Στιχολογία των Αίνων μετά των αρχαϊκών εφυμνίων
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις.
Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ.
Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.
Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.
Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.
Δότε δόξαν τῷ Θεῷ.
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.
Δότε δόξαν τῷ Θεῷ.
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.
Δότε δόξαν τῷ Θεῷ.
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.
Δότε δόξαν τῷ Θεῷ.
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς.
Δότε δόξαν τῷ Θεῷ.
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.
Αὐτῷ πρέπει αἴνεσις.
Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.
Αὐτῷ πρέπει αἴνεσις.
Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.
Αὐτῷ πρέπει αἴνεσις.
ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.
Δόξα σοι Ἅγιε Πάτερ.
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.
Δόξα σοι Ἅγιε Πάτερ.
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.
Δόξα σοι Ἅγιε Πάτερ.
Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.
Δόξα σοι Ἅγιε Πάτερ.
Καυχἠσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Δόξα σοι Ἅγιε Πάτερ.
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.
Φεῖσαι ἡμῶν Κύριε.
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.
Φεῖσαι ἡμῶν Κύριε.
Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.
Φεῖσαι ἡμῶν Κύριε.
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον, δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Δόξα σοι Ἅγιε Πάτερ. ή Στιχηρόν
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Υἱὲ Θεοῦ, ἐλέησον ἡμᾶς. ή Στιχηρόν
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Στιχηρόν
Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Στιχηρόν
Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Στιχηρόν
Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ, πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Στιχηρόν
ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
(Επιπλέον στίχοι ψάλλονται μόνο την Κυριακή. Οι συγκεκριμένοι εάν ψαλλούν ανατολικά, αλλιώς άλλοι αρμόδιοι στίχοι)
Στιχηρόν
Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
(Επιπλέον στίχοι ψάλλονται μόνο την Κυριακή. Οι συγκεκριμένοι εάν ψαλλούν ανατολικά, αλλιώς άλλοι αρμόδιοι στίχοι)
Στιχηρόν
Δόξα...
Δοξαστικό Αναστάσιμο ή της Εορτής ή του Αγίου.
Καὶ νῦν...
Θεοτοκίο ή επισφραγιστικό της τυχούσης εορτής
Στους τελευταίους Στίχους ψάλλονται όλα όσα προβλέπονται από το ΤΜΕ.
Στο Ασματικό Τυπικό δεν προβλέπονται στιχηρά στους αίνους αλλά μόνο εφύμνια.
Πηγές:
Ωρολόγιον το Μέγα,
Τ.Σ.,
Συμβολή τεύχος 11[Αρχέτυπες Διατάξεις, Μανόλη Θεοδωράκη],
Η ΨΑΛΤΙΚΗ ΠΑΡΑΔΟΣΗ ΤΟΥ ΚΟΣΜΙΚΟΥ ΤΥΠΙΚΟΥ [Δημητρίου Μπαλαγεώργου]