐκ σοῦ γὰρ σαρκωθεὶς

ὑπὲρ λόγον καὶ ἔννοιαν

ὑπὲρ ἡμῶν εἰς θάνατον

ἤχθη λυτρούμενος ἐξ ᾅδου ἡμᾶς.





ᾨδὴ γʹ. Εὐφραίνεται ἐπὶ σοί.



Τὸν θῆρα τὸν νοητὸν

ἐκσφενδονίσας, Ῥωμανέ, λόγοις σου,

ποίμνην Χριστοῦ διέσωσας

ἐξ εἰδωλικῆς λύμης ἄφθορον.



Ἰσχύων ὅπλῳ σταυροῦ

τὰς προσβολὰς τῶν αἰκισμῶν ἔτρεψας

καὶ ἀσθενεῖς ἀπήλεγξας,

Ῥωμανὲ σοφὲ ἀξιάγαστε.



Κατέπτωσας δυσμενῶν

μύλας συνθλάσας, Ῥωμανὲ ἔνδοξε,

ὑπὲρ Χριστοῦ, μακάριε,

παρειὰς ξεσθείς σου, ἀοίδιμε.



Θεοτοκίον.

Ὁ φύσει μόνος Θεὸς

λόγος Πατρὸς καὶ συμφυὴς Πνεύματι

σάρκα ἐκ σοῦ ἠμπέσχετο

τοὺς βροτοὺς θεώσας, μητρόθεε.



Κάθισμα.



Ἦχος δʹ. Πρός· Ἐπεφάνης σήμερον.

Ὡς ἀστέρα μέγαν σε ἡ Ἐκκλησία, Ῥωμανὲ πανεύφημε σὲ κεκτημένη ἀληθῶς, φωταγωγεῖται τοῖς ἄθλοις σου, τὴν φωτοφόρον δοξάζουσα μνήμην σου.



ᾨδὴ δʹ. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία.



Ἰθυνόμενος ὡς κλίμακι ἐπὶ ξύλου

ἀνυψωθείς, μακάριε,

τὸ ἄφραστον κάλλος

καὶ τὴν διαμένουσαν

χορείαν κατείληφας,

μάρτυς Ῥωμανὲ ἀξιάγαστε.



Συναπεβάλου νεκρώσεως τοὺς χιτῶνας

ἐν τοῖς ξεσμοῖς, μακάριε,

καὶ τοῦ σωτηρίου

φωτεινὸν ἱμάτιον

λαμπρῶς, παναοίδιμε

μάρτυς Ῥωμανέ, ὑπενδέδυσαι.



Σοφισθεῖσα ἐπιπνοίᾳ τοῦ παρακλήτου

ἡ τοῦ νηπίου γλῶσσά σε

Κύριον τῆς δόξης

ποιητὴν ἐκήρυξε

τῶν πάντων, φιλάνθρωπε,

καὶ Θεὸν τὸν σώζειν δυνάμενον.



Θεοτοκίον.

Εὐλογημένος, παρθένε, τῆς σῆς κοιλίας

καρπὸς δι’ οὗ ἐρρύσθημεν

κατάρας θανάτου·

πᾶσαι πατριαὶ τῶν ἐθνῶν

καὶ σοὶ εὐλογούμεναι

ὡς ζωῆς ὑμνοῦμέν σε πρόξενον.





ᾨδὴ εʹ. Σύ, Κύριέ μου φῶς.



Ῥοαῖς ἀθλητικαῖς

τῶν αἱμάτων σου ἔκλυσας

θαλάσσας τῆς ἀθεΐας,

Ῥωμανέ, ποταμοὺς δὲ

ἰάσεων ἀνέβλυσας.



Ὡς δῶρον ἐκλεκτόν,

ἱερεῖον ὡς ἄμωμον

προσήνεγκας τῷ δεσπότῃ,

Ῥωμανέ, θεολόγον

τὸ νήπιον σφαττόμενον.



Μωρίαν τοῦ ἐχθροῦ

τῇ σοφίᾳ τοῦ πνεύματος

κατέτρωσας τοῦ ἁγίου

μαστιχθείς σου τὸ σῶμα,

Ῥωμανὲ παναοίδιμε.



Θεοτοκίον.

Ἀνεῖλες τὴν ἀράν,

τὴν χαρὰν ὡς κυήσασα·

ἐθέωσας τοὺς ἀνθρώπους

τῷ σῷ τόκῳ, παρθένε

Μαρία ἀπειρόγαμε.





ᾨδὴ ϛʹ. Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε,



Νέκρωσιν

καὶ φθορὰν τοῖς ξεσμοῖς ἀποθέμενος,

ζωῆς ἀφθάρτου τὸ κάλλος

περιέθου, μάρτυς, ἠγλαϊσμένος

λαμπηδόσι,

Ῥωμανέ, ταῖς ἀδύτοις τοῦ πνεύματος.



Ἔβλυσεν

ὡς αἱμάτων ῥοὰς καὶ διδάγματα

ἡ ἐκτμηθεῖσά σου γλῶσσα,

δι’ ὧν ἀνεξάλειπτον ἐκληρώσω,

ἀθλοφόρε,

μακαρισμὸν ἀεὶ διαμένοντα.



Σοφίας

τὸν χειμάρρουν διψῆσαν ἐξέπιε

τῇ συμβουλῇ τῆς τεκούσης

στόμα θεολόγον τὸ τοῦ νηπίου

διὰ ξίφους

πρὸς ζωὴν ἐκδημῆσαν τὴν ἄλυπον.



Θεοτοκίον.

Ταχεῖα

καταφυγὴ γενοῦ μοι, πανάχραντε,

ἐπηρειῶν λυτρουμένη

καὶ παθῶν αἰσχίστων ἐξαιρουμένη

καὶ πρὸς θείας

διιθύνουσα τρίβους, μητρόθεε.





ᾨδὴ ζʹ. Ἐν τῇ καμίνῳ.



Ἐν τῇ ἀγχόνῃ

σοῦ, ἀθλοφόρε, πνίξας τὸν δράκοντα,

εὗρες τὴν ζωὴν τὴν ὄντως ἀληθινήν,

Ῥωμανέ, κραυγάζων πάντοτε·

«εὐλογημένος εἶ

ἐν τῷ ναῷ τῆς δόξης σου, Κύριε».



Φωτὸς ἀδύτου

ταῖς λαμπηδόσι καταστραπτόμενος

φλόγα ἐπηρμένην ἔσβεσας, Ῥωμανέ,

προφητείας τῷ χαρίσματι

κατακοσμούμενος

καὶ μαρτύρων χοροῖς συναπτόμενος.



Ὡς ἐκ λειμῶνος

πολυανθοῦς μητρὸς τοῖς διδάγμασι

ῥόδον εὐωδίας νήπιον ἐκφυὲν

μαρτυρίας ἐν τῷ αἵματι

καταρδευόμενον

τῷ Χριστῷ ἀκηράτως προσφέρεται.



Θεοτοκίον.

Καταπτωθέντας

τῆς ἁμαρτίας βάθει, πανύμνητε,

μόνη τὸν Θεὸν τεκοῦσα ἄνευ σπορᾶς

ἀνειλκύσω ἡμᾶς ψάλλοντας·

«εὐλογημένη εἶ

ἐν γυναιξί, πανάμωμε δέσποινα».





ᾨδὴ ηʹ. Χεῖρας ἐκπετάσας Δανιὴλ.



Ῥημάτων ὑπήκοος Χριστοῦ

ὑπάρξας, ἔνδοξε,

ψυχήν σου τέθεικας

ὑπὲρ τῆς ποίμνης σου πρόθυμος

δι’ αὐτὸν ἀπαγχονούμενος·

μετὰ στρεβλώσεις καὶ ξεσμούς τε

καὶ ῥαπίσματα

«εὐλογεῖτε

πάντα τὰ ἔργα <—ἐβόας—τὸν Κύριον>».



Ὄντως σου τὸ στόμα χαρμονῆς,

ἀγαλλιάσεως

ἡ γλῶσσα πέπλησται

ἐπευλογεῖν Θεὸν ἄληκτα·

ἐκτμηθεῖσα γὰρ καὶ αἵμασι

νόμους τῆς πίστεως ἡμῖν,

Ῥωμανέ, τίθησιν

ἐκβοῶσα·

«πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον».



Θεοτοκίον.

Τὸν Λόγον τεκοῦσα τοῦ Πατρὸς

ἐν θείῳ πνεύματι

παρθένος ἔμεινας,

θεογεννήτρια ἄνανδρε,

ὑπερβᾶσα τοὺς τῆς φύσεως

θεσμοὺς τῷ τόκῳ σου· διὸ

χαίροντες ψάλλομεν·

«εὐλογεῖτε

πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».





ᾨδὴ θʹ. Λίθος ἀχειρότμητος ὄρους.



Ὅλην σου τὴν ἔφεσιν, μάρτυς,

πρὸς τὸν δεσπότην ἀνατείνας

καὶ πολυειδεῖς τοὺς αἰκισμοὺς

καθυπομείνας, Ῥωμανὲ ἔνδοξε,

δόξης ἀφράστου ἔτυχες

καὶ μακαρίας ἀπολαύσεως.



Ἰδοὺ ἀντὶ πόνων τρυφῆς σοι

χειμάρρους, μάρτυς, διεδόθη

στεφανηφοροῦντι, Ῥωμανέ,

καὶ ἐξ αἱμάτων χλαμύδα φέροντι

καὶ ῥόδον ὡς ἀμάραντον

εὐῶδες νήπιον τυθὲν τῷ Χριστῷ.



Θεοτοκίον.

Σὺ τῆς ἀρχεγόνου κατάρας

βροτούς, παρθένε,

ἤνοιξας ἡμῖν τὴν τῆς ζωῆς

Ἐδὲμ τῷ τόκῳ τῷ ὑπὲρ φύσιν σου·

διὸ ἐπαγαλλόμενοι

σέ, θεοτόκε, μεγαλύνομεν





(Analecta hymnica Graeca e codicibus eruta Italiae inferioris τ. 3. Canones Novembris).
 
#5
Κύριε Θεοδωράκη, ευχαριστούμε για την «ταχείαν αντίληψιν».
Μήπως θα μπορούσατε να γίνεται αρωγός και στην όμοια περίπτωση της 17ης Ιουνίου, «τῶν Ἁγίων Μαρτύρων, Μανουήλ, Σαβὲλ καὶ Ἰσμαήλ».
 

MTheodorakis

Παλαιό Μέλος
#6
Βελτιωμένο κείμενο



Ὁ κανών, οὗ ἡ ἀκροστιχίς· Ἀθλητικοῖς σε, Ῥωμανέ, στέφω κρότοις.

Ἦχος δʹ. ᾨδὴ αʹ. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.



Ἀδύτοις μαρμαρυγαῖς λαμπόμενος

ταῖς τῆς Τριάδος τρανῶς

καὶ ἀθλοφόρων λάμπων ἐν χοροῖς

φωτισμόν μοι κατάπεμψον

σκότος παθῶν ἐλαύνοντα

ταῖς εὐπροσδέκτοις, Ῥωμανέ, σου λιταῖς.



Θαλάσσης εἰδωλικῆς προσκλύσεσι

μὴ σαλευόμενος,

ὡς τοῦ Χριστοῦ τῇ πέτρᾳ ἑδρασθείς,

τρικυμίας διέλυσας

αὔραις τοῦ θείου πνεύματος

πολυταράχου ἀθεότητος.



Λειμῶνα ὡς εὐκλεῆ καὶ εὔκαρπον

τὴν ἐκκλησίαν Χριστοῦ

εὐθηνουμένην πᾶσιν ἀγαθοῖς,

Ῥωμανέ, διετήρησας

τοῖς λύκοις ἀνεπίβατον

σαῖς διδαχαῖς περιτειχίζων αὐτήν.



Θεοτοκίον.

Ἠλέηται διὰ σοῦ, πανάμωμε,

φύσις βροτῶν ἀληθῶς·

ὁ ποιητὴς ἐκ σοῦ γὰρ σαρκωθεὶς

ὑπὲρ λόγον καὶ ἔννοιαν

ὑπὲρ ἡμῶν εἰς θάνατον

ἤχθη λυτρούμενος ἐξ ᾅδου ἡμᾶς.





ᾨδὴ γʹ. Εὐφραίνεται ἐπὶ σοί.



Τὸν θῆρα τὸν νοητὸν

ἐκσφενδονίσας, Ῥωμανέ, λόγοις σου,

ποίμνην Χριστοῦ διέσωσας

ἐξ εἰδωλικῆς λύμης ἄφθορον.



Ἰσχύων ὅπλῳ σταυροῦ

τὰς προσβολὰς τῶν αἰκισμῶν ἔτρεψας

καὶ ἀσθενεῖς ἀπήλεγξας,

Ῥωμανὲ σοφὲ ἀξιάγαστε.



Κατέπτωσας δυσμενῶν

μύλας συνθλάσας, Ῥωμανὲ ἔνδοξε,

ὑπὲρ Χριστοῦ, μακάριε,

παρειὰς ξεσθείς σου, ἀοίδιμε.



Θεοτοκίον.

Ὁ φύσει μόνος Θεὸς

λόγος Πατρὸς καὶ συμφυὴς Πνεύματι

σάρκα ἐκ σοῦ ἠμπέσχετο

τοὺς βροτοὺς θεώσας, μητρόθεε.





Κάθισμα.

Ἦχος δʹ. Πρός· Ἐπεφάνης σήμερον.



Ὡς ἀστέρα μέγαν σε ἡ Ἐκκλησία, Ῥωμανὲ πανεύφημε σὲ κεκτημένη ἀληθῶς, φωταγωγεῖται τοῖς ἄθλοις σου, τὴν φωτοφόρον δοξάζουσα μνήμην σου.





ᾨδὴ δʹ. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία.



Ἰθυνόμενος ὡς κλίμακι ἐπὶ ξύλου

ἀνυψωθείς, μακάριε, τὸ ἄφραστον κάλλος

καὶ τὴν διαμένουσαν

χορείαν κατείληφας,

μάρτυς Ῥωμανὲ ἀξιάγαστε.







Συναπεβάλου νεκρώσεως τοὺς χιτῶνας

ἐν τοῖς ξεσμοῖς, μακάριε, καὶ τοῦ σωτηρίου

φωτεινὸν ἱμάτιον

λαμπρῶς, παναοίδιμε

μάρτυς Ῥωμανέ, ὑπενδέδυσαι.



Σοφισθεῖσα ἐπιπνοίᾳ τοῦ παρακλήτου

ἡ τοῦ νηπίου γλῶσσά σε Κύριον τῆς δόξης

ποιητὴν ἐκήρυξε

τῶν πάντων, φιλάνθρωπε,

καὶ Θεὸν τὸν σώζειν δυνάμενον.



Θεοτοκίον.

Εὐλογημένος, παρθένε, τῆς σῆς κοιλίας

καρπὸς δι’ οὗ ἐρρύσθημεν κατάρας θανάτου·

πᾶσαι πατριαὶ τῶν ἐθνῶν

καὶ σοὶ εὐλογούμεναι

ὡς ζωῆς ὑμνοῦμέν σε πρόξενον.





ᾨδὴ εʹ. Σύ, Κύριέ μου φῶς.



Ῥοαῖς ἀθλητικαῖς

τῶν αἱμάτων σου ἔκλυσας

θαλάσσας τῆς ἀθεΐας,

Ῥωμανέ, ποταμοὺς δὲ

ἰάσεων ἀνέβλυσας.



Ὡς δῶρον ἐκλεκτόν,

ἱερεῖον ὡς ἄμωμον

προσήνεγκας τῷ δεσπότῃ,

Ῥωμανέ, θεολόγον

τὸ νήπιον σφαττόμενον.



Μωρίαν τοῦ ἐχθροῦ

τῇ σοφίᾳ τοῦ πνεύματος

κατέτρωσας τοῦ ἁγίου

μαστιχθείς σου τὸ σῶμα,

Ῥωμανὲ παναοίδιμε.



Θεοτοκίον.

Ἀνεῖλες τὴν ἀράν,

τὴν χαρὰν ὡς κυήσασα·

ἐθέωσας τοὺς ἀνθρώπους

τῷ σῷ τόκῳ, παρθένε

Μαρία ἀπειρόγαμε.





ᾨδὴ ϛʹ. Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε.



Νέκρωσιν

καὶ φθορὰν τοῖς ξεσμοῖς ἀποθέμενος,

ζωῆς ἀφθάρτου τὸ κάλλος

περιέθου, μάρτυς, ἠγλαϊσμένος

λαμπηδόσι,

Ῥωμανέ, ταῖς ἀδύτοις τοῦ πνεύματος.



Ἔβλυσεν

ὡς αἱμάτων ῥοὰς καὶ διδάγματα

ἡ ἐκτμηθεῖσά σου γλῶσσα,

δι’ ὧν ἀνεξάλειπτον ἐκληρώσω,

ἀθλοφόρε,

μακαρισμὸν ἀεὶ διαμένοντα.



Σοφίας

τὸν χειμάρρουν διψῆσαν ἐξέπιε

τῇ συμβουλῇ τῆς τεκούσης

στόμα θεολόγον τὸ τοῦ νηπίου

διὰ ξίφους

πρὸς ζωὴν ἐκδημῆσαν τὴν ἄλυπον.



Θεοτοκίον.

Ταχεῖα

καταφυγὴ γενοῦ μοι, πανάχραντε,

ἐπηρειῶν λυτρουμένη

καὶ παθῶν αἰσχίστων ἐξαιρουμένη

καὶ πρὸς θείας

διιθύνουσα τρίβους, μητρόθεε.





ᾨδὴ ζʹ. Ἐν τῇ καμίνῳ.



Ἐν τῇ ἀγχόνῃ

σοῦ, ἀθλοφόρε, πνίξας τὸν δράκοντα,

εὗρες τὴν ζωὴν τὴν ὄντως ἀληθινήν,

Ῥωμανέ, κραυγάζων πάντοτε·

«εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου, Κύριε».



Φωτὸς ἀδύτου

ταῖς λαμπηδόσι καταστραπτόμενος

φλόγα ἐπηρμένην ἔσβεσας, Ῥωμανέ,

προφητείας τῷ χαρίσματι

κατακοσμούμενος καὶ μαρτύρων χοροῖς συναπτόμενος.



Ὡς ἐκ λειμῶνος

πολυανθοῦς μητρὸς τοῖς διδάγμασι

ῥόδον εὐωδίας νήπιον ἐκφυὲν

μαρτυρίας ἐν τῷ αἵματι

καταρδευόμενον

τῷ Χριστῷ ἀκηράτως προσφέρεται.



Θεοτοκίον.

Καταπτωθέντας

τῆς ἁμαρτίας βάθει, πανύμνητε,

μόνη τὸν Θεὸν τεκοῦσα ἄνευ σπορᾶς

ἀνειλκύσω ἡμᾶς ψάλλοντας·

«εὐλογημένη εἶ

ἐν γυναιξί, πανάμωμε δέσποινα».





ᾨδὴ ηʹ. Χεῖρας ἐκπετάσας Δανιὴλ.



Ῥημάτων ὑπήκοος Χριστοῦ ὑπάρξας, ἔνδοξε,

ψυχήν σου τέθεικας

ὑπὲρ τῆς ποίμνης σου πρόθυμος

δι’ αὐτὸν ἀπαγχονούμενος·

μετὰ στρεβλώσεις καὶ ξεσμούς

τε καὶ ῥαπίσματα «εὐλογεῖτε

πάντα τὰ ἔργα <—ἐβόας—τὸν Κύριον>».



Ὄντως σου τὸ στόμα χαρμονῆς, ἀγαλλιάσεως

ἡ γλῶσσα πέπλησται

ἐπευλογεῖν Θεὸν ἄληκτα·

ἐκτμηθεῖσα γὰρ καὶ αἵμασι

νόμους τῆς πίστεως ἡμῖν,

Ῥωμανέ, τίθησιν ἐκβοῶσα·

«πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον».



Θεοτοκίον.

Τὸν Λόγον τεκοῦσα τοῦ Πατρὸς ἐν θείῳ πνεύματι

παρθένος ἔμεινας,

θεογεννήτρια ἄνανδρε,

ὑπερβᾶσα τοὺς τῆς φύσεως

θεσμοὺς τῷ τόκῳ σου· διὸ

χαίροντες ψάλλομεν· «εὐλογεῖτε

πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».





ᾨδὴ θʹ. Λίθος ἀχειρότμητος ὄρους.



Ὅλην σου τὴν ἔφεσιν, μάρτυς,

πρὸς τὸν δεσπότην ἀνατείνας

καὶ πολυειδεῖς τοὺς αἰκισμοὺς

καθυπομείνας, Ῥωμανὲ ἔνδοξε,

δόξης ἀφράστου ἔτυχες

καὶ μακαρίας ἀπολαύσεως.







Ἰδοὺ ἀντὶ πόνων τρυφῆς σοι

χειμάρρους, μάρτυς, διεδόθη

στεφανηφοροῦντι, Ῥωμανέ,

καὶ ἐξ αἱμάτων χλαμύδα φέροντι

καὶ ῥόδον ὡς ἀμάραντον

εὐῶδες νήπιον τυθὲν τῷ Χριστῷ.



Θεοτοκίον.

Σὺ τῆς ἀρχεγόνου κατάρας

βροτούς, παρθένε ἐξελοῦσα,

ἤνοιξας ἡμῖν τὴν τῆς ζωῆς

Ἐδὲμ τῷ τόκῳ τῷ ὑπὲρ φύσιν σου·

διὸ ἐπαγαλλόμενοι

σέ, θεοτόκε, μεγαλύνομεν


(Analecta hymnica Graeca e codicibus eruta Italiae inferioris τ. 3. Canones Novembris).
 
Top