Παραθέτω ἀπὸ χειρόγραφο τοῦ 16ου αἰώνα (British Library, κώδ. Burney 54, f. 219v), τὸ ἀπολυτίκιο, τὸ κοντάκιο καὶ τὸν οἶκο τοῦ ἁγίου, ποὺ πιθανῶς προέρχοναι ἀπὸ παλαιότερη ἀκολουθία τῆς βυζαντινῆς ἐποχῆς. Περισσότερες πληροφορίες στὸ σχετικὸ ἄρθρο τοῦ D. Polemis, Remains of an Acolouthia for the John Doukas Vatazes, στὸ Okeanos, Essays presented to Ihor Ševčenco on his Sixtieth Birthday by his Colleagues and Students, ἐκδ. C. Mango– Ο. Pritsak (Harvard Ukrainian Studies VII, 1983), ποὺ ἐπίσης παραθέτω.
Τροπάριον. Ἦχος δ'
<Πρός το Ταχύ προκατάλαβε>
Ταχὺς εἰς παράκλησιν τῶν προστρεχόντων εἰς σέ,
ἀνάκτων ὑπέρτατε καὶ πενομένων τροφεῦ,
Ἰωάννη ἀοίδιμε, εἴλκυσας σύ πρὸς πίστιν
τῶν βαρβάρων τὰ πλήθη· ἔλαβες παραδόξως
τοῦ ἰᾶσθαι τὰς νόσους τῶν πίστει προστρεχόντων σε.
διὸ καὶ οἱ ἐv πίστει προστρέχουσί σε
ἀφθόνως λαμβάνουσι τὴν ἴασιν.
Κοντάκιον. Ἦχος β'
Πρὸς <τό> Τὰ ἄνω ζητῶν
Πρόνοια θεοῦ τοῦ πάντων βασιλεύοντος
ἑλέῳ αὐτοῦ ἐχρίσθης, παναοίδιμε·
Ἰωάννη, κράτιστε τῶν ἀνάκτων, ἄναξ ὑπέρτατε,
τῶν ἰαμάτων τὴν χάριν λαβών,
νοσούντων ὑπάρχεις παραμύθιον.
Ὁ οἶκος
Τίς ἱκανὸς διᾶραι τὰ χείλη αὐτοῦ,
τὴν γλώσσαν ἀξίως κινῆσαι
πρὸς εὐφημίαν τοῦ εὐσεβοῦς ἄνακτος
ἢ δυνήσηται καταγγεῖλαι τῶν ἀρετῶν αὐτοῦ
καὶ τῆς ἐλεημοσύνης τὸ πέλαγος;
ἀλλὰ πόθῳ καρδίας τολμῶντες
εὐφημοῦμεν σε, Ἰωάννη Δούκα μακάριε,
ὅτι τὸν δεσπότην ὁλοψύχως ἀγαπήσας
καὶ ἐν τοῖς ὑπηκόοις τὸ φιλάνθρωπον ἔνειμας
καὶ μέγας ἐδείχθης τοῦ Κυρίου μαθητής·
νοσούντων ὑπάρχεις παραμύθιον