"Ἀνοίξαντάρια" Θ. Φωκαέως

ΝΕΚΤΑΡΙΟΣ ΚΟΥΓΙΑΣ

Παλαιό Μέλος
Ανοιξαντάρια σύντομα, σε ήχο πλ. του δ' & μέλος Θ. Φωκαέως.
νοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος, ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Δόξα σοι ὁ Θεός. Ἀλληλούϊα.
ντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Δόξα σοι ὁ Θεός. Ἀλληλούϊα.
ξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Δόξα σοι ὁ Θεός. Ἀλληλούϊα.
τω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Δόξα σοι ὁ Θεός. Ἀλληλούϊα.
ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. Δόξα σοι ὁ Θεός. Ἀλληλούϊα.
σω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Δόξα σοι ὁ Θεός. Ἀλληλούϊα.
δυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Δόξα σοι ὁ Θεός. Ἀλληλούϊα.
κλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Δόξα σοι ὁ Θεός. Ἀλληλούϊα.
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ. Δόξα σοι ὁ Θεός. Ἀλληλούϊα.
ς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας. Δόξα σοι ὁ Θεός. Ἀλληλούϊα.
 
Last edited by a moderator:
Back
Top