Αποστολικό ανάγνωσμα ΙΘʹ Κυριακής - Ιερός Ναός Αγίου Διονυσίου Αρεοπαγίτου 19/10/2014

ΑΛΕΞΙΟΣ ΝΙΚΟΛΟΥΤΣΟΠΟΥΛΟΣ

Φωτορεπόρτερ - Οπερατέρ Films Producer
#1



Αποστολικό ανάγνωσμα της Κυριακής Ἀπόστολος τῆς ΙΘʹ Κυριακῆς• «Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν».

Ιερά Αρχιεπισκοπή Αθηνών. Ιερός Ναός Αγίου Διονυσίου Αρεοπαγίτου. 19/10/2014

Δεξιό αναλόγιο ᾿Απόστολος Παπαδόπουλος, Πρωτοψάλτης Μητροπόλεως ᾿Αθηνῶν

(Β´ Κορ. ια´ 31 - ιβ´ 9)
Αδελφοί, ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. ᾿Εν Δαμασκῷ ὁ ἐθνάρχης ᾿Αρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν πιάσαι με θέλων, καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ. Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι• ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου. Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων• εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν• ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον• εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν• ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. ῾Υπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου. ᾿Εὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων• ἀλήθειαν γὰρ ἐρῶ• φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ. Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ ἵνα μὴ ὑπεραίρωμαι. ῾Υπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ᾿ ἐμοῦ• καὶ εἴρηκέ μοι• ᾿Αρκεῖ σοι ἡ χάρις μου• ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. ῞Ηδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾿ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.
 
Top