04. Ιωάννου Δαμασκηνού "Εγκώμιον εις την αγίαν Βαρβάραν"

Γιώργος Μ.

Παλαιόν μέλος
#1
Ο άγιος Ιωάννης ο Δαμασκηνός έχει γράψει μια μεγαλοπρεπέστατη ομιλία για την αγία Βαρβάρα. Πού να ήξερε (ή μήπως το ήξερε;) ότι η μνήμη τους θα εορταζόταν την ίδια μέρα! (Τι πιο συγκινητικό, να τον διαβάζεις να ζητάει στο τέλος -όπως είθισται να κάνει ο πιο κοινός γραφέας και αντιγραφέας- τη βοήθεια και μεσιτεία της αγίας για το "εὐτελὲς͵ καὶ ἐξίτηλον τῆς εὐφημίας λογίδριον" που έγραψε...)
Νομίζω ότι δεν υπάρχει στο φόρουμ (έψαξα λίγο και δεν τη βρήκα) και σκέφτηκα να την ανεβάσω αφενός ολόκληρη στο συνημμένο (είναι από το ΤLG και συχωρήστε μου τις όποιες τεχνικές δυσκολίες της αντιγραφής), αφετέρου παραθέτοντας παρακάτω και λίγα αποσπάσματα του τέλους για ευκολία.

Ας είναι εις μνήμην του κυρ-Βαγγέλη που έψαλε επί τόσα χρόνια την αποψινή πανήγυρη στον ναό της. Ας πρεσβεύει κι εκείνη για την ψυχή του!




Καὶ ταῦτα ἀκούσασα ἡ μακαρία μάρτυς τοῦ Χριστοῦ͵ ἦλθεν ἐπὶ τὸν τόπον͵ καὶ ἀπετμήθη τὴν κεφαλὴν ὑπὸ τοῦ ξίφους τοῦ πατρὸς αὐτῆς͵ σὺν τῇ ἁγίᾳ Ἰουλιανῇ ἐν τῷ αὐτῷ τόπῳ. Κατερχομένου δὲ Διοσκόρου τοῦ πατρὸς αὐτῆς ἀπὸ τοῦ ὅρους͵ πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ͵ καὶ κατέφαγεν αὐτὸν͵ ὥστε μήτε τὸν χοῦν φαίνεσθαι͵ ἢ εὑρεθῆναι. ιη. Καλὸν ὡς ἀληθῶς τῇ ἀθλήσει τὸ τέλος ἡ μάρτυς ἐπέθεικεν. Εὐχὴν γὰρ τῶν ἄθλων ἐν τῷ πύργῳ προσάξασα͵ εὐχὴν τούτοις καὶ τὴν κορωνίδα ἐνέστησεν. Τίς δὲ τῆς προσευχῆς ἡ δύναμις; ᾐτήσατο τὸν ἴδιον νυμφίον Χριστὸν͵ ἵλεων τοῖς αὐτῆς τὴν μνήμην ἐπιτελοῦσιν γενέσθαι͵ τῶν μὲν πλημμελημάτων τὴν ἄφεσιν͵ τῶν δὲ νοσημάτων τὴν ἴασιν. Ὁ δὲ τὴν ἱκεσίαν δεξάμενος͵ εἰς πέρας ἄγειν ὑπισχνεῖται τὴν ἔφεσιν͵ καὶ δι΄ οἰκείας φωνῆς ταύτην πληροφορεῖ͵ καὶ παρέχει τὴν πίστωσιν. Καὶ ἡ μὲν τὸν αὐχένα τῷ ξίφει ὁλοψύχως προέτεινεν· ὁ δὲ τεκνοκτόνος πατὴρ͵ τὴν πληγὴν ἀσπλάγχνως ἐπήγαγεν. Καὶ ἡ μὲν πρὸς οὐρανίους δόμους͵ καὶ ηὐτρεπισμένην ἐδορυφορεῖτο ἀνά παυσιν͵ ὁ δὲ͵ εἰς ᾅδου ταρτάρους μυχοὺς͵ καὶ ζοφερὰ ταμιεῖα͵ καὶ εἰς ἡτοιμασμένην κατήγετο κόλασιν.
.........................
κ. Σὲ δικαίως τῆς καρτερίας ἐθαύμασαν ἄνθρω ποι͵ ἄγγελοι δὲ εἰκότως τὴν ἄθλησιν ἐκρότησάν τε καὶ ὕμνησαν͵ οἱ δὲ δαίμονες͵ τὴν σὴν ὑμνῳδίαν τε καὶ ἔνστασιν ἔφριξαν͵ καὶ αἰσχύνην͵ καὶ ὄνειδος αἰώνιον ἠμφιάσαντο. Ὡς τὸ θηλυκὸν καὶ γυναικεῖον φύλον ἐγκαλλωπίζεται͵ καὶ σεμνύνεται͵ καὶ πρὸς εὐανδρίαν τοῖς σοῖς ἄθλοις θαρσοποιεῖται͵ καὶ ἐπ αλείφεται Ἐν σοὶ προσφόρως ἡ προμήτωρ ἐγκαυχᾶται͵ καὶ γέγηθεν͵ ὡς θυγάτριον κτησαμένη͵ τὸν ἐκείνην καταπαλαίσαντα ἀντίπαλον δράκοντα αὖθις ἀναπαλαῖσαν͵ καὶ ἀνατρέψαν͵ καὶ τὴν νίκην ἀνακα λεσάμενον͵ καὶ λαμπρὰ κατ΄ αὐτοῦ ἀράμενον τρόπαια. Σὲ ἡ τῶν ἁγίων ἁγία Θεοτόκος καὶ προμήτωρ͵ παρθένος καὶ Θεομήτωρ͵ ἡ τὸ θῆλυ μὲν γένος πρώτη καὶ μόνη δοξάσασα͵ πάντων δὲ ἀῤῥένων καὶ θηλύων͵ οὐρανίων τε καὶ ἐπιγείων ἀνάσσουσα͵ ὡς τοῦ πάν των δεσπόζοντος μήτηρ χρηματίσασα͵ ἐν γυναικείῳ καὶ μειρακίῳ σαρκίῳ͵ τὸν εἰς τὰ ἄμετρα καυχώμενον͵ καὶ τὴν θάλασσαν ἐξαλείφειν͵ καὶ τὴν οἰκουμένην ὡς νοσσιὰν περιδράττεσθαι φρυαττόμενον͵ καταβαλοῦσαν ἰδοῦσα͵ καὶ κατακράτος καταπατήσασαν.
…………………...................
Ἄπιθι τοίνυν͵ σεμνὴ καλλιπαρθένε͵ τῶν ὑπερκοσμίων γερῶν ἀπολαύουσα. Ἄπιθι͵ ἔνθα λόγος σιγᾷ͵ τῶν ὑπὲρ λόγον τὴν δόξαν διεξοδικῶς εἰπεῖν οὐ δυνάμενος. Ἄπιθι τῶν ὑπὲρ ἐν θύμησιν ἀγαθῶν ἡδονῆς τῆς ἀκράτου μεθέξουσα͵ ἔνθα νόησις ἅπασα ἐκ τῶν μερικῶν φαντασμάτων τὴν γνῶσιν ἀθροίζουσα ἀργεῖ καὶ σχολάζει ἁπλῶς͵ τοῦ νοῦ αἰωνίως τοῖς ὑπερφυέσι καὶ νοητοῖς ἐπιβάλλοντος. Ἄπιθι͵ ἔνθα τῶν αἰσθητῶν καὶ αἰσθήσεων ἡ πολυσχιδὴς ἀπάτη͵ καὶ περιφορὰ πέπαυταί τε καὶ κατήργηται. Ἀπόλαβέ σου τὰ νικητικὰ βραβεῖα͵ καὶ ὑπέρλαμπρα γέρα καὶ ἔπαθλα. Ἀπόλαβέ σου τῶν ἐν τοῖς σκάμμασιν ἱδρώτων καὶ πόνων τὴν καθήκουσαν ἀνάπαυλαν καὶ ἀνάψυξιν. Ἀπόλαβέ σου τὰ ἐποφειλόμενα τοῖς διὰ Χριστὸν ἀθλήσασι καὶ ἀθλοῦσιν νικη φόρα στέμματα͵ καὶ μαρτυρικὰ διαδήματα. Ἀπόλαυε τῆς τοῦ Νυμφίου ἀνεκφράστου καὶ ἀνεννοήτου ἀγλαΐας καὶ ὡραιότητος. Ἀπόλαυε τῆς ἐν τῷ ὑπερ ουρανίῳ νυμφῶνι ἀποῤῥήτου καὶ μυστικῆς ὁμιλίας καὶ συναφείας͵ ἧς ὄντως οὐδὲν ὀλβιώτερον καὶ μα καριώτερον πέφυκεν. Οὐδέν σοι τῶν ὑπερλίαν εὐδοκιμηκότων ἀνδραγαθημάτων͵ τῶν λαμπαδηφόρων παρθένων͵ ὦ νύμφη Χριστοῦ͵ πρὸς εὔκλειαν ἀπολέ λειπται͵ ὡς ὑπεράγαν τὸν νυμφίον Χριστὸν ἀγαπή σασα͵ καὶ τούτου καταθελχθεῖσα ἔρωτι. Δι΄ οὗ οὐ μόνον ἅπαντα λελόγισαι σκύβαλα͵ ἀλλὰ καὶ τῆς ἰδίας ζωῆς καὶ ψυχῆς τὸν ποθούμενον προτετίμηκας. Ὡς λίαν ἐννόμως τὸν καλὸν ἀγῶνα ἠγώνισαι͵ καὶ τὴν πίστιν τετήρηκας ἄτρεπτον͵ ἐν καιροῖς τρεπτοῖς τε καὶ κινδυνώδεσι Ὡς λίαν ἀπροσκόπτως καὶ ἀνεμποδίστως τὸν δρόμον τῆς εὐσεβείας τετέλεκας Ὡς λίαν ἀλγεινὰ καὶ ὀδυνηρὰ͵ καὶ ὑπὲρ δύναμιν βροτείαν ὑπέστης τὰ ἐπενεχθέντα σοι διὰ τὴν εἰς Χριστὸν ἀγάπην βασανιστήρια ὁλοψύχως καὶ προθυμό τατα. Τοιγάρτοι καὶ ὁ τῆς δικαιοσύνης σοι ἀπόκειται στέφανος͵ ὅνπερ ἀξίως ἀναδησαμένη͵ ἐν τοῖς ἐπου ρανίοις κατέστεψαι. Ἀλλ΄ οὐδ΄ ἐνταῦθα͵ κατέλιπέν σε Χριστὸς ἀγέραστον. Ζῶ γὰρ ἐγὼ͵ φησὶν͵ ἀλλὰ τοὺς δοξάζοντάς με δοξάσω.
………………………………………………………………..........................................
Μὴ τοίνυν λείπῃς͵ ἁγνὴ ἀειπάρθενε͵ τοὺς σοὺς ἐποπτεύουσα συμπαθεῖ τῷ βλέμματι πρόσφυγας͵ ἀλλὰ καὶ τὸν τουτί σοι προσπεφωνηκότα εὐτελὲς͵ καὶ ἐξίτηλον τῆς εὐφημίας λογίδριον͵ παραπολὺ μὲν τῆς σῆς ὑπερφεροῦς ἀξίας ἀπολειπόμενον͵ εὐτελοῦς δὲ προθυμίας οὐκ ἔλαττον αὐτῷ πεφροντισμένον πρὸς δύναμιν͵ ἀσμενῶς τῆς προαιρέσεως ἀποδέξω͵ καὶ συμπαθῶς ἐπικαμπτομένη καὶ ἐπινεύουσα͵ τὸ βραχύτατον δῶρον προσίεσο͵ ὡς ὁ σὸς νυμφίος Χριστὸς τὰ δύο λεπτὰ παρὰ τῆς πενιχρᾶς χήρας προσήκατο͵ οὐ τῇ τοῦ διδομένου ποσότητι͵ τῆς προσφερούσης δὲ γνώμης προσεσχηκὼς τῇ ποιότητι. Εὕροιμι δέ σε καὶ τῶν ἐμῶν ψυχικῶν καὶ σωματικῶν μωλώπων προσηνῆ θεραπεύτριαν͵ καὶ πάσαις ταῖς περιστατικαῖς θλίψεσι ἑτοιμοτάτην προστάτιδα· καί μου τῶν παθῶν στήσοις γαληνῶς τὰς ὁρμὰς͵ καὶ σκιρτήματα͵ ἵνα καὶ τὸν βίον πρὸς ἃ δεῖ ῥυθμίσας͵ καὶ τὸν κοσμικὸν ἀναχειμάστως περαιώσας κλύδωνα͵ πρὸς ζωὴν τὴν ἀγήρω͵ καὶ λιμένα σωτήριον προσορμίσας͵ τύχοιμι διὰ σοῦ ἐπὶ τοῖς ἀμέτροις πλημμε λήμασι͵ τοῦ κοινοῦ καὶ εὐσπλάγχνου κριτοῦ͵ ἀφιέντος μᾶλλον καὶ συγχωροῦντος διὰ τὴν πρεσβείαν καὶ ἔντευξιν͵ ἤδη τὴν ἐμὴν ῥᾳθυμίαν ἐνδίκως καταψηφισαμένου καὶ κατακρίνοντος͵ πᾶσι δὲ τοῖς πίστει σου τὴν προσηγορίαν ἀγαπῶσι͵ καὶ τιμῶσι͵ καὶ δι΄ αἰ δοῦς ἄγουσι͵ καὶ τῇ ἀντιληπτικῇ σου προσφεύγουσι πρεσβείᾳ͵ γένοιο͵ ὦ ἀθλοφόρε Βαρβάρα͵ καὶ καλλίνικε ἀοίδιμε͵ καὶ ἀείμνηστε͵ καὶ πανεύφημε μάρτυς͵ καὶ ἐννομοτάτη ἀθλήτρια͵ τῆς τῶν οὐρανῶν βασιλείας πρόξενος͵ καὶ ἐν πάσῃ λυπηρᾷ συμβάσει ὑπέρμαχος͵ καὶ πρέσβυς ἀκαταίσχυντος πρὸς τὸν πανάγαθον Χριστὸν τὸν Θεὸν ἡμῶν͵ μεθ΄ οὗ τῷ ἀνάρχῳ͵ καὶ ἀγεννήτῳ͵ καὶ προσκυνητῷ Πατρὶ͵ ἅμα τῷ ὁμοουσίῳ͵ καὶ ζωαρχικῷ Πνεύματι͵ δόξα͵ τιμὴ͵ προσκύνησις͵ νῦν͵ καὶ ἀεὶ͵ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
 

Attachments

Top