Στιχηρὰ προσόμοια τριαδικῶν κανόνων

MTheodorakis

Παλαιό Μέλος
#1


Στὸ χφ. ΕΒΕ 858 θεοτοκάριο ιγ’ αί. (παρομοίως χφ. Βοδλειανῆς (Ὀξφόρδης) Barocci 42 ὀκτώηχος τοῦ ἔτους 1551 φφ. 141r, 159r, 174r, 206v, 223r, 240r, 257v) ἀντὶ κανόνος τῆς Θεοτόκου τῷ Σαββάτῳ ἑσπέρας, σὲ κάθε ἦχο, ὑπάρχει «Τῇ Κυριακῇ πρωί» ὁ τριαδικὸς κανόνας ἀκολουθούμενος ἀπὸ 3 στιχηρὰ προσόμοια: 2 τριαδικὰ καὶ 1 θεοτοκίον. Ὁ τριαδικὸς κανόνας συνοδεύεται ἀπὸ τὰ στιχηρὰ προσόμοιά του, ὅπως στὸ Θεοτοκάριον καὶ τὰ Μηναῖα.

Χφ. Βοδλειανῆς (Ὀξφόρδη) Barocci 42 ὠκτόηχος τοῦ ἔτους 1551
(http://viewer.bodleian.ox.ac.uk/icv/page.php?book=ms._barocci_42&page=454)
Ἔγιναν κάποιες διορθώσεις. Ὀρθογραφικές παρατηρήσεις δεκτές.

φ. 141r: «Στιχηρὰ εἰς τὴν ἁγίαν Τριάδαν. Ἦχος α'.
Ὤ τοῦ παραδόξου θαύματος.

Μονὰς Τριὰς ὑπερούσιε, ὁ Πατὴρ ὁ Λόγος, καὶ Πνεῦμα τὸ ἅγιον, τὸ τριλαμπέστατον φῶς καὶ ὁμοδύναμον, τὸ κράτος τὸ ἀμερές, τὸ ἀδιόριστον γνώσεως πέλαγος, ταυτότης ἡ συμφυής, τὸ ἀνερμήνευτον θαῦμα καὶ μέγεθος, σῶσον τοὺς πιστῶς τολμῶντας, ἀναξίοις χείλεσιν, ἀνυμνεῖν σου τὸ κράτος, ὦ τρισυπόστατε Θεὲ τοῦ παντός.

Ὁ νοῦς ὁ θεῖος καὶ ἄναρχος, ὁ ἀεὶ ὑπάρχων, Λόγον τὸν συνάναρχον, καὶ γεννητὸν ἐξ αὐτοῦ καὶ συνυπάρχοντα, συνάναρχον συμφυῆ, Πνεῦμα τὸ θεῖον ἐξέφηνε, διὸ ὡς ἕνα αὐτόν, ὄντα τρισσεύοντες κράζομεν· δόξα τῷ Πατρὶ τῷ Λόγῳ, καὶ τῷ θείῳ Πνεύματι· τὸ τρισώνυμον φάος, σῶσον πίστει τοὺς ὑμνοῦντας σε.

Πηλίνοις χείλεσιν δεῦτε πιστοί, τὴν ἁγίαν φύσιν, τὴν δόξαν τὴν ἄῤῥητον, τὸ κράτος τὸ ἀμερὲς καὶ παναλκέστατον, τὴν αἴγλην τὴν θαυμαστήν, τῆς παναγίας Τριάδος αἰνέσωμεν, ἀγγελικαῖς ἐν φωναῖς, θεολογοῦντες ἐμφρόνως καὶ μέλποντες, ἄναρχον Θεὸν Πατέρα, καὶ Υἱὸν συνάναρχον, καὶ τὸ ἅγιον Πνεῦμα, τὸ φωτίζον καὶ στηρίζον ἡμᾶς.

<Θεοτοκίον>
Ὁ θεῖος Λόγος σκηνώσας σου, τῇ νηδύι παρθένε, τῆς ὅλης θεότητος, εἰργάσατο σὲ ναὸν ἀκατονόμαστον, βουλήσει τῇ τοῦ Πατρός, καὶ συνεργίᾳ τοῦ ἁγίου Πνεύματος, θαῤῥοῦντες δὲ καὶ ἡμεῖς, ὡς προστασίᾳ ἡμῶν ἐκβοῶμεν σοι· κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Εἷτα Ἄξιον ἐστίν.
Εἰς τὸν ὄρθρον ἡ συνήθης στιχολογία...» (φ. 142r).


φ. 159r: «Στιχηρὰ ἧχος β'. πρὸς Ὅτε ἐκ τοῦ ξύλου.

Πάτερ παντοκράτορ καὶ Θεέ, Λόγε ἐνυπόστατε μόνε, καὶ ποιητὰ τοῦ παντός, Πνεῦμα τὸ παράκλητον καὶ ὁμοούσιον, ἡ Τριὰς ἡ ἀμέριστος, ἡ ἀῤῥητος φύσις, φῶς τὸ τριλαμπέστατον καὶ ὁμοδύναμον, σῶσον τοὺς πιστῶς σὲ ὑμνοῦντας, στόμασιν ἀνάγνοις καὶ γλῶσαις, καὶ παντοίας ῥῦσαι περιστάσεως.

Σὺ με πρὸς τὰς σὰς θεουργικάς, δέρκειν ἐντολὰς καταξίου, φῶς ἑνικὸν καὶ τρισσόν, ἄκτιστον ἀμέριστον καὶ ὁμοδύναμον, ὁ Πατὴρ ὁ ἀγέννητος, Υἱὸς καὶ τὸ Πνεῦμα, σύμμορφον ὁμόδοξον καὶ ὁμοούσιον, σῶσον ἐκ παντοίας τε βλάβης, τοὺς ἐν ὀρθοδόξῳ λατρείᾳ, πίστει προσκυνοῦντας σε τρισάγιε.

Πρόσχες ταῖς δεήσεσιν ἡμῶν, τῶν ἐν κατανύξει βοώντων σοὶ τῷ Θεῷ καὶ Πατρί, τῷ Υἱῷ καὶ Πνεύματι τῷ ἀγαθῷ καὶ σοφῷ, ἐξελοῦ ἡμᾶς λέγοντας, παντοίας ἀνάγκης, πάσης περιστάσεως καὶ ἐπιρείας ἐχθρῶν, δίδου εὐσεβῶς σοὶ λατρεύειν, πίστει ὀρθοδόξῳ καὶ γνώμῃ, Τριὰς ὑπερούσιε Θεὲ τοῦ παντός.

<Θεοτοκίον>
Χαίροις τὸ παλάτιον Θεοῦ, χαῖρε ὡραιότης ἀγγέλων, καὶ χαρμονὴ τῶν πιστῶν, χαίροις πανακήρατε καὶ παναμώμητε, ἡ τὸν Λόγον κυήσασα Πατρὸς εὐδοκίᾳ, ἐπελεύσει Πνεύματος ἁγίου πάναγνε, ὅθεν ἀγαλλόμενοι πάντες, πόθῳ ἐκβοῶμεν σοι σῶσον, τοὺς ἐν σοὶ προστρέχοντας πρεσβείαις σου.
Εἷτα τὸ Ἄξιον ἐστὶν καὶ τὰ ἕτερα.
Εἰς τὸν ὄρθρον...».


φ. 174r: «Στιχηρὰ προσόμοια εἰς τὴν ἁγίαν Τριάδαν. Ἦχος γ'.
Πάντα ματαιότης.

Ἰσουργῶς ἰσόρροπα ὑμνοῦμεν, σεβαζόμενοι τὰ πρόσωπα, ὡς ἐν τρισὶ χαρακτήρσι μιᾶς θεότητος, Πατρὸς Λόγου καὶ Πνεύματος, τοῦ ἁγίου καὶ Θεοῦ ἡμῶν, διὸ παρακαλοῦντες δεόμεθα, τοὺς οἰκτιρμοὺς σου κατάπεμψον τρισαγία μονάς, σὺ γαρ δεσπόζεις πάσης πνοῆς καὶ κτίσεως.

Πατὴρ ὁ Πατὴρ ἐστὶ καὶ ἄναρχος, Υἱὸς Υἱὸς τε καὶ συνάναρχος, Πνεῦμα τὸ ἅγιον ἐκπορευτόν, ἐκ Πατρὸς μὲν Υἱῷ τε συννοοῦμενον, μία φύσις μία δύναμις ὡς ὁ Πατὴρ Υἱὸς τε καὶ τὸ Πνεῦμα, ἥν ἀνυμνοῦμεν πίστει καὶ δοξάζομεν εὐσεβῶς, οἱ πιστοὶ δυσωποῦντες εἰς τὸ σωθῆναι ἡμᾶς.

Ναόν με θεότητος σὸν νῦν ποίησον, αἴγλη τριλαμπὴς καὶ ἑνιαία ζωή, ὅλον ἁγιάζων τὸν ζόφον, ὅλον καθαίρων τὸν ῥῦπον, τῶν παθῶν τε ἀνώτερον, καταξίου καὶ ἐχθροῦ τῶν βελῶν, Πάτερ Υἱέ τε Πνεῦμα ἅγιον, μία θεότης ἔμπλησον τοὺς δούλους σου, αἴγλης τῆς σῆς τριφεγγοῦς καὶ βασιλείας ὡς μόνος πολυέλεος.

<Θεοτοκίον>
Ὁ πάλαι Πατρὸς ἐξ ἀγεννήτου Υἱὸς γεννηθείς, ἔσχε πῶς πάλιν γέννησιν, ἐκ σοῦ παρθένε τεχθείς, ἄτερ σαρκὸς θελημάτων, τὸν χρόνιον πόλεμον τῶν μερόπων καταλέλυκε, πρὸς οὐρανὸν δὲ φύσιν τὴν ἡμῶν, ὁ αὐτὸς ἀναβιβάσας, τῷ Πατρὶ συγκάθεδρον ἀπειργάσατο, θεογεννῆτορ ὅν αἴτησαι σωθῆναι ἡμᾶς.
Εἷτα Ἄξιον ἐστὶν καὶ τὰ ἕτερα»

Τὰ στιχηρὰ τοῦ δ' ἤχου λείπουν.
φ. 206v: «Στιχηρὰ προσόμοια. Ἧχος πλ. α'. Ὅσιε πάτερ.

Ἄπειρος φύσις τῇ οὐσίᾳ καὶ θεότητι, ὑπάρχων ὁ δεσπότης ὁ τρισυπόστατος, Πατὴρ καὶ ὁ Λόγος καὶ θεῖον Πνεῦμα, μία ἡ ἔλλαμψις τριῶν φωτισμῶν, ἀπαραλλάκτως τε οὐσία καὶ θεότης, ἥν δυσωποῦμεν ἐκτενῇ, τῇ προσευχῇ καὶ παρακλήσει, ὅπως ἐξέληται ἡμᾶς ἐκ τῶν κινδύνων, καὶ ἀμαυρώσεως ἁπάσης καὶ κακίας, ἵνα σωζόμενοι πιστῶς ἀνακραυγάζομεν, ὧ Τριὰς μονὰς κράτος δόξα, Πάτερ Λόγε καὶ Πνεῦμα ἅγιον δόξα σοι.

Ὡς τὸν τελώνην τὸν ἐκ βάθους στενάξαντα, μεγάλως ἠθωώσω ἡ συμπαθέστατος, ἐν σοὶ γὰρ μόνῃ πέλει ἡ εὐσπλαχνία, νῦν με στενάζοντα ἐκ βάθους τῆς ψυχῆς μου, δέξαι ὡς οἰκτίρμον τὸν παραπεπτωκότα, Χριστὸν Θεὸν μου παρακαλῶ, τὸν ἐκ Πατρὸς πρὸ αἰώνων ἀναφανέντα, μετὰ γεννήτορος καὶ Πνεύματος ἁγίου, μία ὑπάρχει γὰρ αὐτῶν ἡ ἐξουσία, Τριὰς ἀμέριστε, μονὰς ἁγία τρίφωτε, τοὺς σοὺς δούλους ἐκ ζόφου ῥῦσαι, σῶσον ὡς συμπαθής τε καὶ μόνος εὔσπλαχνος.

Κύριον μόνον τῶν ἁπάντων ἱκετεύσωμεν, προσπίπτοντες μεγάλως μετὰ δακρύων ψυχῆς, βοῶντες ἐν ψαλμοῖς τε καὶ ὑμνωδίαις, σῶσον ἡμᾶς μόνε Θεὲ πατὴρ τῶν ὅλων, μετὰ τοῦ Υἱοῦ σου καὶ Πνεύματος ἁγίου, τῆς μιᾶς ὄντως καὶ ἀκραιφνοῦς, καὶ μοναρχίας καὶ δόξης καὶ βασιλείας, τῆς ἐν προσώποις δὲ τρισὶ θεωρουμένοις, καὶ ἐν θεότητι μιᾷ συναπτομένοις, ᾗ καὶ βοήσωμεν, ᾗ καὶ τὸν ὕμνον εἴπωμεν, ὧ Τριὰς μονὰς ὁ Θεός μου, τοὺς σοὺς δούλους οἴκτιρον καὶ σῶσον ὡς φιλάνθρωπος.

<Θεοτοκίον>
Πάντων ὑπάρχεις προστασία καὶ ἀντίληψις, χαρὰ τῶν λυπουμένων τῶν ἀπορούντων ἐλπίς, τῶν καταπονουμένων ὑπερμαχία, τῶν θλιβομένων εὐθυμία τερπνή, τῶν καταπιπτόντων ἀνόρθωσις παρθένε, χειμαζομένων ὁ λιμήν, τροφὴ πεινώντων πενήτων εὐεργεσία, καὶ κινδυνευόντων βοήθεια ταχεία, ἀπεγνωσμένων δὲ βεβαία προστασία, νοσούντων ἴαμα, πιπτόντων ἱλαστήριον, χορηγία καλῶν ἁπάντων σωτηρία καὶ μέγα ἔλεος».


φ. 223r: «Στιχηρὰ πρὸς Ὅλην ἀποθέμενοι.

Φύσιν τρισυπόστατον καὶ μοναρχὴ θεαρχίαν, τολμῶντες οἱ γήινοι, καὶ θαῤῥοῦντες τὸν αἶνον σὺν ἀγγέλων χοροῖς, εὐσεβῶς κράζομεν, ὀρθοδόξῳ γλώττῃ, καὶ καρδίᾳ καὶ τοῖς χείλεσιν, Πατέρα ἄναρχον καὶ Υἱὸν συνάναρχον σύνθρονον, καὶ Πνεῦμα τε ὁμόδοξον, καὶ πανσθενουργὸν πανεπίσκοπον, τρεῖς μὲν ὑποστάσεις, ταυτότητι δὲ φύσεως ὁμοῦ, μίαν βουλὴν μίαν θέλησιν, μίαν κυριότητα.

Ἵνα βυθὸν ἄπειρον τῆς οὐσιώδους σου δόξης, καὶ πέλαγος ἄβυσσον, τῆς σῆς ἀγαθότητος δείξῃς Κύριε, σωστικὰς τέτοκας τὰς ἐπαγγελίας, τοῖς σοῖς δούλοις ὡς φιλάνθρωπος, καὶ νῦν κατεύθυνον, τὰς ἡμῶν δεήσεις ὡς εὔσπλαχνος, καὶ μόνος παντοδύναμος, καὶ ἐν τῷ ἐλέει ἀμέτρητος, ἵν' ἀδιαλείπτως, λατρεύοντες ὑμνοῦμεν σε Θεέ, τὸν τρισυπόστατον Κύριον, καὶ μοναδικότατον.

Σὲ τὴν ὁμοούσιον καὶ τριφεγγῆ θεαρχίαν, τὸν Πατέρα Κύριον καὶ Υἱὸν δοξάζομεν καὶ τὸ Πνεῦμα τὸ ζόν, μοναρχῆ φύσει μέν, τριλαμπῆ αἴγλῃ δέ, ὁμοούσιον ὁμότιμον, καθικετεύομεν οἱ ἐν πειρασμοῖς καὶ ταῖς θλίψεσιν, προσπίπτομεν λιτάζομεν, μετὰ στεναγμῶν καὶ δακρύων ψυχῆς, καὶ ἀκαταπαύστως, βοῶμεν σοι τῷ κτίστῃ καὶ Θεῷ, οἴκτιρον σῶσον μακρόθυμε, Τριὰς εὐσυμπάθητε.

<Θεοτοκίον>
Πῶς σε μακαρίσωμεν τὴν ἀειπάρθενον κόρην, πηλίνοις τοῖς χείλεσιν, καὶ αὐχμῶσι καρδίαις καὶ θολῷ τῷ νοΐ, ἥν αὐταὶ ᾅδουσαι οὐράνιαι τάξεις, ἀτενίσαι καταπλήττονται, ὡς ἐνδιαίτημα τοῦ Θεοῦ καὶ Λόγου ὑπάρχουσαν, Πατρὸς ἐπευδοκήσαντος, καὶ τοῦ Παρακλήτου συννεύσαντος· ὅθεν οὖν θαῤῥοῦντες, αἰτοῦμεν σε τὴν μόνην ἀγαθήν, ὡς δῶρον δέχου τὴν αἴνεσιν, χάριν ἀντιπέμπουσα».


φ. 240r: «Στιχηρὰ προσόμοια. Ἧχος ὁ αὐτός» (βαρύς) «Σήμερον γρηγορεῖ.

Σήμερον εὐεργέτην δεσπότην ἀνυμνήσωμεν ᾅσμασιν, Θεὸν τῶν ἁπάντων καὶ κτίστην τῶν ὅλων, τῷ ἐν τριλαμπέσι φεγγοβολουμένῳ, σήμερον ἀείφωτον Πατέρα προσκυνήσωμεν, καὶ Υἱὸν δοξάσωμεν καὶ Πνεῦμα τὸ ἅγιον, πιστοὶ πάντες ᾅσωμεν, Θεῷ μόνῳ τὲ καὶ παντοκράτορι.

Δώρησαι μετανοίας τρόπους, εὐσπλαχνίας τὴν ἄβυσσον, ἵνα ἐν κλαυθμῷ σοι προσπίπτω ὁ τάλας, σῶσον με σὺ Πάτερ χειρὶ κραταιᾷ σου, ὥσπερ τὸν τελώνην κἀμὲ στενάξαντα οἴκτιρον, φιλάνθρωπε Κύριε ὁ μόνος ἀθάνατος, καὶ Υἱῷ συνάναρχος, γεννῆτορ αὐτὸς καὶ Πνεύματος προβολεύς.

Λύτρωσαι τὸ μικρὸν σου ποίμνιον, ἐλεῆμον τρισάγιε, σὺ γὰρ εἶ ὁ κτίστης πάντων, ὁρατῶν αὖθις καὶ τῶν ἀοράτων, σὲ τὰ σεραφὶμ ὑμνολογοῦσι καὶ δοξάζουσι, καὶ πάντων τὰ στόματα, μεθ' ὧν καὶ ἡμεῖς σῶτερ, σὲ παρακαλοῦμεν νῦν, ὦ πανελεῆμον ὑπεράγαθε.

<Θεοτοκίον>
Ἄχραντε τὴν σεπτὴν σου εἰκόνα, σχετικῶς ἀσπαζόμεθα, ὡς ὑποδεικνύουσαν τὴν σὴν αὐτοψίαν, φόβῳ προσκυνοῦντες καὶ πόθῳ τιμῶντες, μία γὰρ ἐν ταύτῃ ὁμοιότης διαφαίνεται, καὶ ἡ κτίσις δέχεται κατὰ τὸ πρωτότυπον, ἥν καὶ ἐκτυποῦντες νῦν, τοὺς εἰκονομάχους ἐκτρεπόμεθα.


φ. 247v: «Στιχηρά. Ὤ τοῦ παραδόξου.

Φῶς ὁ Πατὴρ καὶ Θεὸς ἡμῶν, φῶς ὁ Υἱὸς καὶ Θεός, φῶς τὸ Πνεῦμα τὸ ζὸν καὶ Θεός, ἕν φῶς τὰ ἀμφότερα, εἶς Θεὸς καὶ τρισάγιος, οὐ διαιρεῖται οὐ συναλείφεται, ἐν τῇ οὐσίᾳ καὶ τοῖς ὀνόμασιν, εἶς τῇ θεότητι, τρεῖς ταῖς ὑποστάσεσιν Πατὴρ Υἱός, Πνεῦμα τε τὸ ἅγιον ἅ καὶ λατρεύομεν.

Ὁ νοῦς ὁ θεῖος καὶ ἄναρχος, Λόγος Υἱὸς τοῦ Θεοῦ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, Θεὸς ὁ τρισσώνυμος, ἡ οὐσία ἡ ἄῤῥητος, ἡ θεία δόξα καὶ ἀκατάληπτος, Τριὰς προσώποις μονὰς θεότητι, σῶσον οἰκτίρησον, τοὺς πιστῶς τολμῶντας σε δοξολογεῖν, ὀρθοδόξοις δόγμασι, ψυχῇ καὶ γνώμῃ εὐθεῖ.

Θεὲ τῶν ὅλων καὶ Κύριε ὁ ἐν ἐλέει πολύς, καὶ ἐν οἴκτῳ ἀμέτρητος, Πάτερ ἀκατάληπτε, δημιουργὲ τοῦ παντός, τὴν ταπεινήν μου ψυχὴν ἐλέησον, καὶ λυτρωσαί με ἐκ πάσης βλάβης ἐχθρῶν, τὸν σὲ λατρεύοντα, καὶ ἐπικαλούμενον σὲ πλαστουργόν, μόνον τε ἀθάνατον καὶ λυτρωτὴν τοῦ παντός.

<Θεοτοκίον>
Ὤ παναγία μητρόθεε, σὺ τὸν Υἱὸν τοῦ Θεοῦ, ἐν γαστρί σου χωρήσασα, τὴν Τριάδα κέκτησαι, ἐν σοὶ πάντοτε μένουσαν, προκαθαρθεῖσα τῷ θείῳ Πνεύματι, τὸν πρὸ ἡλίου ἥλιον εἴληφας, σὲ ἱκετεύομεν, λυτρωθῆναι πάναγνε τῶν συμφορῶν, πάντων καὶ τῶν θλίψεων καὶ τῆς μελλούσης ὀργῆς».


 
Last edited:

MTheodorakis

Παλαιό Μέλος
#2
Στιχηρὰ προσόμοια δ’ ἤχου.

«Ὡς γενναῖον ἐν μάρτυσιν.
Ὁ Πατὴρ ὁ προάναρχος, ὁ Υἱὸς ὁ συνάναρχος, καὶ Πνεῦμα τὸ ἅγιον καὶ ὁμότιμον, ὁμοσθενὲς καὶ ὁμόθρονον, Τριὰς ὑπερούσιε ἀρχικὴ φωτιστική, θεαρχία τρισάγιε, φωταγώγησον,
τοὺς λατρεύοντας πίστει σου τὸ κράτος, ἐν φωνῇ τῇ τρισαγίᾳ, καὶ λογισμῷ καὶ θελήματι.

Τὸν Πατέρα δοξάσωμεν, τὸν Υἱὸν προσκυνήσωμεν, καὶ τὸ Πνεῦμα ἅπαντες ἀνυμνήσωμεν, καὶ ὀρθοδόξοις ἐν δόγμασιν, καὶ πίστεως πράγματι, δυσωποῦμεν εὐσεβῶς, ἐκβοῶντες ἐκάστοτε, ἡ τρισήλιος, θεαρχία καὶ δόξα σῶσον πάντας τοὺς ὑμνοῦντας σου τὸ κράτος, τὸ τριλαμπὲς καὶ ὁμόδοξον.

Ὁ Θεὸς ὁ αἰώνιος, ἡ πηγὴ πάσης χάριτος,
ὁ τῆς δόξης Κύριος τριλαμπέστατος, τοὺς ὑμνητάς σου περίσωζε, κινδύνων καὶ θλίψεων, ἐκ δεσμῶν καὶ πειρασμῶν, καὶ τῆς νῦν περιστάσεως, ὡς γερέροντες, τὸ σὸν κράτος οἰκτίρμον ἐκβοῶμεν δόξα σοι τῷ εὐεργέτῃ, τῷ ἀναξίους οἰκτίροντι.

Θεοτοκίον.
Ἀλουργὶς ἡ βασίλειος, πορφυρὶς ἡ ὁλόφωτος, Θεοτόκε πάνσεμνε ἀπειρόγαμε, ἡ ἐν γαστρί σου χωρήσασα, Χριστὸν τὸν τροφέα μου, εὐδοκίᾳ πατρικῇ, καὶ βουλήσει τοῦ Πνεύματος, οἱ τὸ σέβας νῦν, τῇ τριτῇ θεαρχίᾳ ἐκτελοῦντες τὴν σὴν Δέσποινα καλοῦμεν, ἐπικουρίαν οἱ δούλοι σου»

(χφ. Clark (Duke University) 74 θεοτοκάριο περὶ τὸ ἔτος 1575 φφ. 59v-60r).
 

Manolas

Εμμανουήλ Ονησιφορίδης
#3
Στὰ προσόμοια μποροῦν νὰ χρησιμοποιηθοῦν οἱ στίχοι Καρδίαν καθαράν..., Μὴ ἀπορρίψης με..., Ἀπόδος μοι τὴν ἀγαλλίασιν... καὶ Δόξα Καὶ νῦν ἢ καλύτερα νὰ προτιμηθεῖ τὸ Ἁγία Τριᾶς ὁ Θεός...;
 
Top