Τροπάρια μὲ ἐπαναλήψεις φράσεων

MTheodorakis

Παλαιό Μέλος
Κατανυκτικὸ κάθισμα

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Μέγα ἀπόδειπνο

Κύριε τῶν δυνάμεων, μεθ' ἡμῶν γενοῦ· ἄλλον γὰρ ἐκτός σου βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν, Κύριε τῶν δυνάμεων, ἐλέησον ἡμᾶς.

Ὄρθρος Κυριακῶν

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Ἐπινίκιος ὕμνος

Ἅγιος, ἅγιος, ἅγιος, Κύριος σαβαώθ, πλήρης, ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσσανὰ ἐν τοῖς ὑψίστοις.

Θεοτοκίο κάθισμα

Ἐπi σοὶ χαίρει, κεχαριτωμένη, πᾶσα ἡ κτίσις. Ἀγγέλων τὸ σύστημα καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναὲ καὶ παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν· τὴν γὰρ σὴν μήτραν θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει, κεχαριτωμένη, πᾶσα ἡ κτίσις δόξα σοι.


Λιτὴ Χριστουγέννων

Δόξα ἐν ὑψίστοις Θεῷ, ἐν Βηθλεὲμ ἀκούω, ὑπὸ ἀσωμάτων σήμερον, τῷ ἐπὶ γῆς εἰρήνην, εὐδοκήσαντι γενέσθαι. Νῦν ἡ παρθένος οὐρανῶν πλατυτέρα· ἐξανέτειλε γὰρ φῶς τοῖς ἐσκοτισμένοις, καὶ ταπεινοὺς ὕψωσε, τοὺς ἀγγελικῶς μελῳδοῦντας· Δόξα ἐν ὑψίστοις Θεῷ.



Πεντηκοστάριο Χριστουγέννων

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη. Σήμερον δέχεται ἡ Βηθλεέμ, τὸν καθήμερον διὰ παντὸς σὺν Πατρί. Σήμερον ἄγγελοι τὸ βρέφος τὸ τεχθέν, θεοπρεπῶς δοξολογοῦσι. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

Δοξαστικὸ Πάσχα

Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος (ἐκ τρίτου).
 
Last edited:
Ἀναστάσιμο στιχηρὸ αἴνων β’ ἤχου

Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε, Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος· αὐτὸς ἡμᾶς εὐηγγελίσατο εἰπών· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας. Χαίρετε Λαοί, καὶ ἀγαλλιᾶσθε.
 
Αἶνοι Μ. Τετάρτης

Ὢ τῆς Ἰούδα ἀθλιότητος! ἐθεώρει τὴν πόρνην φιλοῦσαν τὰ ἴχνη, καὶ ἐσκέπτετο δόλῳ, τῆς προδοσίας τὸ φίλημα· ἐκείνη τοὺς πλοκάμους διέλυσε, καὶ οὗτος τῷ θυμῷ ἐδεσμεῖτο, φέρων ἀντὶ μύρου, τὴν δυσώδη κακίαν· φθόνος γὰρ οὐκ οἶδε, προτιμᾶν τὸ συμφέρον. Ὢ τῆς Ἰούδα ἀθλιότητος! ἀφ' ἧς ῥῦσαι ὁ Θεὸς τὰς ψυχὰς ἡμῶν.
 
Δεν είναι ακριβής επανάληψη.

Από την ακολουθία των Παθών. Αντίφωνον ΙΒ' ήχος πλ. δ'

Τάδε λέγει Κύριος τοῖς Ἰουδαίοις· Λαός μου τί ἐποίησά σοι, ἢ τί σοι παρηνώχλησα; τοὺς τυφλούς σου ἐφώτισα, τοὺς λεπρούς σου ἐκαθάρισα, ἄνδρα ὄντα ἐπὶ κλίνης ἠνωρθωσάμην. Λαός μου, τί ἐποίησά σοι, καὶ τί μοι ἀνταπέδωκας; ἀντὶ τοῦ μάννα χολήν, ἀντὶ τοῦ ὕδατος ὄξος, ἀντὶ τοῦ ἀγαπᾶν με, σταυρῷ με προσηλώσατε· οὐκέτι στέγω λοιπόν, καλέσω μου τὰ ἔθνη, κᾀκεῖνα με δοξάσουσι, σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι, κᾀγὼ αὐτοῖς δωρήσομαι, ζωὴν τὴν αἰώνιον.
 
Όμματι ευσπλάγχνω Κύριε, ίδε τήν εμήν ταπείνωσιν, ότι κατά μικρόν η ζωή μου δαπανάται, καί εξ έργων εμοί, ουχ υπάρχει σωτηρία, διά τούτο δέομαι, όμματι ευσπλάγχνω Κύριε, ίδε τήν εμήν ταπείνωσιν, καί σώσόν με.
(Κάθισμα πλ.δ ήχου της Τρίτης)
 
Πάσα πνοή αινεσάτω τον Κύριον. Αινείτε τον Κύριον εκ των Ουρανών· αινείτε αυτόν εν τοις υψίστοις· σοι πρέπει ύμνος τω Θεώ.

Αινείτε αυτόν πάντες οι άγγελοι αυτού· αινείτε αυτόν πάσαι αι δυνάμεις αυτού· σοι πρέπει ύμνος τω Θεώ.
 
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.
 
Το εμπεδώσαμε ότι υπάρχουν πολλά τροπάρια (και ψαλμοί και χωρία της Αγ. Γραφής, γενικότερα ) με πολλές επαναλήψεις. Σημαίνει κάτι αυτό, ώστε να ασχοληθούμε; Υπάρχει κάποια άποψη ή πρόταση ή ιδέα πίσω από όλα αυτά;
 
Πρόκειται γιὰ ἀντίκτυπο τοῦ ᾀσματικοῦ-κοσμικοῦ τυπικοῦ μὲ τὰ ἀντίφωνα, προκείμενα καὶ τὶς στιχολογούμενες ὑπακοές, ὅπου προκρίνεται ἡ παιδαγωγικὴ λειτουργία τῶν ἐπαναλήψεων.


«Ἡ ἐκκλησιαστικὴ τάξις εἶναι σαφῶς ὐπὲρ τῶν ἐπαναλήψεων» (Ἰ. Φουντούλη Ἀπαντήσεις εἰς λειτουργικὰς ἀπορίας τ. 5 σ. 345), οἱ ὁποῖες διεγείρουν τὴν συμψαλμωδία τοῦ λαοῦ.
 
Τὸν ἥλιον κρύψαντα τὰς ἰδίας ἀκτίνας, καὶ τὸ καταπέτασμα τοῦ ναοῦ διαῤῥαγέν, τῷ τοῦ Σωτῆρος θανάτῳ, ὁ Ἰωσὴφ θεασάμενος, προσῆλθε τῷ Πιλάτῳ καὶ καθικετεύει λέγων· δός μοι τοῦτον τὸν ξένον, τὸν ἐκ βρέφους ὡς ξένον ξενωθέντα ἐν κόσμῳ· δός μοι τοῦτον τὸν ξένον, ὃν ὁμόφυλοι μισοῦντες θανατοῦσιν ὡς ξένον· δός μοι τοῦτον τὸν ξένον, ὃν ξενίζομαι βλέπειν τοῦ θανάτου τὸ ξένον· δός μοι τοῦτον τὸν ξένον, ὅστις οἶδεν ξενίζειν τοὺς πτωχούς τε καὶ ξένους· δός μοι τοῦτον τὸν ξένον, ὃν Ἑβραῖοι τῷ φθόνῳ ἀπεξένωσαν κόσμῳ· δός μοι τοῦτον τὸν ξένον, ἵνα κρύψω ἐν τάφῳ, ὃς ὡς ξένος οὐκ ἔχει τὴν κεφαλὴν ποῦ κλῖναι· δός μοι τοῦτον τὸν ξένον, ὃν ἡ μήτηρ καθορῶσα νεκρωθέντα ἐβόα· Ὦ Υἱὲ καὶ Θεέ μου, εἰ καὶ τὰ σπλάγχνα τιτρώσκομαι, καὶ καρδίαν σπαράττομαι, νεκρόν σε καθορῶσα, ἀλλὰ τῇ σῇ ἀναστάσει θαῤῥοῦσα μεγαλύνω. Καὶ τούτοις τοίνυν τοῖς λόγοις δυσωπῶν τὸν Πιλᾶτον ὁ εὐσχήμων λαμβάνει τοῦ Σωτῆρος τὸ σῶμα, ὃ καὶ φόβῳ ἐν σινδόνι ἐνειλήσας καὶ σμύρνῃ, κατέθετο ἐν τάφῳ τὸν παρέχοντα πᾶσι ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος.
 
Συμφωνῶ. Οἱ ἐπαναλαμβανόμενες φράσεις θυμίζουν ᾀσματικὰ ἐφύμνια καὶ ἐφύμνια κοντακίων, ποὺ περιέχουν τὴν κεντρικὴ ἰδέα τοῦ ὕμνου.
 
Αν θυμάμαι καλά, είχα διαβάσει παλαιότερα ότι οι επαναλήψεις φράσεων ήταν (είναι ; ) χαρακτηριστικό της εβραϊκής γλώσσας. Για το λόγο αυτό συναντάται τόσο συχνά στην Αγία Γραφή, απ' όπου έχει αντλήσει και η υμνογραφία. Ευσταθεί αυτό;
 
Back
Top