15. Μακαρισμοὶ Κοιμήσεως τῆς Θεοτόκου

MTheodorakis

Παλαιό Μέλος
«Μακαρισμοὶ εἰς τὴν κοίμησιν τῆς παναγίας Θεοτόκου. Ἦχος δ’. Ληστὴς ἐν Σταυρῷ.

Πνεῦμα τὸ εὐθὲς καὶ συναΐδιον Πατρὶ καὶ Λόγῳ, θεῖον ἔγγισον ἡμῖν, τὸ φωτιστικόν τε καὶ πανάγιον, καὶ κατασκήνωσον καρδίαις ταῖς ἡμῶν, ὅπως ὑμνήσωμεν τῆς ὑπερτέρας ἀγγέλων, ἀχράντου θεομήτορος, τὴν θείαν πάντες καὶ σεβάσμιον κοίμησιν.

Νοῦς βροτῶν οὒχ ἱκανοῖ μητρόθεε τὰ μεγαλεῖα ἃ ἐποίησε Θεός, λέγειν κατ’ ἀξίαν ἀειπάρθενε, θεογεννήτωρ παναγία μετὰ σοῦ, καὶ γὰρ καὶ ἄυλοι νόες ἡττῶνται ἐν τούτοις, διὸ καθικετεύω ἐκ χειλέων λόγον περιχρὸν ἁγνὴ δέξαι μου.

Μῆτερ τῆς ζωῆς πῶς θνήσκεις λέξον μοι, πῶς δὲ τοῦ ᾅδου κατωτάτοις ἡ ψυχή σου κατῆλθεν ἁγνὴ ἡ σεβάσμιος, καὶ γὰρ ἐβάστασας γαστρί σου τὸν Υἱόν, τὸν τοῦ Θεοῦ ἀληθῶς, τὸν νοερὰν παρασχόντα ψυχὴν τῷ πρωτοπλάστῳ, εὐδοκίᾳ θείᾳ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος.

Λόγος τοῦ Πατρὸς φησὶν ἡ πάναγνος, δι’ εὐσπλαχνίαν ἐνοικήσας ἐν ἐμοί, ἑκὼν ἐγεννήθη ὡς ηὐδόκησεν, διὰ τὸ σῶσαι τῆς ἀρᾶς τοὺς γηγενεῖς, ὁ ἀναμάρτητος, καὶ Θεοτόκον με δείξας θανάτῳ κατεκρίθη, κἀγὼ θνήσκω, νόμοις ὑπουργοῦσα τῆς φύσεως.

Ἡ καθαρωτάτη καὶ τιμία σου ψυχὴ μητρόθεε, δαιμόνων σκοτεινὴν πληθὺν ἐν ἀέρι παναμώμητε οὒκ ἐθεάσατο, Θεὸς γὰρ ὁ ἐκ σοῦ ἐνανθρωπήσας αὐτήν, συγκαταβὰς ὡς προέφη, ἐδέξατο χερσίν, πρὸς οὐρανίους ταύτην ἀπὸ γῆς ἀναφέρων σκηνάς.

Πᾶσα καθυπούργησεν ἡ κτίσις δέσποινα, τῇ σῆ κοιμήσει, τῶν ἀγγέλων ἡ πληθὺς μέλος σοὶ προσῆξεν τὸ ἐξόδιον, ἀὴρ τὴν ἄνοδον, τὰς πύλας οἱ οὐρανοί, ἡ γῆ τὸν τάφον ἁγνή, τοὺς ἀποστόλους νεφέλαι, Θεοῦ γὰρ παρουσίᾳ, πάντα φόβῳ ὡς δημιουργῷ ὑπηρέτησεν.

Χαῖρε πύλη θεία ἐπουράνιε, χαῖρε παστάς, χαῖρε παράδεισε τερπνέ, χαῖρε ὄρος χαῖρε κλῖμαξ ἔμψυχε, χαῖρε ἡ ῥάβδος Ἀαρών, χαῖρε σκηνὴ χαῖρε λυχνία χρυσή, ἐξ ἧς τὸ φῶς τοῖς ἐν σκότει καθεύδουσιν, κατέλαμψεν παρθένε, χαῖρε ἡ τροφὸς τῆς ζωῆς ἡμῶν»

(χφ. Σινὰ 631 μηναῖο Αὐγούστου ι’-ια’ αἰ. φφ. 48v-49r).


«Οἱ μακαρισμοί. Ἦχος δ’. Διὰ ξύλου ὁ Ἀδάμ.

Ἐν τῇ γεννήσει σοῦ σεμνή, τὴν παρθενίαν σῶαν ἐφύλαξας, καὶ μετεστᾶσα πρὸς ζωήν, τοὺς ἐπὶ γῆς ἡμᾶς οὐ κατέλιπες. Διὸ σου δεόμεθα, παῤῥησίαν ἔχουσα πρὸς τὸν κτίστην σου, υἱόν σου καὶ Κύριον, ἀπαύστως ἱκέτευε ὑπὲρ πάντων ἡμῶν, τῶν πίστει διαπαντὸς ἀνυμνούντων σε.

Τοὺς ἀποστόλους σου Χριστέ, ἐκ περάτων πάντας συνήγαγες, πρὸς τὸ κηδεῦσαι τὴν ἁγνήν, καὶ παρθένον μόνην μητέρα σου, μεθ’ ὧν καὶ οἱ ἄγγελοι, τὴν αὐτῆς μετάστασιν ἀνευφήμησαν, ἡμεῖς δὲ βοῶμεν σοι, αὐτὴν σοὶ προσάγοντες εἰς πρεσβείαν Χριστέ· μνήσθητι καὶ ἡμῶν ἐν τῇ βασιλείᾳ σου.

Ὅτε συνήχθησαν σαφῶς, οἱ μαθηταὶ κηδεῦσαι τὸ σῶμα σου, ἐν μέσῳ τούτων ὁ Χριστός, χοροστατῶν ἐπέστη τῷ πνεύματι, χερσὶ προσλαβόμενος, τὸ καθαρὸν καὶ ἄσπιλον καὶ πανάγιον, καὶ ἄμωμον πνεῦμα σου, παρθένε πανύμνητε Θεοτόκε ἁγνή, ᾧ καὶ ζῶσα ἀεὶ συνευφραίνει αὐτῷ.

Παραθεμένη τὴν ψυχήν, ἐν ταῖς χερσί σου μόνε φιλάνθρωπε, ἡ παρθένος καὶ ἁγνή, καὶ κατὰ σάρκα μήτηρ σου Κύριε, μετέστη ὡς δέσποινα, εἰς τὴν ἄνω δέσποτα βασιλείαν σου, αἰτοῦσα συγχώρησιν, πταισμάτων δωρήσασθαι πολυέλεε, τῶν πίστει ἐπιτελούντων τὴν μνήμην αὐτῆς.

Πρὸς τὴν ἀθάνατον ζωήν, ἐκ τῶν προσκαίρων σήμερον Κύριε, τὴν ζωοδόχον κιβωτόν, τὴν δεξαμένην σε τὸν ἀχώρητον, ἐνδόξως μετέστησας, τὴν παραθήκην ταύτης δεξάμενος, εἰς χεῖρας σου δέσποτα, ὡς ἥλιον ἄδυτον καὶ ἀείφωτον, δι’ ἧς ἐλέησον ἡμᾶς ὡς φιλάνθρωπος.

Τριαδικόν.

Τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ Πνεῦμα πάντες τὸ ἅγιον, ὀρθοδόξως οἱ πιστοί, δοξολογεῖν ἀξίως εὐξώμεθα, μονάδα θεότητος, ἐν τρισὶν ὑπάρχουσαν ὑποστάσεσιν, ἀσύγχυτον ἄτμητον, ἁπλῆν, ἀδιαίρετον καὶ ἀπρόσιτον, δι' ἧς λυτρούμεθα, τοῦ πυρὸς τῆς κολάσεως.

Τὴν μητέρα σου Χριστέ, τὴν ἐν σαρκὶ ἀσπόρως τεκοῦσάν σε, καὶ παρθένον ἀληθῶς, καὶ μετὰ τόκον μείνασαν ἄφθορον, αὐτήν σοι προσάγομεν, εἰς πρεσβείαν δέσποτα πολυέλεε, πταισμάτων συγχώρησιν, δωρήσασθαι πάντοτε, τοῖς βοῶσι σοι· μνήσθητι καὶ ἡμῶν Σωτήρ, ἐν τῇ βασιλείᾳ σου»

(χφ. Σινὰ 632 μηναῖo Αὐγούστου ιβ’ αἰ. φφ. 86r-87r, παρομοίως χφ. RGB 270.I 32 μηναῖo Αὐγούστου ιβ’ αἰ. φφ. 114v-115v).
 
Last edited:
Top