Καταβασίες & Μεγαλυνάρια της εορτής της Υπαπαντής του Κυρίου

ΝΕΚΤΑΡΙΟΣ ΚΟΥΓΙΑΣ

Παλαιό Μέλος


Ὠδὴ α΄ Ἦχος γ΄
Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσε πότε, ὡσεῖ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοπορούντι, καὶ θεαρέστως μέλποντι. Ἄσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.

Ὠδὴ γ΄
Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἢν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.

Ὠδὴ δ΄
Ἐκάλυψεν οὐρανοῦς, ἡ ἀρετὴ σου Χριστέ, τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματος σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἱνέσεως.

Ὠδὴ ε΄
Ὡς εἶδεν Ἠσαίας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ΄ Ἀγγέλων δόξης δορυφορούμενον, ὢ τάλας! ἐβόα, ἐγῶ, πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

Ὠδὴ ς΄.
Ἐβόησε σοι, ἱδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς
ἐπέστη. Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.

Ὠδὴ ζ΄
Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελωδοῦντες. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὠδὴ η΄
Ἀστέκτω πυρὶ ἐνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον. Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΜΕΓΑΛΥΝΑΡΙΑ
Ἀκατάληπτόν ἐστι, τὸ τελούμενον ἐν σοί,
καὶ Ἀγγέλοις καὶ βροτοῖς, Μητροπάρθενε ἁγνή.

γκαλίζεται χερσίν, ὁ Πρεσβύτης Συμεών,
τὸν τοῦ νόμου Ποιητήν, καὶ Δεσπότην τοῦ παντός.

Βουληθεὶς ὁ Πλαστουργός, ἵνα σώσῃ τὸν Ἀδάμ,
μήτραν ᾤκησε τὴν σήν, τῆς Παρθένου καὶ ἁγνῆς.

Γένος ἄπαν τῶν βροτῶν, μακαρίζει σε Ἁγνή,
καὶ δοξάζει σε πιστῶς, ὡς Μητέρα τοῦ Θεοῦ.

Δεῦτε, ἴδετε Χριστόν, τὸν Δεσπότην τοῦ παντός,
ὃν βαστάζει Συμεών, σήμερον ἐν τῷ ναῷ.

πιβλέπεις πρὸς τὴν γῆν, καὶ ποιεῖς τρέμειν αὐτήν,
καὶ πῶς γέρων κεκμηκώς, σὲ κατέχει ἐν χερσὶ;

Ζήσας ἔτη Συμεών, ἕως εἶδε τὸν Χριστόν,
καὶ ἐβόα πρὸς αὐτόν· Νῦν ἀπόλυσιν ζητῶ.

λαβὶς ἡ μυστική, ἡ τὸν ἄνθρακα Χριστόν,
συλλαβοῦσα ἐν γαστρί, σὺ ὑπάρχεις Μαριάμ.

Θέλων ἐνηνθρώπησας, ὁ προάναρχος Θεός,
καὶ ναῷ προσφέρεσαι, τεσσαρακονθήμερος.

Κατελθόντ' ἐξ οὐρανοῦ, τὸν Δεσπότην τοῦ παντός,
ὑπεδέξατο αὐτόν, Συμεὼν ὁ Ἱερεύς.

Λάμπρυνόν μου τὴν ψυχήν, καὶ τὸ φῶς τὸ αἰσθητόν,
ὅπως ἴδω καθαρῶς, καὶ κηρύξω σε Θεόν.

Μητροπάρθενε ἁγνή, τὶ προσφέρεις τῷ ναῷ,
νέον βρέφος ἀποδούς, ἐν ἀγκάλαις Συμεών;

Νῦν ἀπόλυσιν ζητῶ, ἀπὸ σοῦ τοῦ Πλαστουργοῦ,
ὅτι εἶδὸν σε Χριστέ, τὸ σωτήριόν μου φῶς.

ν οἱ ἄνω λειτουργοί, τρόμῳ λιτανεύουσι,
κάτω νῦν ὁ Συμεών, ἀγκαλίζεται χερσί.


Ὠδὴ θ΄

Ἐν νόμῳ, σκιὰ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ, διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.

Δόξα…
τῇ φύσει μὲν Μονάς, τοῖς προσώποις δὲ Τριάς, φύλαττε τοὺς δούλους σου, τοὺς πιστεύοντας εἰς σέ.

Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ’ ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.

Καὶ νῦν…
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.


 
Last edited:
Top