["Ο Διογ. Λαέρτιος (Περί βίων, δογμάτων και αποφθεγμάτων ΙΙΙ, 4, 79) μιλώντας για τη ζωή του λέει πως ο Αρχύτας θαυμαζόταν από τον περισσότερο κόσμο για την υπεροχή του σε κάθε κλάδο της επιστήμης και στη ζωή. Ως πολιτικός ενέπνεε βαθύ σεβασμό και εκλέχτηκε επτά φορές "στρατηγός" ("κυβερνήτης") και κυβέρνησε τον Τάραντα για πολλά χρόνια, ενώ κατά τους νόμους της πόλης δεν επιτρεπόταν να "στρατηγήσει" ένας για περισσότερο από ένα χρόνο ("Εθαυμάζετο δε και παρά τοις πολλοίς επί πάση αρετή· και δη επτάκις των πολιτών εστρατήγησε, των άλλων μη πλέον ενιαυτού στρατηγούντων δια το κωλύειν τον νόμον").'']
Διογένης Λαέρτιος
Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων
[ed. H S Long, Oxford 1964]
Βιβλίον Η'
ΑΡΧΥΤΑΣ
Περί βίων, δογμάτων και αποφθεγμάτων ΙΙΙ, 4, 79
79
Ἀρχύτας Μνησαγόρου Ταραντῖνος, ὡς δὲ Ἀριστόξενος (Wehrli
ii. fg. 47), Ἑστιαίου, Πυθαγορικὸς καὶ αὐτός. οὗτός ἐστιν ὁ
Πλάτωνα ῥυσάμενος δι' ἐπιστολῆς παρὰ Διονυσίου μέλλοντ'
ἀναιρεῖσθαι. ἐθαυμάζετο δὲ καὶ παρὰ τοῖς πολλοῖς ἐπὶ πάσῃ
ἀρετῇ· καὶ δὴ ἑπτάκις τῶν πολιτῶν ἐστρατήγησε, τῶν ἄλλων μὴ
πλέον ἐνιαυτοῦ στρατηγούντων διὰ τὸ κωλύειν τὸν νόμον. πρὸς
τοῦτον καὶ Πλάτων γέγραφεν ἐπιστολὰς δύο, ἐπειδήπερ αὐτῷ
πρότερος ἐγεγράφει τοῦτον τὸν τρόπον (Hercher 132)·
"Ἀρχύτας Πλάτωνι ὑγιαίνειν.
80
"Καλῶς ποιέεις ὅτι ἀποπέφευγας ἐκ τᾶς ἀρρωστίας· ταῦτα
γὰρ αὐτός τυ ἐπέσταλκας καὶ τοὶ περὶ Λαμίσκον ἀπάγγελον. περὶ
δὲ τῶν ὑπομνημάτων ἐπεμελήθημες καὶ ἀνήλθομες ὡς Λευκανὼς
καὶ ἐνετύχομες τοῖς Ὀκκέλω ἐκγόνοις. τὰ μὲν ὦν Περὶ νόμω καὶ
Βασιληίας καὶ Ὁσιότατος καὶ τᾶς τῶ παντὸς γενέσιος αὐτοί τ'
ἔχομες καὶ τὶν ἀπεστάλκαμες· τὰ δὲ λοιπὰ οὔτοι νῦν γα δύναται
εὑρεθῆμεν, αἰ δέ κα εὑρεθῇ, ἥξει τοι."
Ὧδε μὲν ὁ Ἀρχύτας· ὁ δὲ Πλάτων ἀντεπιστέλλει τοῦτον τὸν
τρόπον (Ep. xii)·
"Πλάτων Ἀρχύτᾳ εὖ πράττειν.
81
"Τὰ μὲν παρὰ σοῦ ἐλθόντα ὑπομνήματα θαυμαστῶς ἄσμενοί τε
ἐλάβομεν καὶ τοῦ γράψαντος αὐτὰ ἠγάσθημεν ὡς ἔνι μάλιστα, καὶ
ἔδοξεν ἡμῖν ἁνὴρ ἄξιος ἐκείνων τῶν παλαιῶν προγόνων. λέγονται
γὰρ δὴ οἱ ἄνδρες οὗτοι Μυραῖοι εἶναι· οὗτοι δ' ἦσαν τῶν ἐπὶ
Λαομέδοντος ἐξαναστάντων Τρώων ἄνδρες ἀγαθοί, ὡς ὁ παρα-
δεδομένος μῦθος δηλοῖ. τὰ δὲ παρ' ἐμοῦ ὑπομνήματα, περὶ ὧν
ἐπέστειλας, ἱκανῶς μὲν οὔπω ἔχει· ὡς δέ ποτε τυγχάνει ἔχοντα
ἀπέσταλκά σοι. περὶ δὲ τῆς φυλακῆς ἀμφότεροι συμφωνοῦμεν,
ὥστε οὐδὲν δεῖ παρακελεύεσθαι. ἔρρωσο."
Καὶ ὧδε μὲν πρὸς ἀλλήλους αὐτοῖς ἔχουσιν αἱ ἐπιστολαί.
82
Γεγόνασι δ' Ἀρχύται τέτταρες· πρῶτος αὐτὸς οὗτος, δεύτερος
Μυτιληναῖος μουσικός, τρίτος Περὶ γεωργίας συγγεγραφώς,
τέταρτος ἐπιγραμματοποιός. ἔνιοι καὶ πέμπτον ἀρχιτέκτονά
φασιν, οὗ φέρεται βιβλίον Περὶ μηχανῆς, ἀρχὴν ἔχον ταύτην,
"τάδε παρὰ Τεύκρου Καρχηδονίου διήκουσα." περὶ δὲ τοῦ
μουσικοῦ φέρεται καὶ τόδε, ὡς ὀνειδιζόμενος ἐπὶ τῷ μὴ ἐξακού-
εσθαι εἴποι, "τὸ γὰρ ὄργανον ὑπὲρ ἐμοῦ διαγωνιζόμενον λαλεῖ."
Τὸν δὲ Πυθαγορικὸν Ἀριστόξενός (Wehrli ii, fg. 48) φησι
μηδέποτε στρατηγοῦντα ἡττηθῆναι· φθονούμενον δ' ἅπαξ ἐκ-
χωρῆσαι τῆς στρατηγίας καὶ τοὺς αὐτίκα ληφθῆναι.
83
Οὗτος πρῶτος τὰ μηχανικὰ ταῖς μαθηματικαῖς προσχρησά-
μενος ἀρχαῖς μεθώδευσε καὶ πρῶτος κίνησιν ὀργανικὴν διαγράμ-
ματι γεωμετρικῷ προσήγαγε, διὰ τῆς τομῆς τοῦ ἡμικυλίνδρου δύο
μέσας ἀνὰ λόγον λαβεῖν ζητῶν εἰς τὸν τοῦ κύβου διπλασιασμόν.
κἀν γεωμετρίᾳ πρῶτος κύβον εὗρεν, ὥς φησι Πλάτων ἐν Πολι-
τείᾳ.
http://www.mikrosapoplous.gr/dl/dl08.html#arhitas