«Κοντάκιον παρακλητικὸν τῆς ὑπεραγίας Θεοτόκου. Ἦχος β’. Πρεσβεία θερμὴ...καὶ κινδύνων ῥῦσαι ἡμᾶς...
(καὶ ἕνας οἶκος)
Τί μοι δοθῇ καὶ τί προστεθῇ
ἐν τῷ μέλλειν αἰτεῖσθαι ἐν καρδίας κλαυθμῷ
τὴν λύσιν τῶν πταισμάτων μου
ψυχὴν γάρ ἠχρείωσα πλημμελίαις
καὶ τὴν σάρκα ἐμόλυνα ἁμαρτίαις
τὰ πονηρὰ ὡς οὐδεὶς γηγενῶν ἐργασάμενος
ὅθεν στενάζων κραυγάζω
Θεοτόκε ἁγνὴ μὴ παρίδῃς με,
ἀλλὰ τοῦ σῶσαι με τάχυνον
ἐκ πολλῶν ἀπαλλάτουσα ἁμαρτιῶν
ἡ μόνη ταχέως προστατεύουσα»
(χφ. Σινὰ 926 κοντακάριο ια’-ιβ’ αἰ. φ. 73v, βλ. καὶ χφφ. Laurentianae Ashburnhamensis 64 ψαλτικὸν τοῦ ἔτους 1289 φ. 197r-v, Σινὰ 928 κοντακάριο ιδ’ αἰ. φ. 75r-v).
Ἕτερος οἶκος
«Κλῖνον τὸ οὕς σου εὐλογημένη καὶ εἰσάκουσον πάντων τῶν βοώντων πρὸς σὲ ἀδιαλείπτως καὶ δώρησαι πᾶσιν εἰρήνην καὶ εὐεξίαν, ἀσθενοῦσιν ὑγείαν καὶ σωτηρίαν, σκέπην γυμνοῖς, ἀποροῦσιν τροφὴν καὶ λιμώττουσιν, καὶ πᾶσιν ἀδικουμένοις ἐν σπουδῇ τὴν ἐκδίκισιν νέμουσα, καὶ τῶν πταισμάτων τὴν ἄφεσιν, ὅπως πάντες συμφώνως κραυγάζομεν· ἡ μόνη ταχέως προστατεύουσα»
(χφφ. κοντακάρια Σινὰ 927 τοῦ ἔτους 1285 φ. 317r-v, Σινὰ 928 ιδ’ αἰ. φ. 75r-v «τοῦ σώσαι με τάχυνον»).
«Κοντάκιον παρακλητικὸν τῆς παναγίας Θεοτόκου ψαλλόμενον εἰς νοσοῦντας φέρων ἀκροστιχίδα· Τοῦ ἐλεεινοῦ. Ἦχος β’. Πρὸς Τὴν ἐν πρεσβείαις.
Ἡ ἐν ἀνάγκαις σωσίψυχος κυβερνήτις καὶ ἐν κινδύνοις ἀκαταίσχυντος προστάτις, μόνη μητρόθεε καὶ ἀμόλυντε τῇ προσευχή μου νεῦσον ὀδυνηρῶς βοῶντι σοι· Τὴν λύπην τῆς ψυχῆς μου διασκέδασον.
Πρὸς τὸ Τράνωσόν μου.
Τί μοι δοθείη καὶ τί προστεθείη ἐν τῷ μέλλειν αἰτεῖσθαι ἐν καρδίας κλαυθμῷ τὴν λύσιν τῶν πταισμάτων μου. Ψυχὴν γὰρ ἠχρείωσα πλημελείαις καὶ τὴν σάρκα ἐμόλυνα ἁμαρτίαις τὰ πονηρὰ ὡς οὐδεὶς γηγενῶν πεπραχὼς ὁ θρασύς. Ὅθεν στενάζων κραυγάζω· Θεοτόκε ἁγνὴ μὴ παρίδῃς με, ἀλλὰ τοῦ σῶσαι με τάχυνον ἐκ πολλῶν ἀπαλλάτουσα ἁμαρτιῶν τὴν λύπην τῆς ψυχῆς μου διασκέδασον.
Ὄρος Θεοῦ τὸ τετυρωμένον τῇ παμφαεῖ ἁγνείᾳ ὡς κηρύττει Δαυὶδ καὶ μήτηρ τοῦ Κυρίου μου ἐλέησον οἴκτειρον ἴασαί με καὶ ἐκ πάσης ἀνάγκης ἀπάλλαξόν με, σὲ γὰρ θερμὴν προστασίαν εἰδὼς ὁ ταλαίπωρος ἐγὼ σοῦ ἐπιδέομαι, ὅπως διὰ σοῦ ἱλασμὸν ἐπιτεύξομαι. Νεῦσον ἁγνὴ τῇ δεήσει μου καὶ χαρᾶς ἐμπιπλῶσα με τῆς παρὰ σοῦ τὴν λύπην τῆς ψυχῆς μου διασκέδασον»
(χφ. Corsini 40. Ε. 7 (366) κοντακάριον τέλη ι’ αἰ.-πρὸ τοῦ 1004 φ. 151v, βλ. καὶ χφ. Βατοπαιδίου 1041 κοντακάριο ι’-ια’ αἰ. φ. 277r καὶ Analecta Sacra Spicilegio solesmensi parata τ. 1 (1876) σσ. 532-535).
«Ἄλλον κονδάκιον ἦχος δ’.
Προστασία ἄμαχε τῶν θλιβομένων καὶ θερμὴ ἀντίληψις τῶν προστρεχόντων ἐπὶ σοὶ ἐκ τῶν κινδύνων με λύτρωσαι, μὴ μὲ παρίδῃς ἡ πάντων βοήθεια.
Ὁ οἶκος.
Δέξαι τὴν δέησιν ἡμῶν εὐπρέπεια τοῦ κόσμου ὡς δάκρυα τῆς πόρνης καὶ πίστιν χαναναίας καὶ τοῦ τελώνου στεναγμόν, μετάνοιάν τε Πέτρου καὶ τῆς χήρας τὰ λεπτὰ ὁ σὸς Υἱὸς ἐδέξατο. Ὡσαύτως παναγία θεόνυμφε δέξαι δυσωποῦντας, μὴ ἀπώσῃ πανύμνητε σοὺς πιστοὺς ἱκέτας, τὸν κείμενον κἀμὲ βορβόρῳ τῶν ἔργων καὶ τοῖς χρήζουσιν τῆς σῆς νῦν βοηθείας ὄρεξον ἁγνὴ τὴν χεῖρα τῆς σωτηρίας»
(χφ. Laurentianae Ashburnhamensis 64 ψαλτικὸν τοῦ ἔτους 1289 φφ. 198r-199v). Βλ. καὶ Μηναῖα 6/12, 23/1, 30/1, 1/7, 5/7 καὶ Εὐχολόγιον τὸ Μέγα, ἐκδ. Ἀστὴρ 1986 φωτοαναστατικὴ ἀνατύπωση τῆς ἐκδόσεως Βενετίας 1862 σ. 546).