You are using an out of date browser. It may not display this or other websites correctly.
You should upgrade or use an
alternative browser.
Γέρων Πανάρετος Φιλοθεΐτης
-
Είδομεν το φως-Ειη το ονομα ήχος α Πανάρετος Μοναχός.mp3
2.5 MB
· Views: 54
Εορτή της κοιμήσεως της θεοτόκου, εις τὸν Στίχον,
Δόξα... Καὶ νῦν... Ἦχος δ'
1. Παραλλαγή (Βιβλίον Μουσική Κυψέλη, Τόμος β΄ Ιανουάριος - Άυγουστος, Στεφάνου Λαμπαδαρίου)
2. Μέλος
"Ὅτε ἐξεδήμησας Θεοτόκε Παρθένε, πρὸς τὸν ἐκ σοῦ τεχθέντα ἀφράστως, παρῆν Ἰάκωβος ὁ Ἀδελφόθεος, καὶ πρῶτος, Ἱεράρχης, Πέτρος τε ἡ τιμιωτάτη κορυφαία τῶν θεολόγων ἀκρότης, καὶ σύμπας ὁ θεῖος τῶν Ἀποστόλων χορός, ἐκφαντορικαῖς θεολογίαις ὑμνολογοῦντες, τὸ θεῖον καὶ ἐξαίσιον, τῆς Χριστοῦ τοῦ Θεοῦ οἰκονομίας μυστήριον, καὶ τὸ ζωαρχικόν, καὶ θεοδόχον σου σῶμα κηδεύσαντες, ἔχαιρον πανύμνητε. Ὕπερθεν δὲ αἱ πανάγιαι καὶ πρεσβύταται τῶν Ἀγγέλων Δυνάμεις, τὸ θαῦμα ἐκπληττόμεναι, κεκυφυῖαι ἀλλήλαις ἔλεγον· Ἄρατε ὑμῶν τὰς πύλας, καὶ ὑποδέξασθε τὴν τεκοῦσαν, τὸν οὐρανοῦ καὶ γῆς Ποιητήν, δοξολογίαις τε ἀνυμνήσωμεν, τὸ σεπτὸν καὶ ἅγιον σῶμα, τὸ χωρῆσαν τὸν ἡμῖν ἀθεώρητον καὶ Κύριον. Διόπερ καὶ ἡμεῖς τὴν μνήμην σου ἑορτάζοντες, ἐκβοῶμέν σοι· Πανύμνητε, Χριστιανῶν τὸ κέρας ὕψωσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν."
Εορτή της κοιμήσεως της θεοτόκου, εις τον Μ. Εσπερινό, Δόξα... Καὶ νῦν...
1. Παραλλαγή (Βιβλίον Μουσική Κυψέλη, Τόμος β΄ Ιανουάριος - Άυγουστος, Στεφάνου Λαμπαδαρίου)
2. Μέλος
Ἦχος α’
Θεαρχίῳ νεύματι, πάντοθεν οἱ θεοφόροι Ἀπόστολοι, ὑπό νεφῶν μεταρσίως αἰρόμενοι.
Ἦχος πλ. α’
Καταλαβόντες τό πανάχραντον, καί ζωαρχικόν σου σκῆνος, ἐξόχως ἠσπάζοντο.
Ἦχος β’
Αἱ δέ ὑπέρτατοι τῶν οὐρανῶν Δυνάμεις, σύν τῷ οἰκείῳ Δεσπότῃ παραγενόμεναι.
Ἦχος πλ. β’
Τὸ θεοδόχον καί ἀκραιφνέστατον σῶμα προπέμπουσι, τῷ δέει κρατούμεναι, ὑπερκοσμίως δέ προῴχοντο, καί ἀοράτως ἐβόων, ταῖς ἀνωτέραις ταξιαρχίαις· ἰδού ἡ παντάνασσα θεόπαις παραγέγονεν.
Ἦχος γ’
Ἄρατε πύλας, καί ταύτην ὑπερκοσμίως ὑποδέξασθε, τήν τοῦ ἀενάου φωτός Μητέρα.
Ἦχος βαρύς
Διὰ ταύτης γάρ ἡ παγγενής τῶν βροτῶν σωτηρία γέγονεν, ᾗ ἀτενίζειν οὐκ ἰσχύομεν, καί ταύτῃ ἄξιον γέρας ἀπονέμειν ἀδύνατον.
Ἦχος δ’
Ταύτης γάρ τό ὑπερβάλλον, ὑπερέχει πᾶσαν ἔννοιαν.
Ἦχος πλ. δ’
Διὸ ἄχραντε Θεοτόκε, ἀεί σύν ζωηφόρῳ Βασιλεῖ, καί τόκῳ ζῶσα, πρέσβευε διηνεκῶς, περιφρουρῆσαι καί σῶσαι, ἀπό πάσης προσβολῆς ἐναντίας τήν νεολαίαν σου· τήν γάρ σήν προστασίαν κεκτήμεθα.
Ἦχος α’
Εἰς τούς αἰῶνας, ἀγλαοφανῶς μακαρίζοντες.
Εορτή της κοιμήσεως της θεοτόκου, Καταβασίες Αργές.
1. Παραλλαγή ((Βιβλίον 3ος τόμος εκδόσεων "ΖΩΗΣ")
2. Μέλος, Πέτρου Λαμπαδαρίου του Πελοποννησίου