Ἄσπιλε, ἀμόλυντε... [ῥαθυμίᾳ/ῥαθυμίας γνώμῃ/γνώμης]

MTheodorakis

Παλαιό Μέλος
#21
«Εὐχὴ ἱκετήριος εἰς τὴν ὑπεραγίαν Θεοτόκον Παύλου μοναχοῦ»
(χφ. Σινὰ 2203 24ωρο ὡρολόγιο ιβ' αἰ. φ. 164v).

«Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, θεόνυμφε δέσποινα τὸν Θεὸν τοῖς ἀνθρώποις τῇ παραδόξῳ σου κυήσει ἑνώσασα καὶ τὴν ἀπωσθεῖσαν φύσιν ἡμῶν τοῖς οὐρανίοις συνάψασα, ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπὶς καὶ τῶν πολεμουμένων βοήθεια, ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων καὶ πάντων τῶν χριστιανῶν τὸ καταφύγιον, μὴ βδελύξῃ με τὸν ἁμαρτωλόν, τὸν ἐναγέσιν αἰσχροῖς λογισμοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καί τῶν ἡδονῶν δοῦλον ῥαθυμίᾳ γνώμῃ γενόμενον. Ἀλλ' ὡς τοῦ φιλανθρώπου Θεοῦ μήτηρ, φιλανθρώπως σπλαγχνίθητι ἐπ' ἐμοὶ τῷ ἀσώτῳ καὶ δέξαι μου τὴν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην σοι δέησιν καὶ τὸν σὸν Υἱὸν καὶ ἡμῶν Θεὸν καὶ δεσπότην καὶ Κύριον τῇ μητρικῇ σου παρρησίᾳ χρωμένη δυσώπησον, ἵνα ἀνοίξῃ κἀμοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς αὐτοῦ ἀγαθότητος καί, παριδὼν μου τὰ ἀναρίθμητα πταίσματα, ἐπιστρέψῃ με πρὸς μετάνοιαν καί τῶν αὐτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με. Καὶ πάρεσό μοι ἁγία ὡς συμπαθὴς καὶ ἐλεήμων, ἐν μὲν τῷ παρόντι βίῳ θερμὴ προστάτις καὶ βοηθὸς τὰς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα καὶ πρὸς σωτηρίαν καθοδηγοῦσα με καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα καὶ τὴν σκοτεινὴν ὄψιν τῶν πονηρῶν δαιμόνων πόῤῥω αὐτῆς ἀπελαύνουσα· ἐν δὲ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως τῆς αἰωνίου με ῥυομένη κολάσεως καὶ τῆς ἀποῤῥήτου δόξης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ κληρονόμον ἀποδεικνύουσα, ἧς τύχοιμι, δέσποινα μου, ἁγία Θεοτόκε διὰ τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως, χάριτι τοῦ μονογενοῦς σου Υἱοῦ» (χφ. Φλωρεντίας Plutei 05.05 ὡρολόγιο ια’-ιβ’ αἰ. φφ. 325r-326r), «ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν» (χφ. Barb. gr. 345 εὐχολόγιο ιβ’ αἰ. φ. 94r).
 
Last edited:
Top