Ἀκολουθία τῆς θείας μεταλήψεως

MTheodorakis

Παλαιό Μέλος
#1


Εὐχὴ ἰδιωτικὴ πρὸ τῆς μεταλήψεως

«Δέσποτα ἅγιε, ἀμόλυντε, ἄχραντε, ὁ μὴ ἀπαξιώσας διὰ τὸ πολύ σου ἔλεος τὴν ῥυπωθεῖσαν ὑπὸ τῆς ἁμαρτίας φύσιν ἡμῶν ἀναμαρτήτως καὶ ἀῤῥυπάρως ἀναλαβεῖν καὶ καθαρίσας αὐτὴν τῷ ἁγίῳ σου αἵματι τῷ κενωθέντι διὰ τὴν σωτηρίαν τοῦ πλάσματος τῶν ἁγίων χειρῶν σου, ὁ τὴν σὴν ἄφατον οἰκονομίαν ἐπιτελέσας οὐχ ἕνεκα τῶν μὴ ἁμαρτησάντων σοι, οὐδὲ τῶν εὐαρεστησάντων, ἀλλ' ἕνεκα τῶν παροργισάντων καὶ ἀθετησάντων, τῶν διὰ τὰς ἁμαρτίας πᾶσαν ἀπεγνωκότων ἐλπίδα σωτηρίας· αὐτὸς γὰρ εἶπας ἀγαθὲ μὴ χρείαν ἔχειν τοὺς ὑγιαίνοντας ἰατροῦ, ἀλλὰ τοὺς ἀσθενοῦντας καὶ ἦλθες οὐχὶ σῶσαι τοὺς σεσωσμένους, ἀλλὰ τὸ ἀπολωλός· σὺ οὖν εὔσπλαχνε κἀμὲ τὸν ἀνάξιον εἰς τοὺς σοὺς θαῤῥήσαντα οἰκτιρμοὺς καὶ τολμῶντα προσελθεῖν τῷ παναγίῳ σου σώματι καὶ αἵματι δέξαι τῇ σῇ εὐσπλαχνίᾳ καὶ ἀνάσχου τῶν φρικτῶν σου μυστηρίων λαβεῖν κοινωνὸν τὴν ἐμὴν ἐλεεινότητα καὶ μὴ βδελύξει καὶ μὴ ὀργισθῇς μηδὲ εἰς ἐνοχὴν παραστήσῃς μοι, διότι ἁμαρτωλὸς ὤν καὶ ἀκάθαρτος ἀναξίως προσέρχομαι. Μή, φιλόψυχε Κύριε, ὁ δοὺς ἡμῖν τοῖς ἁμαρτωλοῖς τὸ σῶμα καὶ τὸ αἷμα σου εἰς ἄφεσιν ἁμαρτιῶν· δὸς δὲ μοι διὰ τῆς αὐτῶν μεταλήψεως τὴν σὴν ἐν ἐμοὶ τῷ ἀχρείῳ δούλῳ σου καὶ τὴν ἐμὴν ἐν σοὶ μονὴν τῷ δεσπότῃ μου καὶ ἀγαθῷ σωτῆρι μου. Ποίησόν μοι τὴν τούτων κοινωνίαν εἰς κουφισμὸν τοῦ ἀμυθήτου βάρους τῶν ἀνομιῶν μου, εἰς ἀπολύτρωσιν αἰωνίαν, εἰς ἀποτροπὴν πονηρίας, εἰς φωτισμὸν διανοίας, εἰς ἁγιασμὸν ψυχῆς καὶ εἰς κάθαρσιν σώματος· ὑπὲρ γὰρ ἁμαρτωλῶν, ὑπὲρ κατακρίτων, ὑπὲρ ἀναπολογήτων ἐξέχεας τὸ θεῖον καὶ ζωήῤῥυτον αἷμα σου πολλῇ συμπαθείᾳ· ὅ καταξίωσόν με πιεῖν ἀκατακρίτως καὶ τὸ ζωοποιόν σου φαγεῖν σῶμα καὶ μὴ γενέσθω μοι ἀναξίως ἐσθίοντι φιλάνθρωπε ἡ μετάληψις εἰς κατάκριμα, μηδὲ γένοιτό μοι βαρυτέρα ἡ καταδίκη, ἀντὶ τοῦ τυχεῖν τῆς ἀφέσεως τῶν κακῶν· ὅτι σὺ γινώσκεις ὁ τὰ πάντα ἐπιστάμενος ὡς οὐ προπετῶς, οὐδὲ ὡς ἀκατάκριτος, ἤ ἄξιος ὤν μετὰ παῤῥησίας, ἀλλὰ μετὰ φόβου καὶ τρόμου, μετὰ φρίκης καρδίας καὶ ὀστέων καὶ αὐτῶν μυελῶν προσέρχομαί σου τῇ ἀγαθότητι, εἰδὼς μὲν αὐτοκατάκριτον ἑαυτὸν καὶ ἀνάξιον τοῦ καὶ ὀφθαλμοῖς ἐνατενίζειν τῇ φρικτῇ σου τραπέζῃ, ὅμως δι' ἥν ἐγνώρισας ἁμαρτωλοῖς ἄφατόν σου συμπάθειαν, ἐκ τῆς κλάσεως τοῦ ἁγίου σου σώματος καὶ τῆς ἐκχύσεως τοῦ ἀχράντου σου αἵματος, ἐπιποθῶν τραφῆναι τῇ ψυχοτρόφῳ ταύτῃ Χριστὲ ὁ Θεὸς ἡμῶν τροφῇ, ἐπέῤῥιψα ἑαυτὸν τολμηρῶς εἰς τὸ πέλαγος τοῦ ἐλέους σου, εἰς τὰ σὰ προσκυνητὰ καὶ ἀφθαρτοποιὰ ἀφορῶν πάθη, ἅ κατεδέξω φιλανθρώπως εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ἡμῶν. Δειλίᾳ οὖν καὶ χαρᾷ συνέχομαι. Τῇ μὲν διὰ τὴν ἀναξιότητά μου, τῇ δὲ διὰ τὴν ἐλπίδα τῶν ἐπταισμένων μοι συγχωρήσεως. Ἴδε τὴν ταπείνωσίν μου τοίνυν καὶ παράσχου μοι ἀνενόχως καὶ ἀκατακρίτως ὑποδεχθῆναι τὰ θεῖα καὶ θεοποιά σου μυστήρια εἰς ἱλασμόν, εἰς σωτηρίαν, εἰς ἄφεσιν, εἰς κάθαρσιν, εἰς ἀποφυγὴν τῆς μελλούσης τιμωρίας καὶ εἰς ἐπιτυχίαν τῆς δόξης καὶ ἀπολαύσεως τῆς ἡτοιμασμένης τοῖς ἀγαπώσι σε καὶ ἐν σοὶ ζῶσι καὶ μένουσιν, ἱκεσίαις τῆς ἀκαταισχύντου ἐλπίδος μου καὶ προστασίας, τῆς ὑπερενδόξου καὶ παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου, εὐδοκίᾳ τοῦ παραδόντος σε εἰς θάνατον ὑπὲρ ἡμῶν φιλοκόσμου Πατρός σου καὶ κοινωνίᾳ τοῦ παναγίου καὶ ἀγαθοῦ καὶ συνδοξαζομένου σοι Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν»

(χφφ. Μ. Λαύρας Β-25 ὡρολόγιο ιγ' αἰ. φ. 239r-240r καὶ Παρισίων Coislinus 213 εὐχολόγιο τοῦ ἔτους 1027 φ. 84r ἔκδ. Dmitrievskij τ. 2 σ. 1012).



Εὐχαὶ ἰδιωτικαὶ μετὰ τὴν μετάληψιν

«Εὐχαριστῶ σοι φιλάνθρωπε ὅτι διὰ τὴν πολλήν σου ἀγαθότητα ἠνέσχου κοινωνόν με γενέσθαι τοῦ ἀχράντου σώματός σου καὶ τοῦ τιμίου αἵματος καὶ οὔκ ἐβδελύξω ὡς μεμολυσμένον, οὐδὲ ὡς τῆς ὑποδοχῆς τοῦ ἁγιασμοῦ σου ἀνάξιον ἀοράτῳ σου καὶ θείᾳ δυνάμει ἀπώσω, ἀλλ' εὐδόκησας κἀμὲ τὸν ἁμαρτωλὸν τῇ ἀθανάτῳ σου διαθρέψαι τραπέζῃ, ἧς τὴν ζωοποιὸν χάριν ἀμείωτον ἐν τῇ ταπεινῇ ψυχή μου διατήρησον καὶ τὸν ἁγιασμόν σου ἀνεξάλειπτον ἀπ' ἐμοῦ ποίησον φωτίζων μου πᾶσαν νόησιν, πᾶσαν αἴσθησιν, ἀπρόσκοπόν με φυλλάτων καὶ ἀπερίτρεπτον ἐκ τῆς τοῦ σκότους ἁμαρτίας τοῦ δοξάζειν καὶ εὐχαριστεῖν σοι κατὰ τὸ σὸν ἅγιον θέλημα πάσας τὰς ἡμέρας τῆς ζωῆς μου πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων σου τῶν ἁγίων, τῶν ἀπ' αἰῶνος σοι εὐαρεστησάντων. Ἀμήν»
(ὅπ. πρ. φ. 242r).

«Ὁ Θεός, ὁ Θεός μου, τὸ ἄστεκτον πῦρ καὶ ἀόρατον, ὁ τοὺς ἀγγέλους σου πῦρ φλέγον ποιῶν, ὁ τῇ ἀφάτῳ σου ἀγάπῃ παραδοὺς μοι εἰς βρῶσιν τὸ σῶμα σου, ὁ κοινωνόν με παραλαβῶν τῆς σῆς θεότητος διὰ τῆς μεταλήψεως τοῦ ἀχράντου σου σώματος καὶ τοῦ τιμίου αἵματος, δίελθε δι' ὅλου τοῦ σώματός μου καὶ πνεύματος, δι' ὅλων τῶν μερῶν καὶ μελῶν, δι' ὅλων μου τῶν ὀστέων καὶ μυελῶν, τὰς ἁμαρτίας μου καταφλέγων, τὴν ψυχήν μου φωτίζων, τὸν νοῦν μου λαμπρύνων, τὸ σῶμα καθαγιάζων καὶ μονὴν ποίησον ἐν ἐμοί, ὅπως κἀγὼ μένω ἐν σοὶ ἀεί· πρεσβείαις τῆς ἀχράντου σου μητρός, τῶν τῶν ἀΰλων καὶ νοερῶν λειτουργῶν καὶ πάντων σου τῶν Ἁγίων»
(ὅπ. πρ. φ. 242v).

«Τοῦ ἀχράντου σου σώματος καὶ τοῦ τιμίου αἵματος μυστικὸς ἀξιωθεὶς γενέσθαι συμμέτοχος εὐχαριστῶ, ἀνυμνῶ, προσκυνῶ, δοξάζω καὶ μεγαλύνω τὰς σωτηρίας σου Κύριε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν»
(ὅπ. πρ. καὶ χφ. Harley (British Library) 5561 εὐχολόγιο ιγ' αἰ. φφ. 18v-19r, Dmitrievskij τ. 2 σσ. 825, 951 καὶ Π. Τρεμπέλα Αἱ τρεῖς λειτουργίαι σσ. 145-146).
 
Last edited:

MTheodorakis

Παλαιό Μέλος
#2


Εὐχαὶ πρὸ τῆς μεταλήψεως

Ὁ Θεὸς ἄνες, ἄφες, συγχώρησόν μοι τὰ πλημμελήματα μου, ὅσα σοι ἥμαρτον, εἴ τε ἐν λόγῳ, εἴ τε ἐν ἔργῳ, εἴ τε κατὰ διάνοιαν, ἑκουσίως ἤ ἀκουσίως, ἐν γνώσει ἤ ἐν ἀγνοίᾳ, πάντα μοι συγχώρησον ὡς ἀγαθὸς καὶ φιλάνθρωπος· καὶ τῇ πρεσβείᾳ τῆς παναχράντου σου μητρός, τῶν νοερῶν σου λειτουργῶν καὶ ἁγίων δυνάμεων καὶ πάντων τῶν ἁγίων τῶν ἀπ' αἰῶνος σοι εὐαρεστησάντων ἀκατακρίτως εὐδόκησον δέξασθαί με τὸ ἅγιον καὶ ἄχραντόν σου σῶμα καὶ τὸ τίμιον αἷμα εἰς ἴασιν ψυχῆς τε καὶ σώματος καὶ εἰς ἐξάλειψιν τῶν πονηρῶν μου λογισμῶν. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν.
(Ὡρολόγιον ἐκδ. 1509 ἕως 1830)


Ἰωάννου τοῦ Δαμασκηνοῦ

Τετρωμένος καρδίαν εἰμὶ ἐγώ· ἐξέτηξέ με ὁ ζῆλός σου, ἠλλοίωσέ με ἡ ἀγάπη σου, ∆έσποτα· δέσμιός εἰμι τῷ ἔρωτί σου. Ἐμπλησθείην σου τῶν σαρκῶν· κορεσθείην τοῦ ζωεροῦ καὶ θεοποιοῦ αἵματός σου, ἀπολαύσαιμι τῶν ἀγαθῶν, κατατρυφήσαιμι τῆς σῆς θεότητος, ἄξιος γενοίμην ἐρχομένῳ μετὰ δόξης ὑπαντῆσαί σοι, ἐναέριος ἁρπαγεὶς ἐν νεφέλαις σὺν πᾶσι τοῖς ἐκλεκτοῖς σου, ὡς ἂν ὑμνῶ καὶ προσκυνῶ καὶ δοξάζω σε εὐχαρίστως ἐν ἐξομολογήσει, σὺν τῷ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
(ἔκδ. Ἰ. Δαμασκηνοῦ ἔργα Ε. Π. Ε. τ. 9 (1991) σ. 426).
 
Last edited:

MTheodorakis

Παλαιό Μέλος
#3


Εὐχὴ ἰδιωτικὴ μετὰ τὴν μετάληψιν

«Εὐχαριστῶ σοι Χριστὲ ὁ Θεός μου κατὰ πάντα καὶ διὰ πάντα καὶ ἐν πᾶσι, ὅτι κατηξίωσάς με τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον δοῦλον σου μετασχεῖν ἐν ταύτῃ τῇ ὥρᾳ τῶν ἀχράντων καὶ ἀθανάτων καὶ ἐπουρανίων σου μυστηρίων. Δέομαί σου Κύριε μὴ γενέσθωσάν μοι εἰς κρίσιν, μὴ δὲ εἰς κατάκρισιν, ἀλλ' εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον, εἰς λύτρωσιν παντὸς διαβολικοῦ τε καὶ ἀνθρωπίνου πράγματος καὶ εἰς βασιλείας οὐρανῶν κληρονομίαν. Ὅτι σὺ εἶ ὁ Θεός ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῷ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν».

(χφ. Paris. gr. 23 ψαλτήριο ιβ' αἰ. φφ. 317v-318v).
 
Last edited:

MTheodorakis

Παλαιό Μέλος
#4


Εὐχὴ ἰδιωτικὴ μετὰ τὴν μετάληψιν

«Τοῦ θείου Χρυσοστόμου.
Εὐχαριστῶ σοι Κύριε ὁ Θεός μου, εὐχαριστῶ σοι τῷ εὐεργέτῃ καὶ κηδεμόνι τῆς ταπεινῆς μου ψυχῆς ὅτι κατηξίωσάς με τὸν ἄρτον τοῦ ἀχράντου σου σώματος μεταλαβεῖν εἰς ζωὴν αἰώνιον καὶ τὸ τίμιον αἷμα σου πιεῖν εἰς εὐφροσύνην καρδίας μου. Eὐχαριστῶ σοι ὅτι ἀνάξιον ὄντα με μετασχεῖν ἠξίωσας τῶν ἀχράντων καὶ ζωοποιῶν μυστηρίων σου, δι' ὥν ἁγιάζεις τοὺς ἐν καθαρᾷ συνειδήσει τούτων μετέχοντας. Γένέσθω οὖν μοι ταῦτα Δέσποτα πανάγαθε Χριστὲ Ἰησοῦ κάθαρσις ψυχῆς, νοὸς ἁγιασμός, φωτισμὸς τῶν ὀφθαλμῶν τῆς καρδίας μου, εἰρήνη τῶν ψυχικῶν μου δυνάμεων, χαρά, ἀγαλλίασις, εὐφροσύνη, κλῆρος οὐρανῶν βασιλείας καὶ ζωῆς αἰωνίου ἐπίτευξις. Δὸς Κύριε διὰ τῶν ἁγίων σου τούτων μυστηρίων ἀνεπιβούλευτον φυλαχθῆναι με ἀπὸ πᾶσης κακουργίας καὶ ἐπιβουλῆς τοῦ ἀντικειμένου, ἄλυπον, ἀπείραστον καὶ παντὸς κακοῦ ἀνεπίδεκτον. Σὺ γὰρ εἶ τὸ ἄστεκτον πῦρ, δι' οὗ πᾶσα ἡ δύναμις τοῦ ἀντικειμένου ἀπὸ τῶν ἀγαπῶντων σε διώκεται, ὁ μόνος κραταιὸς καὶ δυνατὸς ἐν ἰσχύι, ὁ μόνος φωτισμὸς καὶ αἰώνιος ζωὴ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τῆν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι,νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν».

(σύμμικτο χφ. Paris. gr. 2500 ιε' αἰ. φ. 289r-v).
 

MTheodorakis

Παλαιό Μέλος
#5


Κοινὴ εὐχαριστήριος εὐχὴ

«Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἐξ οὐρανοῦ καταβὰς ἄρτος καὶ τῷ κόσμῳ ζωὴν παρασχόμενος, ὁ ζωοποιὸν ἀποφήνας τὸ τίμιον σῶμα καὶ αἷμα σου καὶ εἰπών· ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ, ὁ δεδωκὼς ἡμῖν τοῦ ἐν τῇ παλαιᾷ σκηνῇ ἀσυγκρίτοις ὑπεροχαῖς θυσιαστήριον ὑψηλότερον, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὁ καθ' ἑκάστην σφαγιαζόμενος καὶ τοῖς πιστοῖς διαδιδόμενος καὶ μένων ἀδάπανος, ὁ ἀνελάττωτος τῶν ἀγαθῶν θησαυρὸς καὶ ἀνίωτος, ἡ ἀέναος πηγὴ τοῦ ἁγιασμοῦ καὶ ἀνέκλειπτος εὐλόγησον πάντας ἡμᾶς τοὺς ἀξιωθέντας τῆς τῶν ἀχράντων μυστηρίων σου μεταλήψεως, χάρισαι ἡμῖν δι' αὐτῶν τῶν τε ἐπταισμένων τὴν ἄφεσιν καὶ τὴν ἐν ταῖς ἐντολαῖς σου πρὸς τὸ ἑξῆς εὐδοκίμησιν, ἅγνισον ἡμῶν τὸν νοῦν, τήρησον ἄσπιλον τὴν ψυχήν, καὶ τὴν κατάλληλον ἑκάστῳ διὰ τῆς τῶν ἀχράντων σου μυστηρίων μεταλήψεως βοήθειαν παρασχόμενος τῆς σῆς βασιλείας ἀξίωσον. Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν»

(χφ. Paris. Coislin. 213 εὐχολόγιο τοῦ ἔτους 1027 φ. 87r-v).
 

MTheodorakis

Παλαιό Μέλος
#6


Κοινὸς κανὼν τῆς θείας μεταλήψεως. ᾨδὰ α'. Ἦχος β'. Δεῦτε λαοὶ ᾄσωμεν ᾄσμα.

Βλέπε ψυχὴ τάλαινα Χριστὸν θυόμενον, ἐπὶ τὴν θείαν τράπεζαν καὶ μὴ τοῖς φίλοις σου προσεχῶς διαλέγει, Θεὸν γὰρ παροργίζεις πολυαμάρτητε.

Ἐν οὐρανῷ ἄγγελοι φόβῳ παρίστανται, καὶ τί ψυχὴ ταλαίπωρε ἀφόβως ἔστηκας μετεωριζομένη, βλέπουσα τὸν σωτῆρα Χριστὸν θυόμενον.

Ποία ψυχὴ βλέπουσα ἤ ποῖος ἄνθρωπος, ὁρῶν τὰ νῦν τελούμενα Χριστὸν θυόμενον ἱερεῖς λειτουργοῦντας, καὶ φόβῳ οὐ δοξάζει τὸν μελιζόμενον.

Τὰ χερουβὶμ φόβῳ καὶ τρόμῳ παρίστανται, τὰ σεραφὶμ δοξάζουσι τὰ ἐξαπτέρυγα συγκαλύπτονται φόβῳ, ἡμεῖς δὲ παρεστῶτες οὐδὲν δεδοίκαμεν.

Θεοτοκίον.
Ὁ τοῦ Πατρός, Λόγος σκηνώσας ἐν μῆτρᾳ σου, παρθενομῆτορ ἄχραντε ἡμᾶς ἀνέπλασεν σαρκωθεὶς ἑκουσίως, τῆς θείας μετασχεῖν με σαρκὸς πεποίηκεν.


ᾨδὴ γ'. Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε.
Ἀξίωσον ἡμᾶς τοῦ σοῦ σώματος, σωτὴρ μου μετέχειν ἀκατακρίτως, καὶ τὸ αἷμα σου τὸ τίμιον, καὶ δοξᾶσαι τὴν σὴν νῦν ἀγαθότητα.

Συνέτισον ἡμᾶς εἰς τὸν φόβον σου, Χριστέ μου καὶ τὴν θεῖαν καὶ ἁγίαν λειτουργίαν, καταξίωσον μετὰ φόβου πολλοῦ, προσενέγκαι σοι.

Ὁ κήρυξ ἐκβοᾷ ἡμῖν πάντοτε, προτρέπων τὸν οἶκον καταλαμβάνειν, τοῦ Θεοῦ μὴ ἀθετήσῳμεν, ἀλλὰ δράμῳμεν νῦν ἕως καιρὸς ἐστίν.

Θεοτοκίον.
Ἐθέωσας ἡμᾶς ἁγνὴ τῷ τόκῳ σου, παρθένε τὸν Θεὸν γὰρ ὑπεδέξω, ἐν γαστρί σου σωματούμενον, οὗ τὴν σάρκα ἡμεῖς νυνὶ ἐσθίωμεν.


Κάθισμα. Ἦχος α'.
Ἀγκάλας πατρικάς, διανοῖξαί μοι σπεῦσον, ἀσώτως τὸν ἐμόν, κατηνάλωσα βίον, εἰς πλοῦτον ἀδαπάνητον, ἀφορῶν τοῦ ἐλέους Σου. Νῦν πτωχεύουσαν, μὴ ὑπερίδῃς καρδίαν· σοὶ γὰρ Κύριε, ἐν κατανύξει κραυγάζω. Ἥμαρτον, σῶσόν με.
Δόξα, καὶ νῦν. Θεοτοκίον.
Συλλαβοῦσα ἀφλέκτως, τὸ πῦρ τῆς Θεότητος, καὶ τεκοῦσα ἀσπόρως, πηγὴν ζωῆς τὸν Κύριον, κεχαριτωμένη Θεοτόκε, περίσῳζε τοὺς σὲ μεγαλύνοντας.


ᾨδὴ δ'. Ἐλήλυθας.
Στῶμεν πάντες μετὰ φόβου καὶ τρόμου τὰ ὄμματα, καὶ καρδίαν ἔχοντες πρὸς τὸν σωτῆρα κραυγάζοντες· στήριξον συνέτισον, ἡμᾶς Θεὲ πανοικτίρμον εἰς τὸν φόβον σου.

Ὁ βασιλεὺς τῶν ἁπάντων προέρχεται σήμερον, ἁγιάζων ἅπαντα ἐν τῇ εἰσόδῳ ὡς εὔσπλαχνος, σὺ δὲ τοῦτον βλέπουσα, φρίξον ἀθλία ψυχή μου καὶ φοβήθητι.

Ἄνω σχῶμεν τὰς καρδίας τὰ κάτω μισήσαντες, ὅπου τὸ πολίτευμα ἡμῶν ὑπάρχει ὀφείλομεν, πάντα πολιτεύεσθαι, καὶ μὴ ὡς ὄφις συρθῶμεν πρὸς τὰ γήινα.

Μηδεὶς ὑμῶν τῶν ἐνταῦθα ἐστώτων τολμήσεται, ἐξελθεῖν τὸ σύνολον πρὶν τὴν θείαν τελέσωμεν, λειτουργίαν ἅπασαν, ὁ μὴ ποιὼν τοῦτο ἤδη κατακέκριται.

Θεοτοκίον.
Ἡ ἄμπελος ἡ τὸν βότρυν τὸν θεῖον βλαστήσασα, ἀσπόρως σὺ πέφυκας παρθενομήτορ θεόνυμφε, καὶ ψυχὰς κατηύγασας τῶν εὐσεβῶς Θεοτόκον ἀνυμνούντων σε.


ᾨδὴ ε'. Ὁ τοῦ φωτὸς χορηγός.
Φρίξον ψυχὴ ταπεινή, παρισταμένη τῷ Θεῷ βλέπουσα, τὸ φοβερὸν καὶ ἄχραντον σῶμα, αὐτοῦ ἐν τραπέζῃ, ὑπὸ ἱερέων σεπτῶς μελιζόμενον.

Ὁ ἱερεὺς ἀδελφοί, αὐχένα κλίνει τῷ Θεῷ δέεται, ὑπὲρ ἡμῶν ἡμεῖς δὲ ἐστῶτες, ῥεμβόμεθα τὸν νοῦν, πρὸς τὴν ἀκανθώδη τοῦ βίου περίστασιν.

Μεμολυσμένην ψυχήν, καὶ χείλη ἔχων ῥυπαρὰ Κύριε, νῦν οὐ τολμῶ ἐν σοὶ προσεγγίσαι, καὶ δέξαι τὸ σόν, σῶμα ἀλλὰ σύ με ἀνάδειξον ἄξιον.

Εἰπὲ ὦ ἄνθρωπε, τὸν μαργαρίτην τὸν σεπτὸν δέξασθαι, μέλλων ἐστὼς ἀεὶ γελοιάζεις, καὶ πράττεις τῷ Θεῷ εἰς ὀργὴν κινοῦντα πῶς μέλλεις προσέρχεσθαι;

Ἐν τῇ ὑλαῖα γαστρί, τὸν φυσει ἄϋλον Θεὸν φέρουσα, ὑπερφυῶς ἐκ σοῦ σαρκωθέντα, πανάμωμε ἡμᾶς τῆς θείας μετέχειν σαρκός ἀξιώσατε.


ᾨδὴ στ'. Ἐν ἀβύσσῳ.
Βασιλεῖ ἐπικήρῳ καὶ ἄρχουσι, φόβῳ παριστάμεθα ἐνταῦθα δὲ ἀδελφοί, ἐστῶτες οὐ δεδοίκαμεν, βλέποντες τὸν σωτῆρα Χριστον θυόμενον.

Σκιὰ καὶ τέφρα ὑπάρχει ὦ ἄνθρωπε, χόρτος καὶ ἐνύπνιον τὶ συνεπέρασε, ἐν τάφῳ κύψον βλέψον σου, τῆς μορφῆς σὺ ὡραῖον καὶ θρήνησον.

Μετὰ φόβου καὶ τρόμου προσέλθωμεν, πάντες καὶ τὸ ἅγιον σῶμα δεξόμεθα, Κυρίου τὸ πανάγιον, καὶ πανάχραντον αἶμα καὶ τίμιον.

Τὰς εὐχαριστηρίους νῦν δέσποτα, ἅπαντες προσᾴδομεν φωνὰς οἱ δούλοι σου, ὅτι ἡμᾶς ἡξίωσας, μετασχεῖν τοῦ τιμίου σου αἵματος.

Θεοτοκίον.
Σκηνὴ ἡ ἁγία σὺ πέφυκας, δέσποινα πανάμωμε ἐν σοὶ γὰρ Κύριος, σωματωθεὶς ἐπέφανεν, ὥσπερ ἄρτος τῷ κόσμῳ δωρούμενος.


Κοντάκιον. Ἦχος πλ. β'.
Ὅταν ἔλθης ὁ Θεὸς ἐπὶ γῆς μετὰ δόξης, καὶ τρέμουσι τὰ σύμπαντα, ποταμὸς δὲ τοῦ πυρὸς πρὸ τοῦ βήματος ἔλκει, καὶ βίβλοι διανοίγονται καὶ τὰ κρυπτὰ δημοσιεύονται, τότε ῥῦσαι με ἐκ τοῦ πυρὸς τοῦ ἀσβέστου, καὶ ἀξίωσον ἐκ δεξιῶν σου μὲ στῆναι, κριτὰ δικαιότατε.

ᾨδὴ ζ'. Ἀντίθεον πρόσταγμα.
Ἐστῶτες προσάδῳμεν Θεῷ ἐν πίστει, μελετᾶν κραυγάζοντες ἡμέραν ὅλην Κύριε, τὴν δικαιοσύνην σου ἀπολυθέντες δὲ νῦν, ψεῦσται εὑρισκόμεθα ἡμεῖς μὴ ἐκτελοῦντες, τὰ τῆς συνάξεως.

Εἰπέ μοι ὦ ἄνθρωπε ἅ ἐπηγγείλω, πρὸς Θεὸν ἐκθέμενος ἐν οἴκῳ ἁγιάσματος, διατί οὐ δέδοικας πῶς οὐκ ἐφύλαξας; Ἤ δοκεῖς ταλαίπωρε φθαρτῷ ἀνθρώπῳ διεξηγόρασας;

Ψυχή μου ταλαίπωρε ψυχὴ ἀθλία, φρῖξον τὸ παράδοξον ὁρῶσα νῦν μυστήριον, στενάζουσα δάκρυσον τὸ στῆθος τύπτουσα, κράζουσα καὶ λέγουσα Χριστὲ ἱλάσθητί μοι, ὡς τῷ ἀσώτῳ ποτέ.

Θεοτοκίον.
Ἐδέξω ἐν μήτρᾳ σου παρθενομῆτορ, τὸν Λόγον τὸν ἄναρχον πατρὸς καὶ σωματούμενον, ὡς αὐτὸς ηὐδόκησε καὶ πάντας ἔσωσεν, τῆς αὐτοῦ ἀξιώσας, ἡμᾶς σαρκὸς μετέχειν θεοχαρίτωτε.


ᾨδὴ η'. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Χριστὸς ἐντέλλεται ἡμῖν, καὶ διδάσκει ἀδελφοὶ προδήλως πάντας, μελετᾶν καὶ φοβεῖσθαι ἀεὶ τὸν θάνατον, καὶ πίστει αὐτοῦ τὸ πανάγιον, σῶμα τε καὶ αἷμα δέχεσθαι εἰς αἰῶνας.

Μηδεὶς ἐνταῦθα ἀδελφοί, εἰσίτω ἐχθρωδῶς τὴν μήνην ἔχων, πρὸς τὸν πλησίον τούτου ὁ γὰρ τοιοῦτος ἐστίν, Ἰούδας καὶ ὅλως ἀνάξιος, Θεοῦ τε τῆς δόξης καὶ θείας κοινωνίας.

Τῷ ἐμβατεύοντι νεφρούς, καὶ καρδίας ἀληθῶς διερευνῶντι, πῶς τολμήσωμεν λέγειν· Ἄφες ἡμῖν ὁ Θεός; ὧνπερ σοὶ χρεῶσται ὑπάρχωμεν, ἔχοντες τὸ μῖσος πρὸς πάντας ἀδελφοὺς ἡμῶν.

Δοχεῖον ἄξιον Θεοῦ, διὰ βίου καθαροῦ γενοῦ ψυχή μου, ἵνα τούτου τὸ σῶμα καὶ τὸ ὑπέρτιμον, καὶ θεῖον αἷμα τὸ πανάγιον, ἔξεις ἐν χαρᾷ σὲ Θεῷ προσοικειοῦντα.

Θεοτοκίον.
Ὁ θεῖος ἄρτος τῆς ζωῆς, ἐν γαστρὶ ὡς ἀληθῶς θεογενῆτορ, ἐξοπτήθη φυλάξας ἀδιαλώβητον, νυδήν σου δέσποινα πανάμωμε, ὅθεν ὡς τροφὸν ὑμνοῦμεν εἰς αἰῶνας.


ᾨδὴ θ'. Ἀνάρχου γεννήτορος.
Τὸ δῶρον προσφέροντες ἐὰν μνησθῶμεν ἔχοντες, ἔχθραν πρὸς τὸν πλησίον πρὸς τοῦτον σπεύσωμεν, καὶ διαλλαγῶμεν προθύμως ὦ ἀδελφοί, καὶ οὕτως τὸ σῶμα τὸ θεῖον δεξόμεθα, μετὰ φόβου ἀγαλλόμενοι.

Ἁγίασον δέσποτα ἡμῶν τὸν νοῦν ὡς εὔσπλαχνος, τὴν ψυχὴν καὶ τὸ σῶμα ἐπιφοιτήσει σου, διὰ τοῦ ἀχράντου καὶ θείου σώματος καί, αἵματος σου ἵνα ἀπαύστως ὑμνοῦμεν σου, τὸ μακρόθυμον καὶ εὔσπλαχνον.

Ἁγίασον δέσποτα συνέτισον καὶ στήριξον, τὰς καρδίας τῶν πίστει τὸ θεῖον σῶμα σου, ὑποδεχομένων ἐν φόβῳ σὺν τῷ σεπτῷ, αἵματι καὶ δεῖξον πληροῦντας σὸν θέλημα, καὶ τῆς δόξης σου ἀξίωσον.

Ἀξίωσον Κύριε ἐμὲ τὸ θεῖον σῶμα σου, καὶ τὸ τίμιον αἷμα χερσὶ καὶ χείλεσιν, ῥερυπωμένοις σωτῆρ μου δέξασθαι νῦν, τί γὰρ καὶ προσᾶξαι ἀντάξιον δέσποτα, τῇ πολλῇ μακροθυμίᾳ σου;

Θεοτοκίον.
Θεὸν τὸν ἀσώματον γαστρὶ σου σωματώσασα, ἀπεκύησας τοῦτον διπλοῦν ταῖς φύσεσιν, καὶ τοὺς ἐκτακέντας τῇ δίψῃ μήτηρ ἁγνή, τῶν ἁγιασμάτων ἐμπλήσασα δέσποινα, μεγαλύνουσι τὸν τόκον σου.


(χφ. Harley (British Library) 5571 ψαλτήριο ιε' αἰ. φφ. 217v-222r).
 

MTheodorakis

Παλαιό Μέλος
#7


Εὐχὴ ἰδιωτικὴ πρὸ τῆς μεταλήψεως

«Φιλάνθρωπε Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν εἰς τοὺς οἰκτιρμοὺς σου θαῤῥῶν ἱκετεύω σε μὴ στήσῃς με ἐξ εὐωνύμων σου, μετὰ τῶν ἐρίφων τῶν παροξυνάντων σε, μηδὲ εἴπῃς μοι· Ἀμὴν λέγω σοι οὐκ οἶδα σε. Ἀλλὰ δός μοι κατὰ τὴν χρηστότητά σου κλαυθμὸν διηνεκὴ καὶ κατάνυξιν καὶ ταπείνωσιν τῆς καρδίας μου καὶ ἅγνισον αὐτὴν εἰς τὸν φόβον σου διὰ τῆς μετανοίας καὶ μεταλήψεως τῶν ζωοποιῶν καὶ ἀχράντων σου μυστηρίων, ἵνα γένηται ναὸς τῆς σῆς χάριτος. Εἰ γὰρ καὶ σφόδρα ἁμαρτωλὸς εἰμὶ καὶ ἀνάξιος, ἀλλ' οὖν διηνεκῶς εἰς τὴν θύραν σου κρούω. Εἰ ῥάθυμος καὶ ὀκνηρός καὶ τῆς ἐμῆς σωτηρίας καταφρονῶν, ἀλλ' ὅμως εἰς τὴν ὁδόν σου βαδίζω. Σῶσον με ἔνεκεν τοῦ ἐλέους σου, ὅτι χρηστὸς εἶ σὺ Κύριε τοῖς σύμπασι καὶ οἱ οἰκτιρμοί σου ἐπὶ πάντα τὰ ἔργα σου καὶ σοῦ ἐστὶν ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν»

(σύμμικτο χφ. Paris. gr. 269 ιε' αἰ. φ. 341v).
 

MTheodorakis

Παλαιό Μέλος
#8


Ἰδιωτικοὶ στίχοι πρὸ τῆς μεταλήψεως

«Δεῖπνον Βασιλεῦ τῶν ἄνω μυστηρίων
Πέφρικα τὴν φλόγωσιν ἐκ μετουσίας
Ἀλλὰ κάθαρον ἁπάσης με κηλῖδος.
Στίχος· Δείπνου Βασιλεῦ τῶν ἄνω μυστηρίων
Πέφρικα τὴν φλόγωσιν ἐκ μετουσίας
Οὐ μὴ γὰρ εἴπω τοῖς μισοῦσι τὴν χάριν
Οὐ δ' αὖ φίλημα πλῆρες ὤν κακουργίας
Ἀλλ' ὡς ὁ ληστὴς ἐν ταπεινώσει ξένῃ
Μνήσθητι κράζω σοῦ παναθλίου δούλου
Ἵνα μὴ λείψω οὐρανῶν βασιλείας»

(σύμμικτο χφ. Paris. gr. 269 ιε' αἰ. φ. 345r).
 

dimitris

Παλαιό Μέλος
#9
Εὐχαριστοῦμε ἀγαπητέ κ. Θεοδωράκη γιά τά τόσα ὠφέλιμα πού μᾶς προσφέρετε.
Θά τά ἐκτυπώσω καί θά δώσω και σε φίλους.

Ἀλλά προσοχή.
Σέ πολλές ἐκκλησίες καταλιμπάνουν τό κοινωνικό γιά νά διαβάσουν τά τῆς Θ. Μεταλήψεως ἤ ψάλλουν τό κοινωνικό τῆς Μ. Πέμπτης!
Μ.Πέμπτη τί θά ψάλλουμε; Αἰνεῖτε τόν Κύριον;
Ἄλλοι βρίσκουν χρόνο κατά τό «παίρνουν καιρό» ὅπως ὁμιλησωσιν διά τήν ὑμῶν σωτηρίαν π.χ. τά πουλάκια τραγουδούσαν χαρούμενα εἰς τήν λίμνην τῆς Γεννησαρέτ...καί ἀνάλογα μέ τόν ἱεροκήρυκα ὁ στόμφος καί ἡ ἀπαγγελία.
Εγώ παρεκλίνω ψάλλοντας δοῦλοι Κύριον Κυριακές καί Λόγον ἀγαθόν ἤ ἄνωθεν σέ Θεομητορικές.
 

MTheodorakis

Παλαιό Μέλος
#10
Εὐχαριστοῦμε ἀγαπητέ κ. Θεοδωράκη γιά τά τόσα ὠφέλιμα πού μᾶς προσφέρετε.
Θά τά ἐκτυπώσω καί θά δώσω και σε φίλους.

Ἀλλά προσοχή.
Σέ πολλές ἐκκλησίες καταλιμπάνουν τό κοινωνικό γιά νά διαβάσουν τά τῆς Θ. Μεταλήψεως ἤ ψάλλουν τό κοινωνικό τῆς Μ. Πέμπτης!
Μ.Πέμπτη τί θά ψάλλουμε; Αἰνεῖτε τόν Κύριον;
Ἄλλοι βρίσκουν χρόνο κατά τό «παίρνουν καιρό» ὅπως ὁμιλησωσιν διά τήν ὑμῶν σωτηρίαν π.χ. τά πουλάκια τραγουδούσαν χαρούμενα εἰς τήν λίμνην τῆς Γεννησαρέτ...καί ἀνάλογα μέ τόν ἱεροκήρυκα ὁ στόμφος καί ἡ ἀπαγγελία.
Εγώ παρεκλίνω ψάλλοντας δοῦλοι Κύριον Κυριακές καί Λόγον ἀγαθόν ἤ ἄνωθεν σέ Θεομητορικές.


Συμφωνῶ ἀπόλυτα καὶ ὑπερτονίζω τὰ ὅσα ἐπισημάνατε.

Γιὰ τὸν λόγο αὐτὸ τονίζω ὅτι πρόκειται γιὰ ἰδιωτικὲς προσευχές.


Ἡ ἀκολουθία τῆς θείας μεταλήψεως εἶναι γραμμένη σὲ ἑνικὸ ἀριθμό, ἄρα εἶναι ἰδιωτικὴ καὶ ὄχι ἐκκλησιαστικὴ ἀκολουθία (Ἰ. Φουντούλη Ἀπαντήσεις τ. 4 σ. 158). «Στὴ θεία λειτουργία βγαίνομε ἀπὸ τὸ ἄτομό μας καὶ ἐρχόμαστε ἱεραρχικὰ συντεταγμένοι σὲ σῶμα Χριστοῦ» (ὅπ. πρ. σ. 159) προσφέροντας «τὴν ἁγίαν ἀναφορὰν» καὶ τὴν Κυριακὴ προσευχὴ σὲ πληθυντικὸ ἀριθμό. Ἀνεπίτρεπτη δὲ εἶναι ἡ παρεμβολὴ τῆς ἀτομικῆς κατανυκτικῆς αὐτῆς ἀκολουθίας κατὰ τὴν ἐκκλησιαστικὴ ἀκολουθία τῆς ἀναστάσεως («ἐφάνη γὰρ ἡ κοινὴ βασιλεία», «ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα») καὶ τῆς διακαινησίμου ἑβδομάδας.
 

MTheodorakis

Παλαιό Μέλος
#11


Ἰδιωτικὴ εὐχαριστήριος εὐχὴ μετὰ τὴν μετάληψιν

«Τὸ σῶμα σου τὸ ἅγιον Κύριε γένοιτό μοι εἰς ζωὴν καὶ τὸ αἷμα σου τίμιον εἰς ἄφεσιν ἁμαρτιῶν. Ἐν τῇ ἁγίᾳ σου κρίσει σταίην κατένατι τοῦ προσώπου σου. Γένοιτό μοι ἡ εὐχαριστία αὕτη εἰς χαρὰν καὶ ὑγείαν, εἰς ἴασιν ψυχῆς τε καὶ σώματος, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας»

(σύμμικτο χφ. Paris. gr. 269 ιε' αἰ. φ. 346v).

Ὁ π.. Στέφανος Ἀλεξόπουλος ἑτοιμάζει μονογραφία μὲ θέμα τὴν ἀκολουθία τῆς θείας μεταλήψεως.
 

MTheodorakis

Παλαιό Μέλος
#12


Στὸ Π. Τρεμπέλα Ἐκλογὴ Ἑλληνικῆς Ὀρθοδόξου Ὑμνογραφίας ἔκδ. δ’ 2007 σ. 171 παρατίθενται οἱ ἑξῆς εὐχὲς ἀπὸ χφφ. Κρυπτοφέρρης:

«Τὸ τοῦ δεσπότου σῶμα καὶ τῆς ζωῆς τὸ αἷμα ὑποδέχεσθαι μέλλοντες κατανύξει καρδίας τῷ Σωτῆρι βοήσωμεν· τῶν ἁγίων σου δώρων τὴν ἁγίαν μετάληψιν δὸς ἡμῖν ὡς φιλάνθρωπος».


Μετὰ τὴν μετάληψη:

«Ἐμεταλάβομεν σῶμα τὸ ἅγιον
ἅμα ἐπίομεν αἷμα τὸ τίμιον
γενέσθω Κύριε ἡμῖν εἰς ἄφεσιν
καὶ μὴ εἰς κατάκρισιν καὶ σῶσον ἡμᾶς».


Ἀπὸ τῶν σῶν Ἁγίων εἰς τὰ Ἅγια πορευόμενοι καὶ ὑπ’ αὐτῶν ἁγιαζόμενοι δόξαν καὶ εὐχαριστὶαν ἀναπέμπομεν τῇ σῇ βασιλείᾳ».
 

Emmanouil Giannopoulos

Emmanouil Giannopoulos
#13


Στὸ Π. Τρεμπέλα Ἐκλογὴ Ἑλληνικῆς Ὀρθοδόξου Ὑμνογραφίας ἔκδ. δ’ 2007 σ. 171 παρατίθενται οἱ ἑξῆς εὐχὲς ἀπὸ χφφ. Κρυπτοφέρρης:

«Τὸ τοῦ δεσπότου σῶμα καὶ τῆς ζωῆς τὸ αἷμα ὑποδέχεσθαι μέλλοντες κατανύξει καρδίας τῷ Σωτῆρι βοήσωμεν· τῶν ἁγίων σου δώρων τὴν ἁγίαν μετάληψιν δὸς ἡμῖν ὡς φιλάνθρωπος».


Μετὰ τὴν μετάληψη:

«Ἐμεταλάβομεν σῶμα τὸ ἅγιον
ἅμα ἐπίομεν αἷμα τὸ τίμιον
γενέσθω Κύριε ἡμῖν εἰς ἄφεσιν
καὶ μὴ εἰς κατάκρισιν καὶ σῶσον ἡμᾶς».


Ἀπὸ τῶν σῶν Ἁγίων εἰς τὰ Ἅγια πορευόμενοι καὶ ὑπ’ αὐτῶν ἁγιαζόμενοι δόξαν καὶ εὐχαριστὶαν ἀναπέμπομεν τῇ σῇ βασιλείᾳ».
Είναι μελοποιημένοι από παλαιά από τον π. Κωνσταντίνο Παπαγιάννη και ψάλλονται κάποιες φορές στο ναό των Αγίων Αποστόλων.
 

MTheodorakis

Παλαιό Μέλος
#14


Μετὰ τὴν μετάληψη.

«Μετέλαβον τὸ σῶμα σου τὸ ἅγιον ὁμοῦ καὶ τὸ αἷμα σου τὸ τίμιον εἰς ἄφεσιν πάντων ὧν ἥμαρτόν σοι μόνε φιλάνθρωπε.
Πλήρωσον τὸ στόμα μου αἰνέσεως Κύριε, αὐτὸς γὰρ ὑπάρχεις ἡ ὕμνησίς μου, καὶ σῶσον με.

Εὐχαριστοῦμεν σοι Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι ἡξίωσας ἡμᾶς μεταλαβεῖν τῶν ἀχράντων σου μυστηρίων ἐπὶ ἀφέσει καὶ ἱλασμῷ τῶν ἁμαρτιῶν ἡμῶν· ἀξίωσον ἡμᾶς τυχεῖν τοῦ ἐλέους σου μετὰ πάντων τῶν ἁγίων σου εἰς τοὺς αἰῶνας τῶν αἰώνων»

(χφ. Σινὰ 863 ὡρολόγιο θ’ αἰ. φ. 77r-v).


«Τῆς ἁγίας ἐνδόξου καὶ ἀχράντου σαρκός σου Χριστὲ μετέλαβον καὶ τοῦ τιμίου καὶ ζωοποιοῦ σου αἵματος ἠξιώθην ὁ ἀνάξιος, καὶ τῆς βασιλείας σου μὴ στερήσῃς με»

(εἰλητάριο Ἐσφιγμένου 34 λειτουργία Χρυσοστόμου τοῦ ἔτους 1306 (Dmitrievskij τ. 2 σ. 268)).

 
Last edited:

MTheodorakis

Παλαιό Μέλος
#15


«Πιστεύω Κύριε καὶ ὁμολογῶ ὅτι σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὁ ζῶν καὶ οὐράνιος ἄρτος, ὁ εἰπών· ὁ τρώγων μου τὸ σῶμα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ. Κατὰ οὖν τὴν θείαν σου καὶ ἀψευδῆ ἐπαγγελίαν, καὶ εἰς ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον δοῦλον σου ἐνοίκησον καὶ ἐμπεριπάτησον, καὶ συγχώρησόν μοι πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον, καὶ τῆς ἐπουρανίου σου βασιλείας κληρονόμον ἀνάδειξον διὰ τῆς τῶν ἁγίων σου μυστηρίων ζωοποιοῦ μεταλήψεως πίστει τῇ εἰς σὲ δικαιώσας καὶ χάριτι»

(εἰλητάριο Paris. Suppl. gr. 1270 ἀκολουθία ἁγίας μεταλήψεως ιδ’ αἰ.).
 

MTheodorakis

Παλαιό Μέλος
#16


«Πιστεύω Κύριε καὶ ὁμολογῶ ὅτι σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζώντος, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Καὶ βοήθει μου τῇ ἀπιστίᾳ καὶ συγχώρησόν μοι πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ οἰκτίρμων καὶ εὔσπλαχνος πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ πάντων τῶν ἁγίων σου. Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων πάντα ἄνθρωπον, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρί καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν»

(χφ. Vat. gr. 1552 εὐχολόγιο ιβ’ αἰ. φ. 40r).
 
#18
Αγαπητοί φίλοι και εν Χριστώ αδελφοί, χαίρετε εν Κυρίω πάντοτε.
Σαφώς η προετοιμασία προ της Θείας Κοινωνίας και ιδιαίτερα η πνευματική προετοιμασία με μετάνοια, εξομολόγηση, αλληλοσυγχώρηση και πολλή προσευχή, είναι απαραίτητη και πάντα προσωπική υπόθεση του κάθε πιστού. Παρόλα αυτά στα μοναστήρια ή και σε ιερούς Ναούς μέσα στον κόσμο, πριν από την έναρξη κάποιας αγρυπνίας ή ολονυκτίας αναγιγνώσκεται το μικρό απόδειπνο μαζί με την ακολουθία της Θείας Μεταλήψεως για να βοηθηθούν στην προετοιμασία τους πριν να κοινωνήσουν των αχράντων μυστηρίων οι μοναχοί και λαϊκοί που θα πάρουν μέρος σ' αυτήν. Αλλά και σε πολλούς Ναούς όπου τελείται η Θεία Λειτουργία, αντί του κοινωνικού αναγιγνώσκονται προσευχές από την Θεία Μετάληψη ή ψάλλονται τροπάρια από το κανόνα της και άλλα ψαλλόμενα μέρη της για να βοηθηθούν οι πιστοί που πρόκειται να μεταλάβουν.

Πριν από εικοσιοκτώ χρόνια και λαϊκός ακόμη, με κάποιο ταξίδι αναψυχής Κυριακή πρωί βρέθηκα στον Βόλο και μου δώθηκε η ευλογία από τον Πανάγαθο Θεό ν' ακούσω και να γνωρίσω από κοντά τον αείμνηστο πράγματι μέγα πρωτοψάλτη και σπουδαίο δάσκαλο της ψαλτικής τέχνης Μιχάλη Μελέτη. Από την πρώτη στιγμή με γοήτευσε η θαυμάσια μεταλλική φωνή του, αλλά και η απλότητα του χαρακτήρα του και της ψαλτικής του. Λίγες μέρες αργότερα πέρασα προσκυνητής από την ιερά μονή Παναγίας Δαμάστας στην Φθιώτιδα, όπου βρήκα και αγόρασα τον δίσκο ακτίνας με τον ικετήριο κανόνα στον Ιησού Χριστό, τον οποίο και τώρα και πάντοτε δεν χορταίνω ν' ακούω. Μένω μόνιμα στην Αυστραλία και επωφελούμαι από την διαφορά ώρας για να παρακολουθώ την Θ. Λειτουργία και άλλες ιερές ακολουθίες από ραδιοφωνικούς σταθμούς της Ελλάδος μέσω διαδικτύου. Έτσι απόλαυσα τον αείμνηστο πρωτοψάλτη Μιχάλη Μελέτη σε ζωντανή αναμετάδωση από τον Μητροπολιτικό Ναό του Αγίου Νικολάου Βόλου, αρχικά από την ΕΡΑ Βόλου και αργότερα από τον Ρ. σταθμό "Ορθόδοξη Μαρτυρία¨ της Ιεράς Μητροπόλεως Δημητριάδος. Συχνά συνήθιζε να ψάλλει λίγο πρίν την Θεία Κοινωνία διάφορους ύμνους από την ακολουθία της Θείας Μεταλήψεως που είναι μέσα στο βιβλίο "Μέγα Ωρολόγιον", όπως τροπάρια από τον κανόνα "'Αρτος ζωής αιωνιζούσης γενέσθω μοι ...", ή στην ώρα της Θ. Κοινωνίας το "Του Δελιπνου Σου του μυστικού..."σε ήχο πλάγιο του πρώτου.

Πριν μερικά χρόνια, έπεσε στα χέρια μου μία κασέτα μαγνητοφώνου με την ακολουθία της Θείας Μεταλήψεως ψαλλομένη από την χορωδία των ιεροψαλτών Ι.Μ. Δημητριάδος υπό την διεύθυνση του αειμνήστου πρωτοψάλτου Μιχαήλ Μελέτη, ο οποίος ψάλλει μερικά κομάτια μονοδιακά. Την μετέτρεψα σε ΜΡ3, με ποιότητα ήχου αρκετά καλή και μπορώ να την ανεβάσω στο Ψαλτολόγιο, εάν δεν θείγονται τυχόν δικαιώματα διαφόρων και εάν έχω την έγκριση των διαχειριστών του Ψαλτολογίου. Εάν πάλι κάποιος από τους μαθητές ή συνεργάτες του αειμνήστου έχει αυτή την ηχογράφηση σε CD, ας την ανεβάσει.

Καλή υπόλοιπη Σαρακοστή σε όλους και καλή δύναμη.
π. Αντώνιος Βανικιώτης
Μελβούρνη
 
#19
Aγαπητοί Φίλοι και αδελφοί εν Χριστώ, χαίρετε πάντοτε εν Κυρίω.
Ανεβάζω τα πρώτα εννέα κομμάτια της Ακολουθίας της Θείας Μεταλήψεως και αργότερα θ' ανεβάσω και τα υπόλοιπα. Ψάλλει η χορωδία των ιεροψαλτών της Ιεράς Μητοπόλεως Δημητριάδος με χοράρχη και σολίστα τον αείμνηστο δάσκαλο της ψαλτικής και πρωτοψάλτη του Μητροπολητικού Ναού Αγίου Νικολάου Βόλου Μιχαήλ Μελέτη. Αιωνία του είη η μνήμη. Εάν μπορεί κάποιος να καλυτερέψει την ποιότητα του ήχου,θα είναι ευχής έργον. Ακούστε, απολαύστε, διδαχθείτε, εμπνευσθείτε και διαδώστε αυτή την ηχογράφηση.
 

Attachments

Top