Ἡ πρώτη μαρτυρία μνημοσύνου, ιβ' αἰῶνος.
«Ἀκολουθία εἰς μνημόσυνον νεκροῦ.
Ποιεῖ ὁ ἱερεὺς εὐλογητὸν καὶ ἡμεῖς τὸ Ὁ κατοικῶν ἐν βοηθείᾳ. Τὸ Ἀλληλούια εἰς ἦχον πλ. δ’. Τροπάριον· Ὁ βυθῷ σοφίας, δίς. Θεοτοκίον Σὲ καὶ τεῖχος καί. Καί, εἰ μὲν βούλῃ, ψάλλεσθαι (sic) καὶ ὁ ἄμωμος κατὰ τὴν τάξιν αὐτοῦ, καθὼς ἐν τῷ ἐξοδιαστικῷ. Εἶτα τὰ εὐλογητάρια, τὰ τροπάρια, τὸν Ν’ καὶ τὸν κανόνα. Εἰ δὲ ἀφεθῇ ὁ ἄμωμος, μετὰ τὸ Ἀλληλούια, τὸ ἀπολυτίκιον καὶ τὸ θεοτοκίον, τὰ εὐλογητάρια, τὸ Ἀνάπαυσον σωτήρ, θεοτοκίον Ὁ ἐκ παρθένου ἀνατείλας. Ἔπειτα συναπτήν, εἶτα τὸν Ν’ καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς· Θνήσκουσιν πιστοῖς ὄγδοον πλέκω μέλος. ᾨδὴ α’. Ἦχος πλ. δ’. Πρὸς Ὑγρὰν διοδεύσας. Θανάτῳ τὸν θάνατον τοῦ Χριστοῦ…
[1]». Ἀπὸ γ’ ᾠδῆς «Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ. Ἔτι δεόμεθα ὑπὲρ κοιμήσεως, ἀνέσεως. Ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ. Ὅπως Κύριος ὁ Θεὸς ἡμῶν. Τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν. Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωὴ καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου σου. Ἀληθῶς ματαιότης. Δόξα, Καὶ νῦν. Παναγία Θεοτόκε τὸν χρόνον τῆς ζωῆς. ᾠδὴ δ’…». Ἀπὸ στ’ ᾠδῆς ἡ ἴδια αἴτηση. «Κοντάκιον. Μετὰ τῶν ἁγίων ἀνάπαυσον. Ὁ οἶκος. Αὐτὸς μόνος ὑπάρχεις ἀθάνατος…Θεοτοκίον· Παναγία παρθένε ἀνύμφευτυε…Καὶ αὖθις Μετὰ τῶν ἁγίων». Ἀπὸ θ’ ᾠδῆς «Τρισάγιον. Παναγία Τριάς. Πάτερ ἡμῶν. Ὁ ἱερεύς· Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία. Τροπάρια, ἦχος δ’, Μετὰ πνευμάτων δικαίων τετελειωμένων. Στίχος· Τοῦ Κυρίου ἡ γῆ. Εἰς τὴν κατάπαυσίν σου Κύριε. Δόξα. Σὺ εἶ ὁ Θεός, ὁ καταβάς. Καὶ νῦν. Ἡ μόνη ἁγνή. Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου. Ἔτι δεόμεθα ὑπὲρ κοιμήσεως, ἀνέσεως, μακαρίας μνήμης καὶ ἀφέσεως ἁμαρτῶν τοῦ ἀδελφοῦ ἡμῶν τοῦδε. Ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν ἁμάρτημα ἐκούσιόν τε καὶ ἀκούσιον. Ὅπως Κύριος ὁ Θεὸς ἡμῶν κατατάξῃ τὴν ψυχὴν αὐτοῦ ἔνθα οἱ δίκαιοι ἀναπαύονται. Τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν καὶ ἄφεσιν ἁμαρτιῶν αὐτοῦ αἰτησάμενοι ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ. Τὴν εὐχήν· Ὁ Θεὸς τῶν πνευμάτων. Ὅτι σὺ εἶ ἡ ζωή, ἡ ἀνάστασις καὶ ἡ ἀνάπαυσις. Δόξα σοι ὁ Θεὸς ἡ ἐλπὶς ἡμῶν. Ὁ λαός· Δόξα, Καὶ νῦν. Ὁ ἱερεύς· Χριστὸς ὁ ἀληθινός, καὶ ὁ λαός· Αἰωνία σου ἡ μνήμη ἀξιομακάριστε ἀδελφὲ ἡμῶν»
(χφ. Μ. Λαύρας Β-33 εὐχολόγιο ιβ’ αἰ. φφ. 146r-152v).
[1] Παρακλητική, ἦχος πλ. δ’, Σαββάτῳ πρωί.