Δοξαστικό του Εσπερινού της Κυριακής της Τυρινής, «Εκάθισεν Ἀδάμ, ἀπέναντι τοῦ Παραδείσου..."

#1


«Εκάθισεν Ἀδάμ, ἀπέναντι τοῦ Παραδείσου, καί τήν ἰδίαν γύμνωσιν θρηνῶν ὠδύρετο. Οἴμοι, τόν ἀπάτῃ πονηρᾷ πεισθέντα καί κλαπέντα καί δόξης μακρυθέντα! Οἴμοι, τόν ἁπλότητι γυμνόν, νῦν δέ ἠπορημένον! Ἀλλ᾽ ὦ Παράδεισε, οὐκέτι σου τῆς τρυφῆς ἀπολαύσω, οὐκέτι ὄψομαι τόν Κύριον καί Θεόν μου καί Πλάστην· εἰς γῆν γάρ ἀπελεύσομαι ἐξ ἧς καί προσελήφθην. Ἐλεῆμον, Οἰκτίρμον, βοῶ Σοι· Ἐλέησόν με τόν παραπεσόντα.»
 
Top