«Αἱ ὧραι τῆς μεγάλης ε’.
Ὥρα α’.
Ψαλμὸς ε’, λε’ καὶ μ’.
Τροπάριον, ἦχος πλ. δ’.
Ὤ πῶς Ἰούδας ὁ ποτέ σου μαθητὴς
τὴν προδοσίαν ἐμελέτα κατὰ σοῦ!
Συνεδείπνησε δολίως, ὁ ἐπίβουλος καὶ ἄδικος·
πορευθεὶς εἶπε τοῖς ἱερεῦσι·
Τί μοι παρέχετε
καὶ παραδώσω ὑμῖν ἐκεῖνον,
τὸν τὸν νόμον λύσαντα
καὶ βεβηλοῦντα τὸ Σάββατον.
Μακρόθυμε Κύριε, δόξα σοι.
Δόξα, καὶ νῦν.
Θεοτοκίον. Τί σὲ καλέσωμεν.
Ὥρα γ’.
Ψαλμὸς να’, νβ’ καὶ ν’.
Τροπάριον, ἦχος βαρύς.
Ποῖός σε τρόπος Ἰούδα,
προδότην τοῦ Σωτῆρος εἰργάσατο;
μὴ τοῦ χοροῦ σε τῶν Ἀποστόλων ἐχώρισε;
μὴ τοῦ χαρίσματος τῶν ἰαμάτων ἐστέρησε;
μὴ συνδειπνήσας τοῖς ἄλλοις,
σὲ τῆς τραπέζης ἀπώσατο;
μὴ τῶν ἄλλων νίψας τοὺς πόδας,
τοὺς σοὺς ὑπερεῖδεν;
Ὤ πόσων ἀγαθῶν, ἀμνήμων ἐγένου!
Καὶ σοῦ μὲν ἡ ἀχάριστος στηλιτεύεται γνώμη, αὐτοῦ δὲ ἡ ἀνείκαστος μακροθυμία κηρύττεται, καὶ τὸ μέγα ἔλεος.
Δόξα, καὶ νῦν.
Θεοτοκίον. Θεοτόκε σὺ εἶ ἡ ἄμπελος.
Ὥρα στ’.
Ψαλμὸς ια’, ιγ’ καὶ 90.
Τροπάριον, ἦχος γ’.
Ὁ ῥαπισθεὶς ὑπὲρ γένους ἀνθρώπων, καὶ μὴ ὀργισθείς,
ἐλευθέρωσον ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν Κύριε, καὶ σῶσον ἡμᾶς.
Δόξα, καὶ νῦν.
Θεοτοκίον. Ὅτι οὔκ ἔχομεν παῤῥησίαν.
Ὥρα θ’.
Ψαλμὸς νη’,...καὶ πε’.
Τροπάριον, ἦχος πλ. δ’.
Ὅτε οἱ ἔνδοξοι μαθηταί.
Δόξα, καὶ νῦν.
Θεοτοκίον. Ὁ δι’ ἡμᾶς γεννηθείς.
Αἱ ὧραι τοῦ ἁγίου καὶ μεγάλου Σαββάτου.
Ὥρα α’.
Ψαλμὸς ε’, θ’ καὶ ιε’.
Τροπάριον, ἦχος β’.
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον.
Δόξα, καὶ νῦν.
Θεοτοκίον. Τί σὲ καλέσωμεν.
Ὥρα γ’.
Ψαλμὸς κγ’, κθ’ καὶ ν’.
Τροπάριον, ἦχος β’.
Ὁ εὐσχήμων Ἰωσήφ.
Δόξα, καὶ νῦν.
Θεοτοκίον. Θεοτόκε σὺ εἶ ἡ ἄμπελος.
Ὥρα στ’.
Ψαλμὸς πα’, γ’ καὶ 90.
Τροπάριον, ἦχος β’.
Ὁ συνέχων τὰ πέρατα
τάφῳ συσχεθῆναι κατεδέξω Χριστέ,
ἵνα τῆς τοῦ ᾍδου καταπώσεως,
λυτρώσῃ τὸ ἀνθρώπινον
καὶ ἀθανατίσας ζωώσῃς ἡμᾶς
ὡς Θεὸς ἀθάνατος.
Δόξα, καὶ νῦν.
Θεοτοκίον. Ὅτι οὔκ ἔχομεν παῤῥησίαν.
Ὥρα θ’.
Ψαλμὸς 91, 94 καὶ πε’.
Τροπάριον, ἦχος β’.
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον.
Δόξα, καὶ νῦν.
Θεοτοκίον. Ὁ δι’ ἡμᾶς γεννηθείς ἐκ Παρθένου
καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ»
(Ἰ. Φουντούλη Αἱ Μεγάλαι Ὧραι τῆς Μεγάλης Πέμπτης, Μεγάλης Παρασκευῆς καὶ τοῦ Μεγάλου Σαββάτου κατὰ τὸν ὑπ’ ἀριθμ. 7 κώδικα τῆς ἐν Ἀθήναις Ἐθνικῆς Βιβλιοθήκης, ψαλτήριον ἀρχαὶ ια’ αἰ. φφ. 11v-12r, ἔκδ. Ἐπιστημονικὴ Ἐπετηρὶς τῆς Θεολογικῆς Σχολῆς Θεσσαλονίκης 7, 1962 σσ. 219-243. πρβλ. Τυπικὸν Κασούλων τοῦ ἔτους 1173 σσ. 222, 223, 239-240).