Ὁ Ἅγιος Ὁσιομάρτυς Ἰάκωβος ἦν ἐκ τῆς κώμης Βοεβονδάδες Μοσχοπόλεως, τῆς περιοικίδος τῆς Καστορίας, γόνος εὐλαβεστάτων γονέων, τοῦ Μαρτίνου καὶ τῆς Παρασκευῆς. Βόσκων ποίμνια ἐπιμελῶς πολὺν συνέλεξε πλοῦτον καὶ ἐφθονήθη ὑπὸ τοῦ αὐτοῦ ὁμαίμονος, διαβαλόντος αὐτὸν εἰς τὸν Κριτὴν ὡς εὑρόντα δῆθεν θησαυρόν. Πρὸς ἀποφυγὴν περατέρω φθονήσεως κατέφυγεν εἰς Κωνσταντινούπολιν, ὅπου ὡς ἔμπορος κρεῶν ἀπέκτησεν αὖθις πλοῦτον πρόσκαιρον.
Ἐπηρεασθεὶς ὑπὸ τοῦ ἁγιωτάτου Πατριάρχου Νήφωνος, εἰς ὃν ἐξηγόρασε καὶ τὰς αὐτοῦ ἁμαρτίας, διεμοίρασε τὴν περιουσίαν τοῖς πένησι καὶ ἀπῆλθεν εἰς Ἄθωνα, ἔνθα ἐκάρη μοναχὸς ἐν τῇ τοῦ Δοχειαρίου Μονῇ. Ἀποσυρθεὶς εἶτα χάριν ἡσυχίας εἰς τὴν Ἱερὰν τῶν Ἰβήρων Σκήτην ὑπετάγη τῷ ὁσιωτάτῳ Γέροντι Ἰγνατίῳ. Τὴν τρίβον τὴν ἀσκητικὴν ἐν αὐτῇ διανύσας καὶ εἰς ὕψος ἀρετῶν καταντήσας ἀπῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ μέσῳ Πέτρας Ὀλύμπου καὶ Μετεώρων εἰς τὴν Μονὴν Τιμίου Προδρόμου Δερβεκίστης Αἰτωλίας. Ἐν αὐτῇ θεοφιλῶς πολιτευσάμενος καὶ στηρίξας τὸν λαὸν τοῦ Θεοῦ ἐν τῇ πίστει ἐσυκοφαντήθη αὖθις τοῖς Ἄγαρ ἀπογόνοις ὡς ὑποκινῶν αὐτὸν εἰς ἐξέγερσιν κατὰ τῆς ἐξουσίας.
Συλληφθεὶς ὅθεν ὡδηγήθη μετὰ τῶν μαθητῶν αὐτοῦ Ἰακώβου διακόνου καὶ Διονυσίου μοναχοῦ εἰς τὸν Μπέην τῶν Τρικάλων καὶ σιδηροδέσμιος ὑπ’ αὐτοῦ ἐστάλη εἰς Ἀδριανούπολιν, ὅπου πολλὰς ὑπέστη πιέσεις πρὸς πίστεως ἄρνησιν. Μὴ δειλιάσας καὶ μὴ ὑποκύψας εἰς τὰς πιέσεις σὺν τοῖς μαθηταῖς αὐτοῦ δεινῶς ἐβασανίσθη, σιδηροῖς ὄνυξι τὴν σάρκα κατεσχίσθη, τὴν σιαγόνα συνετρίβη καὶ βουνεύροις ἐμαστιγώθη. Τέλος ἀπηγχονίσθη σὺν τοῖς μαθηταῖς αὐτοῦ τῇ 1ῃ Νοεμβρίου τοῦ σωτηρίου ἔτους 1519.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.