Ἑσπερινὸς γονυκλισίας

MTheodorakis

Παλαιό Μέλος
#1
Προκείμενον. Ἦχος βαρύς.

Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν, σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.

Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν, σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.


Στίχ. α'. Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου.

Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν, σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.


Στίχ. β'. Καὶ εἶπα· νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου.

Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν, σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.


Στίχ. γ'. Ἐμνήσθην τῶν ἔργων Κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου.

Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν, σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.


«Προφητείας Ἡσαίου τὸ ἀνάγνωσμα.

(ΞΓ’ 15-ΞΔ’ 8)
Ἐπίβλεψον ἐκ τοῦ οὐρανοῦ Κύριε καὶ ἰδὲ ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης· ποῦ ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς σου; ποῦ ἐστι τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν; σὺ γὰρ εἶ πατὴρ ἡμῶν, ὅτι Ἁβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς, ἀλλὰ σύ, Κύριε, πατὴρ ἡμῶν· ρῦσαι ἡμᾶς, ἀπ᾿ ἀρχῆς τὸ ὄνομά σου ἐφ᾿ ἡμᾶς ἐστι. Τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνα τὰς καρδίας ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε; Ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου, οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου. Ἐγενόμεθα ὡς τὸ ἀπ᾿ ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ᾿ ἡμᾶς. Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται, ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς τήκεται, καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους, καὶ φανερὸν ἔσται τὸ ὄνομα Κυρίου ἐν τοῖς ὑπεναντίοις· ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται. ὅταν ποιῇς τὰ ἔνδοξα, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη. Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον Θεὸν πλὴν σοῦ καὶ τὰ ἔργα σου, ἃ ποιήσεις τοῖς ὑπομένουσιν ἔλεον. Συναντήσεται γὰρ τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν· διὰ τοῦτο ἐπλανήθημεν. Καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες ἡμεῖς, ὡς ράκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν· καὶ ἐξερρύημεν ὡς φύλλα διὰ τὰς ἀνομίας ἡμῶν, οὕτως ἄνεμος οἴσει ἡμᾶς. Καὶ οὐκ ἔστιν ὁ ἐπικαλούμενος τὸ ὄνομά σου καὶ ὁ μνησθεὶς ἀντιλαβέσθαι σου· ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ᾿ ἡμῶν καὶ παρέδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν. Καὶ νῦν, Κύριε, πατὴρ ἡμῶν σύ, ἡμεῖς δὲ πηλός, ἔργα τῶν χειρῶν σου πάντες.


Προφητείας Βαροὺχ τὸ ἀνάγνωσμα.

(Δ’ 21-29)
Θαρρεῖτε, τέκνα, βοήσατε πρὸς τὸ Θεόν, καὶ ἐξελεῖται ὑμᾶς ἐκ δυναστείας, ἐκ χειρὸς ἐχθρῶν. Ἐγὼ γὰρ ἤλπισα ἐπὶ τῷ αἰωνίῳ τὴν σωτηρίαν ὑμῶν, καὶ ἦλθέ μοι χαρὰ παρὰ τοῦ ἁγίου ἐπὶ τῇ ἐλεημοσύνῃ, ἣ ἥξει ὑμῖν ἐν τάχει παρὰ τοῦ αἰωνίου σωτῆρος ὑμῶν. Ἐξέπεμψα γὰρ ὑμᾶς μετὰ κλαυθμοῦ καὶ πένθους, ἀποδώσει δέ μοι ὁ Θεὸς ὑμᾶς μετὰ χαρμοσύνης καὶ εὐφροσύνης εἰς τὸν αἰῶνα. Ὥσπερ γὰρ νῦν ἑωράκασιν αἱ πάροικοι Σιὼν τὴν ὑμετέραν αἰχμαλωσίαν, οὕτως ὄψονται ἐν τάχει τὴν παρὰ τοῦ Θεοῦ ὑμῶν σωτηρίαν, ἣ ἐπελεύσεται ὑμῖν μετὰ δόξης μεγάλης καὶ λαμπρότητος τοῦ αἰωνίου. Τέκνα, μακροθυμήσατε τὴν παρὰ τοῦ Θεοῦ ἐπελθοῦσαν ὑμῖν ὀργήν· κατεδίωξέ σε ὁ ἐχθρός σου, καὶ ὄψει αὐτοῦ τὴν ἀπώλειαν ἐν τάχει καὶ ἐπὶ τραχήλους αὐτῶν ἐπιβήσῃ. Οἱ τρυφεροί μου ἐπορεύθησαν ὁδοὺς τραχείας, ἤρθησαν ὡς ποίμνιον ἡρπασμένον ὑπὸ ἐχθρῶν. Θαρσήσατε τέκνα καὶ βοήσατε πρὸς τὸν Θεόν, ἔσται γὰρ ὑμῶν ὑπὸ τοῦ ἐπάγοντος μνεία. Ὥσπερ γὰρ ἐγένετο ἡ διάνοια ὑμῶν εἰς τὸ πλανηθῆναι ἀπὸ τοῦ Θεοῦ, δεκαπλασιάσατε ἐπιστραφέντες ζητῆσαι αὐτόν. Ὁ γὰρ ἐπαγαγὼν ὑμῖν τὰ κακὰ ἐπάξει ὑμῖν τὴν αἰώνιον εὐφροσύνην μετὰ τῆς σωτηρίας ὑμῶν.


Προφητείας Δανιὴλ τὸ ἀνάγνωσμα.

(Θ’ 15-19)
Κύριε ὁ Θεὸς ἡμῶν, ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κραταιᾷ καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη, ἡμάρτομεν, ἠνομήσαμεν. Κύριε, ἐν πάσῃ ἐλεημοσύνῃ σου ἀποστραφήτω δὴ ὁ θυμός σου καὶ ἡ ὀργή σου ἀπὸ τῆς πόλεώς σου ῾Ιερουσαλὴμ ὄρους ἁγίου σου, ὅτι ἡμάρτομεν, καὶ ἐν ταῖς ἀδικίαις ἡμῶν καὶ τῶν πατέρων ἡμῶν ῾Ιερουσαλὴμ καὶ ὁ λαός σου εἰς ὀνειδισμὸν ἐγένετο ἐν πᾶσι τοῖς περικύκλῳ ἡμῶν. Καὶ νῦν εἰσάκουσον, Κύριε ὁ Θεὸς ἡμῶν, τῆς προσευχῆς τοῦ δούλου σου καὶ τῶν δεήσεων αὐτοῦ καὶ ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸ ἁγίασμά σου τὸ ἔρημον ἕνεκέν σου, Κύριε· κλῖνον ὁ Θεός μου τὸ οὗς σου καὶ ἄκουσον· ἄνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ τὸν ἀφανισμὸν ἡμῶν καὶ τῆς πόλεώς σου, ἐφ' ἧς ἐπικέκληται τὸ ὄνομά σου ἐπ' αὐτῆς, ὅτι οὐκ ἐπὶ ταῖς δικαιοσύναις ἡμῶν ῥιπτοῦμεν τὸν οἰκτιρμὸν ἡμῶν ἐνώπιόν σου, ἀλλ' ἐπὶ τοὺς οἰκτιρμούς σου τοὺς πολλούς, Κύριε. Εἰσάκουσον, Κύριε, ἱλάσθητι Κύριε, πρόσχες Κύριε καὶ ποίησον· μὴ χρονίσῃς ἕνεκέν σου, ὁ Θεός μου, ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὴν πόλιν σου καὶ ἐπὶ τὸν λαόν σου»

(χφφ. προφητολόγια Κρυπτοφέῤῥης Α.δ.II ι’ αἰ., Reg. gr. 75 τοῦ ἔτους 982, Σινὰ 2095 κανονάριο ι’ αἰ. φ. 3r, Dmitrievskij τ. 1 σσ. 183, 892, χφφ. Plutei 09.15 προφητολόγιο τοῦ ἔτους 964 φφ. 98r-102r, ἁγ. Σάβα 99 προφητολόγιο ια’ αἰ. φφ. 212r-214v, Κρυπτοφέῤῥης Α.β.V πραξαπόστολος μεταξὺ τῶν ἐτῶν 1025-1100 φφ. 74v-75r, τυπικὸ Μεσσήνης σ. 282, χφφ. Vat. gr. 1554 εὐχολόγιο ἀρχῶν ιβ’ αἰ. φφ. 202v-205v, Barb. gr. 393 εὐχολόγιο ιβ’ αἰ. φφ. 82v-85v, Σινὰ 1097 Σιναϊτικὸ τυπικὸ τοῦ ἔτους 1214 φ. 63r, Σινὰ 1101 Σιναϊτικὸ τυπικὸ τοῦ ἔτους 1311 φ. 101r-v, Σινὰ 1103 Σιναϊτικὸ τυπικὸ ιδ’ αἰ. φ. 158v, Σινὰ 695 εὐχολόγιο ιδ’ αἰ. φφ. 10v-21r, Vat. gr. 1979 εὐχολόγιο ιδ’ αἰ. φφ. 54v-60r, Barb. gr. 519 πεντηκοστάριο ιδ’-ιε’ αἰ. φφ. 212r-213r, ΕΒΕ 665 εὐχολόγιο τοῦ ἔτους 1543 φφ. 57r-59r, Barb. gr. 359 τυπικὸν τῆς Bova τοῦ ἔτους 1552 φ. 180r).
Βλ. καὶ χφφ. Vat. gr. 1833 εὐχολόγιο τέλη ι’ αἰ. φ. 33r, Ott. gr. 434 εὐχολόγιο τοῦ ἔτους 1175 φ. 26r, Paris. gr. 1154 τυπικὸ ιβ’ αἰ. φ. 89r, Barb. gr. 293 εὐχολόγιο ιγ’ αἰ. φ. 77v, D I σσ. 148 ὑποσ. 1, D II σσ. 216, 236, χφφ. Vat. gr. 1606 ᾀσματικὸ ιγ’-ιδ’ αἰ. φ. 179v, Paris. gr. 248 πεντηκοστάριο ιδ’ αἰ. σσ. 418-420, Barb. gr. 519 πεντηκοστάριο ιδ’-ιε’ αἰ. φφ. 212r-213r, Σινὰ 768 πεντηκοστάριο ιστ’ αἰ. φφ. 218v-220r.


«Προκείμενον. Ἦχος γ’.

Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.

Στίχος. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με»

(χφφ. Vat. gr. 1833 εὐχολόγιο τέλη ι’ αἰ. φ. 30v, Κρυπτοφέῤῥης Γ.β.IV εὐχολόγιο μεταξὺ τῶν ἐτῶν 985-1000 φ. 89r, Paris. gr. 1154 τυπικὸ ιβ’ αἰ. φ. 89r «ἦχος δ’»).
 
Last edited:

MTheodorakis

Παλαιό Μέλος
#2
Πράξεων τῶν ἁγίων ἀποστόλων τὸ ἀνάγνωσμα.

(Κ’ 16-38)
«Ἐν ταῖς ἡμέραις ἐκεῖναις ἔκρινε ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ· ἔσπευδε γὰρ, εἰ δυνατὸν ἦν αὐτῷ, τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα. Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. Ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν, εἶπεν αὐτοῖς· Ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης ἡμέρας ἀφ’ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ' ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην, δουλεύων τῷ Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ πολλῶν δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων, ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ’ οἴκους, διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς τὸν Θεὸν μετάνοιαν καὶ πίστιν τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Καὶ νῦν ἰδοὺ ἐγὼ δεδεμένος τῷ πνεύματι πορεύομαι εἰς Ἱερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά μοι μὴ εἰδώς, πλὴν ὅτι τὸ Πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεται λέγον ὅτι δεσμά με καὶ θλίψεις μένουσιν. Ἀλλ' οὐδενὸς λόγον ποιοῦμαι οὐδὲ ἔχω τὴν ψυχήν μου τιμίαν ἐμαυτῷ, ὡς τελειώσαι τὸν δρόμον μου μετὰ χαρᾶς καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ. Καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ. Διό μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων· οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. Προσέχετε οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Κυρίου καὶ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. Ἐγὼ γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου· καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. Διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοί, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ τῷ δυναμένῳ ἐποικοδομῆσαι καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα· αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ Κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπε· μακάριόν ἐστι μᾶλλον διδόναι ἢ λαμβάνειν. Καὶ ταῦτα εἰπών, θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο. Ἱκανὸς δὲ ἐγένετο κλαυθμὸς πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν, ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει, ὅτι οὐκέτι μέλλουσι τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. Προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον»

(χφ. Σινὰ 2095 κανονάριο ι’ αἰ. φ. 3r, Dmitrievskij τ. 1 σ. 183, Dmitrievskij τ. 2 σ. 236, χφ. Σινὰ 695 εὐχολόγιο ιδ’ αἰ. φφ. 81v-87v).
Βλ. καὶ χφφ. Vat. gr. 1833 εὐχολόγιο τέλη ι’ αἰ. φ. 30v, Κρυπτοφέῤῥης Γ.β.IV εὐχολόγιο μεταξὺ τῶν ἐτῶν 985-1000 φ. 89r, Paris. gr. 58 πραξαπόστολος ια’ αἰ. φ. 136r, Paris. gr. 1154 τυπικὸ ιβ’ αἰ. φ. 89r, Dmitrievskij τ. 1 σσ. 148 ὑποσ. 1, Dmitrievskij τ. 2 σ. 216, χφφ. Vat. gr. 1979 εὐχολόγιο ιδ’ αἰ. φφ. 54v-60r, Barb. gr. 519 πεντηκοστάριο ιδ’-ιε’ αἰ. φ. 213r-v, ΕΒΕ 665 εὐχολόγιο τοῦ ἔτους 1543 φφ. 59r-60r.


«Ἀλληλούια. Ἦχος δ’.
Στίχος. Ἐξαποστελεῖς τὸ πνεῦμα σου καὶ κτισθήσονται καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς»

(χφ. Vat. gr. 1833 εὐχολόγιο τέλη ι’ αἰ. φ. 30v, Κρυπτοφέῤῥης Γ.β.IV εὐχολόγιο μεταξὺ τῶν ἐτῶν 985-1000 φ. 89r).


«Ἐκ τοῦ κατὰ Ἰωάννην.

(ΙΔ΄ 15- 21)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε, καὶ ἐγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα μένει μεθ' ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει αὐτὸ· ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ' ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται. Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς. Ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσεσθε. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν. Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν»

(χφφ. Εὐαγγελιάρια Paris. gr. 281 θ’ αἰ. σ. 104, Harley 5684 θ’-ι’ αἰ. φ. 235r-v, The Royal Library of El Escorial y. III. 5 τετραβάγγελο τοῦ ἔτους 1013 φφ. 204v-205v, RGB 270 7 Εὐαγγελιάριο ια’-ιβ’ αἰ. φφ. 40v-41r).
Βλ. καὶ χφφ. Σινὰ 188 τετραβάγγελο ι’ αἰ. φ. 2v, Σινὰ 2095 κανονάριο ι’ αἰ. φ. 3r, Σινὰ 958 εὐχολόγιο ι’ αἰ. φ. 49r, Vat. gr. 1833 εὐχολόγιο τέλη ι’ αἰ. φ. 30v, Κρυπτοφέῤῥης Γ.β.IV εὐχολόγιο μεταξὺ τῶν ἐτῶν 985-1000 φ. 89r, Dmitrievskij τ. 1 σσ. 183, χφφ. Paris. gr. 82 τετραβάγγελο τοῦ ἔτους 1072 φ. 274v, Paris. gr. 1154 τυπικὸ ιβ’ αἰ. φ. 89r, Dmitrievskij τ. 2 σσ. 216, 236, χφφ. Σινὰ 695 εὐχολόγιο ιδ’ αἰ. φφ. 87v-99v, Vat. gr. 1979 εὐχολόγιο ιδ’ αἰ. φφ. 54v-60r, Barb. gr. 519 πεντηκοστάριο ιδ’-ιε’ αἰ. φφ. 213v-214r, ΕΒΕ 665 εὐχολόγιο τοῦ ἔτους 1543 φφ. 60r-v.


Στὴν πρώτη γονυκλισία ὁ διάκονος λέγει:

«Κλίνοντες τὰ γόνατα ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν»

(χφφ. εὐχολόγια Μόσχας Sevastianov 474 ι’ αἰ. φ. 75r, Κρυπτοφέῤῥης Γ.β.X τέλη ι’ αἰ. φ. 64r, Σινὰ 959 ια’ αἰ. φ. 42v «κλίναντες», Vat. gr. 1970 ἀρχὲς ιβ’ αἰ. φ. 179v, Dmitrievskij τ. 2 σ. 101, τυπικὸ Κασούλων τοῦ ἔτους 1173 σ. 272, χφ. Ott. gr. 344 εὐχολόγιο τοῦ ἔτους 1177 φ. 52r).


Στὶς ἑπόμενες γονυκλισίες ὁ διάκονος λέγει:

«Ἔτι καὶ ἔτι κλίνοντες τὰ γόνατα ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν»

(Dmitrievskij τ. 2 σσ. 24, 236, χφφ. Σινὰ 2095 κανονάριο ι' αἰ. φ. 3v, Vat. gr. 1833 εὐχολόγιο τέλη ι’ αἰ. φ. 31r, τυπικὸ Εὐεργέτιδος σ. 595 «κλίναντες», χφ. Vat. gr. 1970 εὐχολόγιο ἀρχὲς ιβ’ αἰ. φφ. 182r, 185r, τυπικὸ Μεσσήνης σ. 281 «κλίναντες», χφφ. Σινὰ 973 εὐχολόγιο τοῦ ἔτους 1153 φ. 71v, Paris. gr. 1154 τυπικὸ ιβ' αἰ. φ. 89r, Κρατικῆς Βιβλιοθήκης τῆς Ῥωσίας 173.Ι 501 ΤΑΣ ιβ' αἰ. φ. 121v «κλίναντες», τυπικὸ Κασούλων τοῦ ἔτους 1173 σ. 273, χφφ. εὐχολόγια Escorial X. IV. 13 πρὸ τοῦ ἔτους 1174 φ. 11v, Ott. gr. 434 τοῦ ἔτους 1175 φ. 38r, Ott. gr. 344 τοῦ ἔτους 1177 φ. 55v, Barb. gr. 393 ιβ’ αἰ. φ. 70v «κλίναντες», Paris. gr. 409 εἰλητάριο ιβ’ αἰ., ΕΒΕ 713 ιβ’ αἰ. φ. 114r «κλίναντες», Dmitrievskij τ. 1 σ. 890 «κλίναντες»).
 
Last edited:

MTheodorakis

Παλαιό Μέλος
#3
«Ἀρχὴ ὥρας η’[1] σημαίνει τὸ ἑσπερινόν»
(τυπικὸ Εὐεργέτιδος σ. 595, χφ. ΕΒΕ 713 εὐχολόγιο ιβ’ αἰ. φ. 110v, Dmitrievskij τ. 3 σ. 682),

δηλαδὴ 4μμ. Μπορεῖ, βέβαια, νὰ σημάνει καὶ 7 μ.μ.



Κατὰ τὸν προοιμιακὸ ψαλμό, παραλείπεται ἡ μυστικὴ ἀνάγνωση τῆς ζ' εὐχῆς τοῦ λυχνικοῦ, ἀφοῦ θὰ ἐκφωνηθεῖ στὸ τέλος τῆς γ' γονυκλισίας.


Στὸ χφ. Σινὰ ΜΓ 5 τροπολόγιο β’ ἥμισυ θ’ αἰ. τὰ σημερινὰ ἀπόστιχα εἶναι λιτή, μετὰ τὴν ὁποία ἕπεται ἡ γονυκλισία.


Ἡ ἀπόλυση τοῦ ἑσπερινοῦ τῆς γονυκλισίας εἶναι «Ὁ ἐκ τῶν πατρικῶν κόλπων...διὰ τὴν ἑαυτοῦ ἀγαθότητα. -Ἀμήν» (Ἰ. Φουντούλη (+2007) Ἀπαντήσεις τ. 5 σ. 67).


Μετὰ τὸν ἑσπερινὸ τῆς γονυκλισίας συνεχίζουν νὰ ἀργοῦν οἱ μεγάλες μετάνοιες, λόγῳ τῶν μεθεόρτων, μέχρι καὶ τὴν Κυριακὴ τῶν ἁγίων πάντων
(Κανονάριο Νίκωνος Μαυροορείτου (~1085) σ. 31, Θ. Γιάγκου Κανόνες καὶ λατρεία 2001 σ. 268, τυπικὸ Μεσσήνης σσ. 5, 287, Dmitrievskij τ. 1 σ. 798, Dmitrievskij τ. 3 σ. 145, χφ. Φλωρεντίας Plutei 10.15 TAΣ τοῦ ἔτους 1335-6 φ. 172r).


[1] Θ’ κατὰ τὸ χφ. Paris. gr. 1154 τυπικὸ ιβ’ αἰ. φ. 88v, ι’ κατὰ τὸ Ἀρμενικὸ ἐκλογάδιο μεταξὺ τῶν ἐτῶν 417-439 ἔκδ. A Renoux Le Codex Arménien Jérusalem 121. II. Édition comparée du texte et de deux autres manuscrits, Patrologia Orientalis τ. 36 σ. 341.
 

nektar

νεοαρχάριος
#4
Τυπικὸν Ἁγίου Σάββα, ἔκδοσις μονῆς Τατάρνης (2009), σσ. 460-461:

Εἴδησις τῆς γονυκλισίας τῇ Κυριακῇ τῆς ἁγίας Πεντηκοστῆς
Κεφάλαιον νε´ (55ον)


Τῇ αὐτῇ Κυριακῇ τῆς ἁγίας Πεντηκοστῆς ἑσπέρας, σημαίνει ταχύτερον [1] διὰ τῆς ἀκολουθίαν τῆς γονυκλισίας. Καὶ λέγομεν τὸν συνήθη ψαλμόν [2]. ...
--


Ὑποσημειώσεις

[1] Τοῦτο σημαίνει ὅτι ἀρχόμεθα ὀλίγον ἐνωρίτερον τοῦ συνήθους, οὐχὶ πλέον τοῦ διώρου. Ὅμως ἡ ἐπισύναψις τοῦ ἑσπερινοῦ τούτου εἰς τὸ τέλος τῆς θ. Λειτουργίας, ὅπερ προβλέπει τὸ ἐν ἰσχύι τυπικόν, εἰς οὐδὲν τῶν παλαιῶν τυπικῶν μαρτυρεῖται. Αὐθαίρετός ἐστι μετάθεσις «κατ᾿ οἰκονομίαν» διὰ τοὺς ἐν τῷ κόσμῳ Ναούς, ἀλλὰ καὶ κοπιώδης εἶναι, καὶ γιὰ τοὺς «πιστοὺς» παροτρύνει εἰς περιφρόνησιν τῆς θ. Λειτουργίας, καὶ προσέλευσιν πολὺ ἀργότερον τοῦ συνήθους, διὰ τὴν «γονατιστήν». Πρόσχες προσέτι ὅτι καὶ αἱ εὐχαὶ προϋποθέτουν ἑσπέραν καὶ οὐχὶ πρωΐαν. Ἄρα ἔχομεν, ὡς καὶ ἐν ἄλλοις, ἀθέτησιν τῆς «λογικῆς λατρείας». Αἱ ἱεραὶ Μοναὶ τῷ ἡμετέρῳ τυπικῷ κατακολουθήτωσαν.

[2] Ἤγουν τὸν προοιμιακὸν ψαλμόν.

--
καὶ ἄνευ
αὐτοῦ.
 

Παναγιώτης

σκολιοὶ γὰρ λογισμοί, χωρίζουσιν ἀπὸ Θεοῦ
#5
Τυπικὸν Ἁγίου Σάββα, ἔκδοσις μονῆς Τατάρνης (2009), σσ. 460-461:

Εἴδησις τῆς γονυκλισίας τῇ Κυριακῇ τῆς ἁγίας Πεντηκοστῆς
Κεφάλαιον νε´ (55ον)


Τῇ αὐτῇ Κυριακῇ τῆς ἁγίας Πεντηκοστῆς ἑσπέρας, σημαίνει ταχύτερον [1] διὰ τῆς ἀκολουθίαν τῆς γονυκλισίας. Καὶ λέγομεν τὸν συνήθη ψαλμόν [2]. ...
--


Ὑποσημειώσεις

[1] Τοῦτο σημαίνει ὅτι ἀρχόμεθα ὀλίγον ἐνωρίτερον τοῦ συνήθους, οὐχὶ πλέον τοῦ διώρου. Ὅμως ἡ ἐπισύναψις τοῦ ἑσπερινοῦ τούτου εἰς τὸ τέλος τῆς θ. Λειτουργίας, ὅπερ προβλέπει τὸ ἐν ἰσχύι τυπικόν, εἰς οὐδὲν τῶν παλαιῶν τυπικῶν μαρτυρεῖται. Αὐθαίρετός ἐστι μετάθεσις «κατ᾿ οἰκονομίαν» διὰ τοὺς ἐν τῷ κόσμῳ Ναούς, ἀλλὰ καὶ κοπιώδης εἶναι, καὶ γιὰ τοὺς «πιστοὺς» παροτρύνει εἰς περιφρόνησιν τῆς θ. Λειτουργίας, καὶ προσέλευσιν πολὺ ἀργότερον τοῦ συνήθους, διὰ τὴν «γονατιστήν». Πρόσχες προσέτι ὅτι καὶ αἱ εὐχαὶ προϋποθέτουν ἑσπέραν καὶ οὐχὶ πρωΐαν. Ἄρα ἔχομεν, ὡς καὶ ἐν ἄλλοις, ἀθέτησιν τῆς «λογικῆς λατρείας». Αἱ ἱεραὶ Μοναὶ τῷ ἡμετέρῳ τυπικῷ κατακολουθήτωσαν.

[2] Ἤγουν τὸν προοιμιακὸν ψαλμόν.

--
καὶ ἄνευ
αὐτοῦ.

Έχω αναλύσει λίγο αυτό το θέμα της γονυκλισίας, στο άρθρο : "Επιτρέπεται η γονυκλισία τις Κυριακές;", σ. 8 κ.ε.. (και εδώ), με θετικά σχόλια από τον π. Γεώργιο Μεταλληνό (2005).

«δ. τὴν ἀπάντηση στὸ τέταρτο ἐπιχείρημα τὴν ἀναφέρει ὁ Ἅγιος Νικόδημος[18]: «ὁ μέγας Βασίλειος (εἶναι λόγια τοῦ Βλαστάρεως) «συνθέμενος ἄριστα πάντων τὰς ἱλαστηρίους εὐχὰς, τὰς ἐν τῇ ἡμέρᾳ τῆς Πεντηκοστῆς ἐπὶ τῇ τοῦ ἁγίου Πνεύματος ἐπιδημίᾳ ἐκφωνουμένας, καὶ μὲ δουλικὸν σχῆμα καὶ κλίσιν γονάτων παραινέσας τὸν λαὸν νὰ τὰς ἀκροάζωνται, διὰ νὰ ὁμολογοῦν μὲ τὸ σχῆμα τοῦτο τὴν φυσικὴν αὐθεντίαν τοῦ ἁγίου Πνεύματος, καὶ μαρτυροῦν καὶ κατὰ τοῦτο ὁμοούσιον μὲ τὸν Υἱὸν τὸ Πνεῦμα τὸ ἅγιον, εἰς τὸ ὁποῖον κάμπτει πᾶν γόνυ, κατὰ τὸν Ἀπόστολον. Ταῦτα, λέγω, ποιήσας, δὲν ἔκρινεν εὔλογον νὰ ἀναγινώσκωνται αἱ εὐχαί του αὗται ἐν τῇ γ’. ὥρᾳ τῆς ἡμέρας, κατὰ τὴν ὁποίαν ἐπεδήμησεν εἰς τοὺς Ἀποστόλους τὸ Πνεῦμα τὸ ἅγιον. Ὄχι· Διὰ τὶ δὲν ἦτο πρέπον, αὐτὸς ὁποῦ ἦτο ὑποφήτης, καὶ μύστης τῶν ἀποκρύφων μυστηρίων τοῦ ἁγίου Πνεύματος, νὰ καταργήσῃ τὰ πρεσβεῖα, καὶ προνόμια τῆς Κυριακῆς, μεγάλα μυστήρια καὶ λογαριασμοὺς περιέχοντα, ἅπερ αὐτὸς ἐκύρωσε πρότερον, λέγω δὴ τὸ νὰ μὴ κλίνωμεν γόνυ ἐν τῇ Κυριακῇ. Ὅθεν διὰ νὰ μὴ γένῃ τοῦτο τὸ ἄτοπον, ἐδιώρισε νὰ ἀναγινώσκωνται μετὰ γονυκλισίας κατὰ τὴν ἑσπέραν τῆς Πεντηκοστῆς, κατὰ τὴν ὁποίαν, ἡ μὲν Κυριακὴ, καὶ ἡ Πεντηκοστὴ τελειώνει, αἱ δὲ τῆς β’. ἀρχαὶ καταβάλλονται, ἐπειδὴ κάθε ἐρχομένη ἡμέρα κάμνει τὴν ἀρχήν της ἀπὸ τὴν ζ’. ὥραν τῆς προλαβοῦσης, καὶ κατὰ τοὺς ἀστρονόμους, καὶ κατὰ τοὺς πολιτικοὺς νόμους. Δι’ ὅ οἱ τὰς εὐχὰς ταύτας, ἀναγινώσκοντες τὸ πρωῒ, κακῶς, καὶ ἡμαρτημένως, καὶ παρὰ Κανόνας ποιοῦσιν. [...]»».

Συνεπῶς καθαρὰ φαίνεται ὅτι ὁ Μέγας Βασίλειος «ἐδιώρισε νὰ ἀναγινώσκονται μετὰ γονυκλισίας κατὰ τὴν ἑσπέραν τῆς Πεντηκοστῆς, κατὰ τὴν ὁποίαν, ἡ μὲν Κυριακὴ, καὶ ἡ Πεντηκοστὴ τελειώνει».

Καὶ ἐπίσης «οἱ τὰς εὐχὰς ταύτας, ἀναγινώσκοντες τὸ πρωῒ, κακῶς, καὶ ἡμαρτημένως, καὶ παρὰ Κανόνας ποιοῦσιν».

Νὰ σημειώσουμε ὅτι καὶ τὸ Πεντηκοστάριον[19] καὶ τὸ Τυπικὸν τοῦ Οἰκονόμου Γεωργίου Ρῆγα (1884-1961) ἐκδοθὲν μάλιστα ὑπὸ τοῦ Πατριαρχικοῦ Ἰδρύματος Πατερικῶν Μελετῶν, δὲν ἀναφέρουν τὴν μετάθεση τῆς Ἀκολουθίας τῆς Γονυκλισίας.

Παρήγορον εἶναι ὅτι τὸ Ἱερατικὸν[20], τουλάχιστον ἔχει σὰν πρώτη (!) περίπτωση «Ἐὰν ὁ Μέγας Ἑσπερινὸς ψαλῇ τὸ ἀπόγευμα τῆς Κυριακῆς» ποῦ δείχνει ὅτι στὰ χρόνια μας δὲν ἔχουν ἐντελῶς ἀγνοηθεῖ οἱ Κανόνες[21]· τὸ θέμα ὅμως εἶναι ποιὸς τοὺς πράττει, εἰδικὰ στὰ θέματα τῆς Θείας Λατρείας ὅπου δὲν ὑπάρχει λόγος «οἰκονομίας», ἀλλὰ μάλλον λόγος ταπεινώσεως.

Παρὰ τὸ Ἱερατικόν, τὸ Πεντηκοστάριον, καὶ τὸν Τυπικὸν τοῦ Ρῆγα, στὸ Τυπικὸν τῆς Μ.Τ.Χ.Ε. (τοῦ Βιολάκη, περὶ τὰ 1900) καταφαίνεται ὅτι ἄρχεται ὁ Ἑσπερινὸς ἀμέσως μετὰ τὴν Θεία Λειτουργία (σ. 391), τουλάχιστον στὸ Οἰκουμενικὸν Πατριαρχεῖον. Ἄς ποῦμε ὅμως ὅτι τὸ ἐν λόγῳ Τυπικὸ ἔχει καὶ ἄλλο ἀντικανονικὸν λάθος· ἔχει τὸ Ἑωθινὸν Εὐαγγέλιον μετὰ τὴν Καταβασίαν τῆς η’ Ὠδῆς (σ. 24), πράγμα τὸ ὁποῖον ἀνάγκασε τὴν Ἱερὰ Σύνοδό μας[22], μὲ πολύχρονη καθυστέρηση, νὰ ἐπαναφέρῃ τὴν τάξιν τοῦ Ἑωθινοῦ Εὐαγγελίου εἰς τὴν ἀρχαίαν «κανονικήν» θέσιν αὐτῆς[23].

Ἐπίσης καὶ ὁ σύγχρονος Ἅγιός μας, ὁ Ἅγιος Ἀθανάσιος ὁ Πάριος (1721-1813), ἐξηγοῦσε καὶ ὑπενθύμιζε (τεκμηριωμένα) στοὺς εὐλαβεῖς πιστοὺς τῆς ἐποχῆς του, ὅτι «ἡ γονυκλισία γίνεται μὲν τὴν ἡμέρα τῆς Πεντηκοστῆς, ἀλλὰ μετὰ τὴν Εἴσοδο τοῦ Ἑσπερινοῦ, “διὰ νὰ μὴ ἀτιμάζηται ἡ ἀνάστασις”. Τότε ἀναγινώσκονται οἱ Εὐχὲς τοῦ Μ. Βασιλείου “καὶ ὄχι εἰς τὴς Λειτουργίαν, καθὼς τολμᾷ νὰ κάνῃ τὴν σήμερον ἡ ἀμάθεια”»[24].»
 

chanendes

Ιωάννης Π. Αχιλλιάς
#6
είναι, ωστόσο, πολύ απλό αυτό που θα συμβεί αν ο Εσπερινός τελεστεί το απόγευμα:
δεν θα [ξανα]έρθει κανείς στην Εκκλησία, και θα τις διαβάσει μόνος του ο Παπάς με τον Ψάλτη...
οπότε, από το να τις ακούσουν οι καρέκλες, καλύτερα όπως γίνεται...
 

giorgosgoudi

Νέο μέλος
#7
Σε πρώτη φάση αυτό μπορεί να γίνει στους πανηγυρίζοντες ναούς που συγκεντρώνουν ήδη αρκετό κόσμο. Αν στο εγχείρημα είναι παρών και ο δεσπότης, υπάρξει ραδιοφωνική κάλυψη κλπ μετά από κάποια χρόνια θα μπορούμε να κρίνουμε το αποτέλεσμα.

Κύριε Θεοδωράκη, αν μπορείτε συμπληρώστε το αρχικό σας μήνυμα και με το περιεχόμενο πριν το προκείμενο (δηλ. τα στιχηρά και το δοξαστικό ανά τους αιώνες). Το ζητώ με αφορμή ότι το Δοξαστάριο Π. Λαμπαδαρίου (1820) για τη Δευτέρα προβλέπει τα δοξαστικά που τα σημερινά πεντηκοστάρια (εκδόσεως 1932 και εξής) τα έχουν την Τρίτη.
 
Top