ΑΚΟΛΟΥΘΙΑ ΝΕΚΡΩΣΙΜΟΣ ΤΟΥ ΕΞΟΔΙΑΣΤΙΚΟΥ ΤΩΝ ΜΟΝΑΧΩΝ & ΜΟΝΑΖΟΥΣΩΝ (ΕΝ ΤΩ ΝΑῼ)
Διάκονος: Εὐλόγησον Δέσποτα.
Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Κανονάρχης: Ἀμήν.
ΨΑΛΜΟΣ 90ος
Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ῾Υψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. 2 ἐρεῖ τῷ Κυρίῳ· ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ᾿ αὐτόν, 3 ὅτι αὐτὸς ρύσεταί σε ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους. 4 ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. 5 οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, 6 ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. 7 πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ· 8 πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. 9 ὅτι σύ, Κύριε, ἡ ἐλπίς μου· τὸν ῞Υψιστον ἔθου καταφυγήν σου. 10 οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου. 11 ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου· 12 ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου· 13 ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. 14 ὅτι ἐπ᾿ ἐμὲ ἤλπισε, καὶ ρύσομαι αὐτόν· σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου. 15 κεκράξεται πρός με, καὶ ἐπακούσομαι αὐτοῦ, μετ᾿ αὐτοῦ εἰμι ἐν θλίψει· ἐξελοῦμαι αὐτόν, καὶ δοξάσω αὐτόν. 16 μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.
Ἀλληλούϊα [γ΄]. Ἦχος πλ. δ΄ [Ψαλμός 64, 101].
Στίχ. Μακάριος ὃν ἐξελέξω καὶ προσελάβου, Κύριε. Ἀλληλούϊα [γ΄].
Στίχ. Καὶ τὸ μνημόσυνόν αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. Ἀλληλούϊα [γ΄].
Στίχ. Ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται,
Ἀλληλούϊα [γ΄].
Ἦχος πλ. δ’
Ὁ βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὴν ψυχὴν τοῦ δούλου σου (τῆς δούλης σου)· ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθετο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.
Δόξα...
Ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθετο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον.
Σὲ καὶ τεῖχος, καὶ λιμένα ἔχομεν, καὶ πρέσβυν εὐπρόσδεκτον, πρὸς ὃν ἔτεκες Θεόν, Θεοτόκε ἀνύμφευτε, τῶν πιστῶν ἡ σωτηρία.
Καὶ εὐθὺς ὁ ἄμωμος εἰς στάσεις δύο.
ΨΑΛΜΟΣ 118ος
Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. 2 μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ· ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. 3 οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. 4 σὺ ἐνετείλω τὰς ἐντολάς σου τοῦ φυλάξασθαι σφόδρα. 5 ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. 6 τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου. 7 ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου. 8 τὰ δικαιώματά σου φυλάξω· μή με ἐγκαταλίπῃς ἕως σφόδρα. 9 ᾿Εν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. 10 ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε· μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου. 11 ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. 12 εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 13 ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου. 14 ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτῳ. 15 ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω καὶ κατανοήσω τὰς ὁδούς σου. 16 ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου. 17 ᾿Ανταπόδος τῷ δούλῳ σου· ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου. 18 ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. 19 πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ· μὴ ἀποκρύψῃς ἀπ᾿ ἐμοῦ τὰς ἐντολάς σου. 20 ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. 21 ἐπετίμησας ὑπερηφάνοις· ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου. 22 περίελε ἀπ᾿ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα. 23 καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ᾿ ἐμοῦ κατελάλουν, ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου. 24 καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστι, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου. — 25 ᾿Εκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου· ζῆσόν με κατὰ τὸν λόγον σου. 26 τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου· δίδαξόν με τὰ δικαιώματά σου. 27 ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου. 28 ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας· βεβαίωσόν με ἐν τοῖς λόγοις σου. 29 ὁδὸν ἀδικίας ἀπόστησον ἀπ᾿ ἐμοῦ καὶ τῷ νόμῳ σου ἐλέησόν με. 30 ὁδὸν ἀληθείας ᾑρετισάμην καὶ τὰ κρίματά σου οὐκ ἐπελαθόμην. 31 ἐκολλήθην τοῖς μαρτυρίοις σου, Κύριε· μή με καταισχύνῃς. 32 ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. 33 Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διαπαντός. 34 συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου. 35 ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα. 36 κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου καὶ μὴ εἰς πλεονεξίαν. 37 ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα, ἐν τῇ ὁδῷ σου ζῆσόν με. 38 στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου. 39 περίελε τὸν ὀνειδισμόν μου, ὃν ὑπώπτευσα· ὅτι τὰ κρίματά σου χρηστά. 40 ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου· ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. 41 Καὶ ἔλθοι ἐπ᾿ ἐμὲ τὸ ἔλεός σου, Κύριε, τὸ σωτήριόν σου κατὰ τὸν λόγον σου. 42 καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον, ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου. 43 καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα. 44 καὶ φυλάξω τὸν νόμον σου διαπαντός, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 45 καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. 46 καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην. 47 καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, ἃς ἠγάπησα σφόδρα. 48 καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου. 49 Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου, ὧν ἐπήλπισάς με. 50 αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με. 51 ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα. 52 ἐμνήσθην τῶν κριμάτων σου ἀπ᾿ αἰῶνος, Κύριε, καὶ παρεκλήθην. 53 ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. 54 ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου. 55 ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου. 56 αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. 57 Μερίς μου εἶ, Κύριε, εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου. 58 ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου· ἐλέησόν με κατὰ τὸ λόγιόν σου. 59 διελογισάμην τὰς ὁδούς σου καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου. 60 ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην τοῦ φυλάξασθαι τὰς ἐντολάς σου. 61 σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. 62 μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. 63 μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου. 64 τοῦ ἐλέους σου, Κύριε, πλήρης ἡ γῆ· τὰ δικαιώματά σου δίδαξόν με. 65 Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸν λόγον σου. 66 χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα. 67 πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα, διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα. 68 χρηστὸς εἶ σύ, Κύριε, καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου. 69 ἐπληθύνθη ἐπ᾿ ἐμὲ ἀδικία ὑπερηφάνων, ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου. 70 ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα. 71 ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. 72 ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.
73 Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου. 74 οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα. 75 ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με. 76 γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου. 77 ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν. 78 αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου. 79 ἐπιστρεψάτωσάν με οἱ φοβούμενοί σε καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου. 80 γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ. 81 ᾿Εκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰς τοὺς λόγους σου ἐπήλπισα. 82 ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου λέγοντες· πότε παρακαλέσεις με; 83 ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. 84 πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν; 85 διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ᾿ οὐχ ὡς ὁ νόμος σου, Κύριε. 86 πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι. 87 παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου. 88 κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου. 89 Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. 90 εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου· ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει. 91 τῇ διατάξει σου διαμένει ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά. 92 εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστι, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. 93 εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με.
Τοῦτο ψάλλεται τρὶς εἰς ἦχον πλαγ. δ΄:
Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με.
Μικρὰ Αἴτησις
Ὁ Διάκονος· Ἔτι καὶ ἔτι, ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορὸς: Κύριε, ἐλέησον (γ΄).
῎Ετι δεόμεθα ὑπὲρ μακαρίας μνήμης καὶ αἰωνίου ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου (τῆς κεκοιμημένης δούλης) τοῦ Θεοῦ (δεῖνος) (ἱερέως, μοναχοῦ, μοναχῆς) καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ (αὐτῇ) πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ (αὐτῆς) ἔνθα οἱ δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν καὶ ἄφεσιν τῶν αὐτοῦ (αὐτῆς) ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
Τοῦ Κυρίου δεηθῶμεν.
ὁ Χορός: Κύριε, ἐλέησον.
ὁ ῾Ιερεύς: ῞Οτι Σύ εἶ ἡ ἀνάστασις, ἡ ζωὴ καὶ ἡ μακαρία ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου (τῆς κεκοιμημένης δούλης) σου (δεῖνος), Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Κανονάρχης: Ἀμήν.
94 Σός εἰμι ἐγώ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. 95 ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με· τὰ μαρτύριά σου συνῆκα. 96 πάσης συντελείας εἶδον πέρας· πλατεῖα ἡ ἐντολή σου σφόδρα. 97 ῾Ως ἠγάπησα τὸν νόμον σου, Κύριε· ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν. 98 ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν. 99 ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν. 100 ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. 101 ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου. 102 ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με. 103 ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. 104 ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας. 105 Λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου. 106 ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. 107 ἐταπεινώθην ἕως σφόδρα· Κύριε, ζῆσόν με κατὰ τὸν λόγον σου. 108 τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δή, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με. 109 ἡ ψυχή μου ἐν ταῖς χερσί σου διαπαντός, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. 110 ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην. 111 ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν. 112 ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι᾿ ἀντάμειψιν. 113 Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα. 114 βοηθός μου, καὶ ἀντιλήπτωρ μου εἶ σύ· εἰς τοὺς λόγους σου ἐπήλπισα. 115 ἐκκλίνατε ἀπ᾿ ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου.116 ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζῆσόν με, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου. 117 βοήθησόν μοι, καὶ σωθήσομαι καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός. 118 ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν. 119 παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου. 120 καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην. 121 ᾿Εποίησα κρῖμα καὶ δικαιοσύνην· μὴ παραδῷς με τοῖς ἀδικοῦσί με. 122 ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν· μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι. 123 οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου. 124 ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου καὶ τὰ δικαιώματά σου δίδαξόν με. 125 δοῦλός σού εἰμι ἐγώ· συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου. 126 καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ· διεσκέδασαν τὸν νόμον σου. 127 διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον. 128 διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα. 129 Θαυμαστὰ τὰ μαρτύριά σου· διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου. 130 ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους. 131 τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν.
132 ᾿Επίβλεψον ἐπ᾿ ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. 133 τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία. 134 λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. 135 τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου καὶ δίδαξόν με τὰ δικαιώματά σου. 136 διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξα τὸν νόμον σου. 137 Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖαι αἱ κρίσεις σου. 138 ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου καὶ ἀλήθειαν σφόδρα. 139 ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου. 140 πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. 141 νεώτερος ἐγώ εἰμι καὶ ἐξουδενωμένος· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. 142 ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια. 143 θλίψεις καὶ ἀνάγκαι εὕροσάν με· αἱ ἐντολαί σου μελέτη μου. 144 δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· συνέτισόν με, καὶ ζήσομαι. 145 ᾿Εκέκραξα ἐν ὅλῃ καρδίᾳ μου· ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω. 146 ἐκέκραξά σοι· σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου. 147 προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα. 148 προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον τοῦ μελετᾶν τὰ λόγιά σου. 149 τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμά σου ζῆσόν με. 150 προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ, ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν. 151 ἐγγὺς εἶ, Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια. 152 κατ᾿ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά. 153 ῎Ιδε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην. 154 κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με· διὰ τὸν λόγον σου ζῆσόν με. 155 μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν. 156 οἱ οἰκτιρμοί σου πολλοί, Κύριε· κατὰ τὸ κρῖμά σου ζῆσόν με. 157 πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα. 158 εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. 159 ἴδε, ὅτι τὰς ἐντολάς σου ἠγάπησα· Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με. 160 ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου. 161 ῎Αρχοντες κατεδίωξάν με δωρεάν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. 162 ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου ὡς ὁ εὑρίσκων σκῦλα πολλά. 163 ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα. 164 ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. 165 εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. 166 προσεδόκων τὸ σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα. 167 ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου καὶ ἠγάπησεν αὐτὰ σφόδρα. 168 ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, Κύριε. 169 ᾿Εγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με. 170 εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου ῥῦσαί με. 171 ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου. 172 φθέγξαιτο ἡ γλῶσσά μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη. 173 γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην. 174 ἐπεπόθησα τὸ σωτήριόν σου, Κύριε, καὶ ὁ νόμος σου μελέτη μού ἐστι. 175 ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι. 176 ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.
Τοῦτο ψάλλεται τρὶς εἰς ἦχον πλαγ. α΄:
Ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι. Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου (τὴν δούλην σου), ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.
ΕΥΛΟΓΗΤΑΡΙΑ
Ἦχος πλ. α΄.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας· τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι· ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ὁ παλάμῃ ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ΄ ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Εἰκών εἰμι, τῆς ἀῤῥήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων· οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπλαγχνίᾳ· καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι, Παραδείσου πάλιν ποιῶν πολίτην με.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Οἱ τὸν Ἀμνόν, τοῦ Θεοῦ κυρήξαντες, καὶ σφαγιασθέντες ὥσπερ ἄρνες, καὶ πρὸς ζωὴν τὴν ἀγήρω, Ἅγιοι, καὶ ἀΐδιον μετατεθέντες, τοῦτον ἐκτενῶς, Μάρτυρες, αἰτήσασθε, ὀφλημάτων λύσιν ἡμῖν δωρήσασαθαι.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Οἱ τὴν ὁδόν, τὴν στενὴν βαδίσαντες, τεθλιμμένην πάντες οἱ ἐν βίῳ· οἱ τὸν Σταυρόν, ὡς ζυγὸν ἀράμενοι, καὶ ἐμοὶ ἀκολουθήσαντες ἐν πίστει, δεῦτε ἀπολαύετε, ἃ ἡτοίμασα ὑμῖν, βραβεῖα καὶ στέφη τὰ οὐράνια.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ἀνάπαυσον, ὁ Θεὸς τὸν δοῦλόν σου (τὴν δούλην σου), καὶ κατάταξον αὐτὸν (αὐτὴν) ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες· τὸν κεκοιμημένον δοῦλον (τὴν κεκοιμημένην δούλην) σου ἀνάπαυσον, παρορῶν αὐτοῦ (αὐτῆς) πάντα τὰ ἐγκλήματα.
Δόξα... Τριαδικόν.
Τὸ τριλαμπὲς τῆς μιᾶς Θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα· φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.
Καὶ νῦν... Θεοτοκίον.
Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι΄ ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν· διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (γ΄).
Μεγάλη Αἴτησις
Ὁ Διάκονος· Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεος σου, δεόμεθα σου, ἐπάκουσον καὶ ἐλέησον.
῎Ετι δεόμεθα ὑπὲρ μακαρίας μνήμης καὶ αἰωνίου ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου (τῆς κεκοιμημένης δούλης) τοῦ Θεοῦ (δεῖνος) (ἱερέως, μοναχοῦ, μοναχῆς) καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ (αὐτῇ) πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ (αὐτῆς) ἔνθα οἱ δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν καὶ ἄφεσιν τῶν αὐτοῦ (αὐτῆς) ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
Τοῦ Κυρίου δεηθῶμεν.
ὁ Χορός: Κύριε, ἐλέησον.
Ἱερεύς· ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον καταργήσας, καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος· Αὐτός, Κύριε, ἀνάπαυσον καὶ τὴν ψυχὴν τοῦ κεκοιμημένου δούλου (τῆς κεκοιμημένης δούλης) σου (δεῖνος), ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα πᾶσα ὀδύνη, λύπη καὶ στεναγμός. Πᾶν ἁμάρτημα τὸ παρ΄ αὐτοῦ (αὐτῆς) πραχθὲν ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει• σὺ γὰρ μόνος, Κύριε, ἐκτὸς ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ λόγος σου ἀλήθεια.
Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν. ὁ Χορός: Κύριε, ἐλέησον.
Ἱερεύς· Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωὴ καὶ ἡ μακαρία ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου (τῆς κεκοιμημένης δούλης) σου (δεῖνος), Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καί, ἀγαθῷ καὶ ζωοποποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀναγνώστης· Ἀμήν.
Ἦχος πλ. α'
Ἀνάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τὸν δοῦλόν σου (τὴν δούλην σου), καὶ τοῦτον (ταύτην) κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθός, τὰ πλημμελήματα αὐτοῦ (αὐτῆς), τὰ ἑκούσια, καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει φιλάνθρωπε.
Δόξα...
Τὰ ἑκούσια, καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει φιλάνθρωπε.
Καὶ νῦν... Θεοτοκίον.
Ὁ ἐκ Παρθένου ἀνατείλας τῷ κόσμῳ, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.
Εἶτα ὁ ν΄ψαλμός.
Ἀντίφωνον Α´
ὁ α’ χορός
Ἐν τῷ θλίβεσθαί με, εἰσάκουσόν μου τῶν ὀδυνῶν, Κύριε σοὶ κράζω.
ὁ β’ χορός
Τοῖς ἐρημικοῖς, ἄπαυστος ὁ θεῖος πόθος ἐγγίνεται, κόσμου οὖσι τοῦ ματαίου ἐκτός.
ὁ α’ χορός
Δόξα Πατρί... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα, ὥσπερ Πατρί, πρέπει ἅμα καὶ Υἱῷ· διὰ τοῦτο ᾄσωμεν τῇ τριάδι Μονοκρατορίᾳ.
Εἶτα στιχηρὰ Προσόμοια τοῦ Θεοφάνους Ἦχος α'. Πανεύφημοι
Δέσποτα Χριστὲ ἀνάπαυσον τὸν δοῦλόν σου (τὴν δούλην σου)
Σοῦ Σῶτερ δεόμεθα τῆς σῆς, γλυκείας μεθέξεως, τὸν μεταστάντα (τὴν μεταστᾶσαν) ἀνάπαυσον, καὶ κατασκήνωσον, ἐν σκηναῖς Δικαίων, ἐν μοναῖς Ἁγίων σου, ἐν τοῖς ἐπουρανίοις σκηνώμασι, τῇ εὐσπλαγχνίᾳ σου, παρορῶν τὰ παραπτώματα, καὶ παρέχων αὐτοῖς τὴν ἀνάπαυσιν.
Δέσποτα Χριστὲ ἀνάπαυσον τὸν δοῦλόν σου (τὴν δούλην σου)
Οὐδεὶς ἀναμάρτητος οὐδείς, τῶν ἀνθρώπων γέγονεν, εἰ μὴ σὺ μόνε Ἀθάνατε· διὸ τὸν δοῦλόν σου (τὴν δούλην σου), ὡς Θεὸς οἰκτίρμον, ἐν φωτὶ κατάταξον, σὺν ταῖς χοροστασίαις Ἀγγέλων σου, τῇ εὐσπλαγχνίᾳ σου, ὑπερβαίνων ἀνομήματα, καὶ παρέχων αὐτῷ (αὐτῇ) τὴν συγχώρησιν.
Δόξα...
Ὑπὲρ τὰ ὁρώμενα τὰ σά, Σῶτερ ἐπαγγέλματα, ἃ ὀφθαλμὸς οὐ τεθέαται, καὶ οὓς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν, οὐκ ἀνέβη πώποτε, ὧν τῆς προσενεστώσης μεθέξεως, τυχεῖν εὐδόκησον, τὸν πρὸς σὲ μεταχωρήσαντα (τὴν πρὸς σὲ μεταχωρήσασαν), καὶ παράσχου ζωὴν τὴν αἰώνιον.
Καὶ νῦν ... Θεοτοκίον
Χριστὸν ἐκδυσώπησον τὸν σόν, τόκον Μητροπάρθενε, τὴν τῶν πταισμάτων συγχώρησιν, δοῦναι τῷ δούλῳ (τῇ δούλῃ) σου, τῷ (τῇ) σὲ Θεοτόκον, εὐσεβῶς κηρύξαντι (κηρυξάσῃ), καὶ λόγῳ ἀληθεῖ δογματίσαντι (δογματισάσῃ), καὶ τῆς λαμπρότητος, τῶν Ἁγίων καὶ φαιδρότητος ἀξιῶσαι ἐν τῇ Βασιλείᾳ αὐτοῦ.
Μικρὰ Αἴτησις
Ὁ Διάκονος· Ἔτι καὶ ἔτι, ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορὸς: Κύριε, ἐλέησον (γ΄).
῎Ετι δεόμεθα ὑπὲρ μακαρίας μνήμης καὶ αἰωνίου ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου (τῆς κεκοιμημένης δούλης) τοῦ Θεοῦ (δεῖνος) (ἱερέως, μοναχοῦ, μοναχῆς) καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ (αὐτῇ) πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ (αὐτῆς) ἔνθα οἱ δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν καὶ ἄφεσιν τῶν αὐτοῦ (αὐτῆς) ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
Τοῦ Κυρίου δεηθῶμεν.
ὁ Χορός: Κύριε, ἐλέησον.
ὁ ῾Ιερεύς: ῞Οτι Σύ εἶ ἡ ἀνάστασις, ἡ ζωὴ καὶ ἡ μακαρία ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου (τῆς κεκοιμημένης δούλης) σου (δεῖνος), Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἀντίφωνον Β’ ΗΧΟΣ Β΄
Ἐν τῷ οὐρανῷ τὰ ὄμματα, ἐκπέμπω μου τῆς καρδίας, πρὸς σὲ Σωτήρ, σῶσόν με σῇ ἐπιλάμψει.
Ἐλέησον ἡμᾶς τοὺς πταίοντάς σοι πολλὰ καθ' ἑκάστην ὥραν, ὦ Χριστέ μου, καὶ δὸς πρὸ τέλους τρόπους, τοῦ μετανοεῖν σοι.
Δόξα Πατρί... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, τὸ βασιλεύειν πέλει, τὸ ἁγιάζειν, τὸ κινεῖν τὴν κτίσιν· Θεὸς γὰρ ἐστιν, ὁμοούσιος Πατρὶ καὶ Λόγῳ.
Νεκρώσιμα Προσόμοια τοῦ Θεοφάνους, Ἦχος β', Ὅτε ἐκ τοῦ ξύλου σε
Δέσποτα Χριστὲ ἀνάπαυσον τὸν δοῦλόν σου (τὴν δούλην σου)
Ῥύμην, τοῦ θανάτου καὶ φθοράν, σοῦ τῷ ζωηφόρῳ θανάτῳ, καθεῖλες Δέσποτα· πᾶσι δὲ ἐπήγασας ζωὴν αἰώνιον, καὶ νεκροῖς ἐξανάστασιν, θνητοῖς ἐδωρήσω· ὅθεν σου δεόμεθα, Σῶτερ ἀνάπαυσον, πίστει τὸν (τὴν) πρὸς σὲ μεταστάντα (μεταστᾶσαν), καὶ τῆς ἀκηράτου σου δόξης, τοῦτον (ταύτην) καταξίωσον φιλάνθρωπε.
Δέσποτα Χριστὲ ἀνάπαυσον τὸν δοῦλόν σου (τὴν δούλην σου)
Ἵνα, τοὺς ἀνθρώπους κοινωνοὺς θείας Βασιλείας ἐργάσῃ, Σταυρὸν ὑπέμεινας, θάνατον ἑκούσιον καταδεξάμενος· διὰ τοῦτο δεόμεθα, τῇ σῇ εὐσπλαγχνίᾳ, μέτόχον ἀνάδειξον τῆς Βασιλείας σου, πίστει τὸν (τὴν) πρὸς σὲ μεταστάντα (μεταστᾶσαν), καὶ τῆς ἀϊδίου σου δόξης, καὶ μακαριότητος ἀξίωσον.
Δόξα...
Τρόμῳ τῷ φρικτῷ καὶ φοβερῷ, βήματι τῷ σῷ παρεστῶτες, οἱ ἀπ' αἰῶνος νεκροί, ψῆφον ἀναμένουσι, τὴν σὴν δικαίαν Σωτήρ, καὶ τὴν θείαν ἐκδέχονται, δικαιοκρισίαν, τότε φεῖσαι Δέσποτα, Σῶτερ τοῦ δούλου σου (τῆς δούλης σου), πίστει τὸν (τὴν) πρὸς σὲ μεταστάντα (μεταστᾶσαν), καὶ τῆς ἀϊδίου τρυφῆς σου, καὶ μακαριότητος ἀξίωσον.
Καὶ νῦν ... Θεοτοκίον
Εὔας τῆς προμήτορος Ἁγνή, σὺ τὴν ὀφειλὴν συλλαβοῦσα, Θεὸν ἀπῄτησας, τὸν τὴν ἀφθαρσίαν τε, καὶ τὴν ἀνάστασιν, τοῖς πιστοῖς χαριζόμενον, καὶ τῇ ἀθανάτῳ, δόξῃ στεφανώσαντα, τοὺς σὲ δοξάζοντας· ὃν νῦν δυσωποῦσα μὴ παύσῃ, τοῦτον (ταύτην) ἐν φωτὶ κατατάξαι, τῆς αὐτοῦ λαμπρότητος Θεόνυμφε.
Μικρὰ Αἴτησις...
Ἀντίφωνον Γ’. Ἦχος γ'.
Τὴν αἰχμαλωσίαν Σιών, σὺ ἐξείλου ἐκ Βαβυλῶνος κἀμὲ ἐκ τῶν παθῶν, πρός ζωήν ἕλκυσον Λόγε.
Ἐν τῷ νότῳ οἱ σπείροντες δάκρυσιν ἐνθέοις, θεριοῦσι στάχυας, ἐν χαρᾷ ἀειζωΐας.
Δόξα Πατρὶ... Καὶ νῦν... Ἁγίῳ Πνεύματι, πᾶσα ἀγαθοδωρία, ὡς Πατρὶ καὶ Υἱῷ συναστράπτει, ἐν ᾧ τὰ πάντα ζῇ καὶ κινεῖται.
Στιχηρὰ Προσόμοια. Ἦχος γ'. Τῷ τύπῳ τοῦ Σταυροῦ
Δέσποτα Χριστὲ ἀνάπαυσον τὸν δοῦλόν σου (τὴν δούλην σου)
Δοξάζω τὸν Σταυρόν σου τὸν τίμιον, δι' οὗ ζωὴ δεδώρηται, καὶ τρυφῆς ἡ ἀπόλαυσις, τοῖς ἐν πίστει καὶ πόθῳ σε ὑμνοῦσι, μόνε Πολυέλεε. Διὸ βοῶμέν σοι Χριστὲ ὁ Θεός· τὸν μεταστάντα (τὴν μεταστᾶσαν) ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί, δοξάζειν σου τὴν Θεότητα.
Δέσποτα Χριστὲ ἀνάπαυσον τὸν δοῦλόν σου (τὴν δούλην σου)
Ὁ μόνος ἐλεήμων, καὶ εὔσπλαγχνος, ὁ ἔχων ἀκατάληπτον ἀγαθότητος πέλαγος, καὶ γινώσκων τὴν φύσιν τῶν ἀνθρώπων, ἣν ἐδημιούργησας· σὲ ἱκετεύομεν Χριστὲ ὁ Θεός· τὸν μεταστάντα (τὴν μεταστᾶσαν) ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί, δοξάζειν σου τὴν Θεότητα.
Δόξα...
Ὑπνώσας ἐν τῷ τάφῳ ὡς ἄνθρωπος, δυνάμει ἀηττήτῳ σου, ὡς Θεὸς ἐξανέστησας, τοὺς ἐν τάφοις ὑπνοῦντας, ἀσιγήτως ὕμνον σοι προσφέροντας. Διὸ βοῶμέν σοι Χριστὲ ὁ Θεός· τὸν μεταστάντα (τὴν μεταστᾶσαν) ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί, δοξάζειν σου τὴν Θεότητα.
Καὶ νῦν... Θεοτοκίον
Λαμπάδα νοητὴν σε βαστάζουσαν, τὸ φέγγος τῆς Θεότητος, ὁμιλῆσαν παχύτητι τῇ ἀνθρώπων οὐσίᾳ, Θεοτόκε πάντες ἐπιστάμεθα. Διὸ τὸν σὸν δυσώπει Υἱὸν καὶ Θεόν· τὸν μεταστάντα (τὴν μεταστᾶσαν) ἐξ ἡμῶν αὐλίζεσθαι, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία Ἁγνή, δοξάζειν σε τὴν πανάμωμον.
Μικρὰ Αἴτησις...
Ἀντίφωνον Δ΄. Ἦχος δ'.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
Δόξα πατρὶ... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ Τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Στιχηρὰ Προσόμοια. Ἦχος δ' Ἔδωκας σημείωσιν
Δέσποτα Χριστὲ ἀνάπαυσον τὸν δοῦλόν σου (τὴν δούλην σου)
Ὄντως φοβερώτατον, τὸ τοῦ θανάτου μυστήριον! πῶς ψυχὴ ἐκ τοῦ σώματος, βιαίως χωρίζεται, ἐκ τῆς ἁρμονίας, καὶ τῆς συμφυΐας, ὁ φυσικώτατος δεσμός, θείῳ βουλήματι ἀποτέμνεται; Διό σε ἱκετεύομεν· τὸν μεταστάντα (τὴν μεταστᾶσαν) ἀνάπαυσον, ἐν σκηναῖς τῶν Ἁγίων σου, Ζωοδότα φιλάνθρωπε.
Δέσποτα Χριστὲ ἀνάπαυσον τὸν δοῦλόν σου (τὴν δούλην σου)
Ὕπνος ἀναδέδεικται, τῶν πιστευόντων ὁ θάνατος, σοῦ τεθέντος ἐν μνήματι, τοῦ πάντων δεσπόζοντος, καὶ τὸ τοῦ θανάτου, κράτος λελυκότος, καὶ καταργήσαντος αὐτοῦ, τὴν δυναστείαν τὴν πολυχρόνιον. Διό σε ἱκετεύομεν· τὸν μεταστάντα (τὴν μεταστᾶσαν) ἀνάπαυσον, ἐν σκηναῖς τῶν Ἁγίων σου, Ζωοδότα φιλάνθρωπε.
Δόξα...
Σὺ δικαιοσύνη τε, ἁγιασμὸς ἡμῖν γέγονας, καὶ ψυχῶν ἀπολύτρωσις· Πατρὶ γὰρ προσήγαγες, δεδικαιωμένους, καὶ λελυτρωμένους, ἀναδεξάμενος ἡμῶν, τὸ ὀφειλόμενον ἐπιτίμιον· καὶ νῦν ἐκδυσωποῦμέν σε· τὸν μεταστάντα (τὴν μεταστᾶσαν) ἀνάπαυσον, ἐν χαρᾷ καὶ φαιδρότητι, εὐεργέτα Σωτὴρ ἡμῶν.
Καὶ νῦν ... Θεοτοκίον
Ῥήσεσιν ἑπόμενοι, τῶν θεηγόρων πανάμωμε, Θεοτόκον φρονοῦμέν σε· Θεὸν γὰρ ἐγέννησας, σεσωματωμένον, ἀπερινοήτως, τὸν λυτρωσάμενον ἡμᾶς, τοὺς αἰχμαλώτους τοῖς παραπτώμασιν· ὃν καὶ νῦν ἐκδυσώπησον, τὸν μεταστάντα (τὴν μεταστᾶσαν) οἰκέτην σου, ταῖς οἰκείαις ἐλλάμψεσι, καταυγάσαι Πανάχραντε.
Μικρὰ Αἴτησις...
Ἀντίφωνον Ε΄. Ἦχος πλ. α'.
Ἐν τῷ θλίβεσθαί με Δαυϊτικῶς, ᾄδω σοι Σωτήρ μου. Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας.
Τοῖς ἐρημικοῖς ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις.
Δόξα Πατρί... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατά τε σὺν τοῖς ἀοράτοις· αὐτοκρατὲς γὰρ ὂν, τῆς Τριάδος ἓν ἐστιν ἀψεύστως.
Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν
Δέσποτα Χριστὲ ἀνάπαυσον τὸν δοῦλόν σου (τὴν δούλην σου)
Αἴγλῃ τοῦ σοῦ προσώπου Χριστέ, τὸν μεταστάντα (τὴν μεταστᾶσαν) ὡς οἰκτίρμων καταύγασον, σκηνώσας εἰς τόπον χλόης, ἐπὶ ὑδάτων τῆς σῆς, ἀκραιφνοῦς καὶ θείας ἀναπαύσεως, ἐν κόλποις τοῖς ὀρεκτοῖς, Ἀβραὰμ τοῦ προπάτορος· ἔνθα τὸ φῶς σου, καθαρῶς ἐποπτεύεται, καὶ προχέονται, αἱ πηγαὶ τῆς χρηστότητος· ἔνθα περιχορεύουσι, τρανῶς ἀγαλλόμεναι, αἱ τῶν Δικαίων χορεῖαι, περὶ τὴν σὴν ἀγαθότητα· μεθ' ὧν κατατάξας, τὸν (τὴν) οἰκέτην σου παράσχου, τὸ μέγα ἔλεος.
Δέσποτα Χριστὲ ἀνάπαυσον τὸν δοῦλόν σου (τὴν δούλην σου)
Ψάλλειν παναρμονίῳ φωνῇ, δοξολογοῦντα (δοξολογοῦσαν) τὸ σὸν κράτος εὐδόκησον, οἰκτίρμον, τὸν μεταστάντα (τὴν μεταστᾶσαν), ἐκ τῶν προσκαίρων πρὸς σέ, τὸν Δεσπότην πάντων καὶ φιλάνθρωπον· διδοὺς ὡραιότητι, τοῦ σοῦ κάλλους ἐλλάμπεσθαι, καὶ τῆς γλυκείας, καὶ τερπνῆς μετουσίας σου, ἀπολαύειν τε, καὶ τρυφᾷν καθαρώτερον· ἔνθα περὶ τὸν θρόνον σου, χορεύουσιν Ἄγγελοι, καὶ τῶν Ἁγίων οἱ δῆμοι, χαρμονικῶς περιέπουσι· μεθ' ὧν τῷ σῷ δούλῳ (τῇ σῇ δούλῃ), τὴν ἀνάπαυσιν παράσχου, καὶ μέγα ἔλεος.
Δόξα...
Ὅπου τῶν Προφητῶν ὁ χορός, τῶν Ἀποστόλων καὶ Μαρτύρων τὰ τάγματα, καὶ πάντων τῶν ἀπ' αἰῶνος, δικαιωθέντων τῷ σῶ, σωτηρίῳ πάθει καὶ τῷ Αἵματι, δι' οὗ ἐξηγόρασας τὸν αἰχμάλωτον ἄνθρωπον· ἐκεῖ τὸν (τὴν) πίστει, κοιμηθέντα (κοιμηθεῖσαν) ἀνάπαυσον, ὡς φιλάνθρωπος, συγχωρῶν καὶ τὰ πταίσματα· μόνος γὰρ ἀναμάρτητος, ἐν γῇ πεπολίτευσαι, Ἅγιος μόνος καὶ μόνος, ἐν τεθνεῶσιν ἐλεύθερος. Διὸ τῷ σῷ δούλῳ (τῇ σῇ δούλῃ), τὴν ἀνάπαυσιν παράσχου, καὶ μέγα ἔλεος.
Καὶ νῦν ... Θεοτοκίον
Νόμῳ τῆς ἁμαρτίας ἡμᾶς, δεδουλωμένους ἠλευθέρωσας Δέσποινα, ἐν μήτρᾳ τὸν Νομοδότην, καὶ Βασιλέα Χριστόν, συλλαβοῦσα μόνη Μητροπάρθενε· δι' οὗ δικαιούμεθα, δωρεᾷ τε καὶ χάριτι· ὃν νῦν δυσώπει, τὰς ψυχὰς τῶν ὑμνούντων σε, Θεομήτορα, κατατάξαι ἐν βίβλῳ ζωῆς· ὅπως τῇ μεσιτείᾳ σου, σωθέντες πανάμωμε, τῆς τοῦ Υἱοῦ σου εὐκταίας, ἀπολυτρώσεως τύχωμεν, αὐτὸν προσκυνοῦντες, τὸν παρέχοντα τῷ Κόσμῳ, τὸ μέγα ἔλεος.
Μικρὰ Αἴτησις...
Ἀντίφωνον ΣΤ΄. Ἦχος πλ. Β'.
Ἐν τῷ οὐρανῷ τοὺς ὀφθαλμούς μου αἴρω, πρός σε Λόγε· οἴκτειρόν με, ἵνα ζῶ σοι.
Ἐλέησον ἡμᾶς τοὺς ἐξουθενημένους, καταρτίζων εὔχρηστα, σκεύη σου Λόγε.
Δόξα Πατρὶ... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, πανσωστικὴ αἰτία· εἴ τινι τοῦτο κατ᾽ ἀξίαν πνεύσει, τάχει ἐξαίρει τῶν τῆς γῆς, πτεροῖ, αὔξει, τάττει ἄνω.
Στιχηρὰ Προσόμοια. Ἦχος πλ.β΄.
Ὅλην ἀποθέμενοι
Δέσποτα Χριστὲ ἀνάπαυσον τὸν δοῦλόν σου (τὴν δούλην σου)
Ἔχων ἀκατάληπτον, τὴν εἰς ἡμᾶς εὐσπλαγχνίαν, καὶ πηγὴν ἀκένωτον, θεϊκῆς χρηστότητος πολυέλεε, τὸν (τὴν) πρὸς σὲ Δέσποτα, μεταβεβηκότα (μεταβεβηκυῖαν), ἐν γῇ ζώντων κατασκήνωσον, εἰς τὰ σκηνώματα, τὰ ἀγαπητὰ καὶ ποθούμενα, κατάσχεσιν δωρούμενος, τὴν διηνεκῶς διαμένουσαν· σὺ γὰρ ὑπὲρ πάντων, ἐξέχεας τὸ αἷμά σου Χριστέ, καὶ ζωηφόρῳ τιμήματι, Κόσμον ἐξηγόρασας.
Δέσποτα Χριστὲ ἀνάπαυσον τὸν δοῦλόν σου (τὴν δούλην σου)
Νέκρωσιν ὑπέμεινας, ζωοποιὸν ἑκουσίως, καὶ ζωὴν ἐπήγασας, καὶ τρυφὴν ἀΐδιον, πιστοῖς δέδωκας· ἐν ᾗ κατάταξον, τὸν κεκοιμημένον (τὴν κεκοιμημένην), ἐπ' ἐλπίδι ἀναστάσεως, τὰ τούτου (ταύτης) πταίσματα, πάντα συγχωρῶν ἀγαθότητι, ὡς μόνος ἀναμάρτητος, μόνος ἀγαθὸς καὶ φιλάνθρωπος· ἵνα διὰ πάντων, ὑμνῆταί σου τὸ ὄνομα Χριστέ, καὶ σεσωσμένοι δοξάζωμεν, τὴν φιλανθρωπίαν σου.
Δόξα...
Ζώντων κυριεύοντα, θεαρχικῇ ἐξουσίᾳ, καὶ νεκρῶν δεσπόζοντα, σὲ Χριστὲ γινώσκοντες ἱκετεύομεν· τὸν πιστὸν δούλον σου (τὴν πιστὴν δούλην σου), τὸν (τὴν) πρὸς σὲ τὸν μόνον, εὐεργέτην ἐκδημήσαντα (ἐκδημήσασαν), αὐτὸν (αὐτὴν) ἀνάπαυσον, σὺν τοῖς ἐκλεκτοῖς σου φιλάνθρωπε, ἐν τόπῳ ἀναψύξεως, ἐν ταῖς τῶν Ἁγίων λαμπρότησι· θελητὴς ἐλέους· ὑπάρχεις γὰρ καὶ σῴζεις ὡς Θεός, οὓς κατ' εἰκόνα σου ἔπλασας, μόνε Πολυέλεε.
Καὶ νῦν ... Θεοτοκίον, Ὅμοιον
Ὤφθης ἐνδιαίτημα, θεοπρεπὲς Παναγία· Θεὸν γὰρ ἐχώρησας, καὶ Θεὸν ἐγέννησας ἀπειρόγαμε, βροτὸν ὁρώμενον, ἐν δυσὶν οὐσίαις, ἐν μιᾷ τῇ ὑποστάσει δὲ· αὐτόν δυσώπησον, τὸν μονογενῆ καὶ πρωτότοκον, τὸν σὲ Παρθένον ἄμωμον, καὶ μετὰ τὸν τόκον φυλάξαντα· ψυχὴν ἀναπαῦσαι, τοῦ (τῆς) πίστει κοιμηθέντος (κοιμηθείσης) ἐν φωτί, ἐν ἀκηράτῳ φαιδρότητι, καὶ μακαριότητι.
Μικρὰ Αἴτησις...
Ἀντίφωνον Ζ΄. Ἦχος Βαρύς.
Τὴν αἰχμαλωσίαν Σιών, ἐκ πλάνης ἐπιστρέψας, κἀμὲ Σωτὴρ ζώωσον, ἐξαίρων δουλοπαθείας.
Ἐν τῷ νότῳ ὁ σπείρων θλίψεις, νηστείας μετὰ δακρύων, οὗτος χαρᾶς δρέψεται, δράγματα ἀειζωοτροφίας.
Δόξα Πατρὶ... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, πηγὴ τῶν θείων θησαυρισμάτων, ἐξ οὗ σοφία, σύνεσις, φόβος· αὐτῷ αἴνεσις, δόξα, τιμή, καὶ κράτος.
Στιχηρὰ Προσόμοια. Ἦχος Βαρύς.
Καταφρονήσαντες
Δέσποτα Χριστὲ ἀνάπαυσον τὸν δοῦλόν σου (τὴν δούλην σου)
Νενεκρωμένος ὠράθης, ἐπὶ Σταυροῦ μόνε ἀθάνατε, καὶ ἐν τάφῳ ὡς θνητὸς ἐτέθης, νεκρώσεως καὶ φθορᾶς καὶ θανάτου, τοὺς ἀνθρώπους λυτρούμενος· ἀλλ' ὡς πέλαγος εὐσπλαγχνίας ὑπάρχων ἀκένωτον, καὶ πηγὴ ἀγαθότητος, τὴν ψυχὴν τοῦ σοῦ δούλου (τῆς σοῦ δούλης), τοῦ (τῆς) ἐξ ἡμῶν μεταστάντος (μεταστάσης) ἀνάπαυσον.
Δέσποτα Χριστὲ ἀνάπαυσον τὸν δοῦλόν σου (τὴν δούλην σου)
Τῷ ἀκηράτῳ σου κάλλει, καὶ γλυκασμῷ τῆς σῆς ὡραιότητος, ἀκτῖσιν ἐλλάμπεσθαι, τὸν (τὴν) πρὸς σὲ μεταστάντα (μεταστᾶσαν), Ἀγαθὲ καταξίωσον, ἐν ἀΰλῳ φωτοχυσίᾳ τῆς φωτοφανείας σου, σὺν Ἀγγέλοις χορεύοντα (χορεύουσαν) περὶ σὲ τὸν Δεσπότην, καὶ Βασιλέα τῆς δόξης καὶ Κύριον.
Δόξα...
Ὡς ἀδαπάνητον ἔχων, τῶν δωρεῶν τὴν μεγαλοπρέπειαν, ὡς θησαυρὸν ἀνελλιπῆ πλουσίας χρηστότητος, τὸν (τὴν) πρὸς σὲ μεταστάντα (μεταστᾶσαν), ὡς Θεὸς κατασκήνωσον, ἐν τῇ χώρᾳ τῶν ἐκλεκτῶν σου, ἐν τόπῳ ἀνέσεως, ἐν τῷ οἴκῳ τῆς δόξης σου, ἐν τρυφῇ Παραδείσου, ἐν τῷ τῶν Παρθένων νυμφῶνι, ὡς εὔσπλαγχνος.
Καὶ νῦν... Θεοτοκίον
Ὅμοιον
Νόμου τὸ πλήρωμα τίκτεις, τὸν Λυτρωτὴν σάρκα γενόμενον· οὐ γὰρ ἐγένετο τοῖς πρίν, ἐν νόμῳ δικαίωσις· ἀλλ΄ἡμᾶς γὰρ ὁ Χριστός νῦν σταυρωθεὶς ἐδικαίωσεν. Ὡς οὖν ἔχουσα παρρησίαν, ὡς Μήτηρ ἱκέτευε, τὸν Υἱόν σου τὸν εὔσπλαγχνον, τὴν ψυχὴν ἀναπαῦσαι, τοῦ (τῆς) εὐσεβῶς μεταστάντος (μεταστάσης) Πανύμνητε.
Μικρὰ Αἴτησις...
Ἀντίφωνον Η΄. Ἦχος Πλάγ. Δ΄.
Ἐκ νεότητός μου ὁ ἐχθρὸς με πειράζει, ταῖς ἡδοναῖς φλέγει με· ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ Κύριε τροποῦμαι τοῦτον.
Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκσπασθῆναι ὡς χόρτος· συγκόψει γὰρ Χριστός, αὐχένας αὐτῶν, τομῇ βασάνων. Δόξα Πατρί... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, τὸ ζῇν τὰ πάντα, φῶς ἐκ φωτός, Θεὸς μέγας· σὺν Πατρὶ ὑμνοῦμεν αὐτὸ, καὶ τῷ Λόγῳ.
τ Στιχηρὰ Προσόμοια. Ἦχος Πλάγ. Δ΄.
Ὢ τοῦ παραδόξου θαύματος
Δέσποτα Χριστὲ ἀνάπαυσον τὸν δοῦλόν σου (τὴν δούλην σου)
Βασιλικῶς μοι ὑπέγραψας, ἐλευθερίαν βαφαῖς, ἐρυθραῖς τοὺς δακτύλους σου, αἱματώσας Δέσποτα, καὶ φοινίξας σῷ αἵματι· καὶ νῦν ἐν πίστει καθικετεύομεν· τοῖς πρωτοτόκοις σου συναρίθμησον, καὶ τῶν Δικαίων σου, τῆς χαρᾶς ἀξίωσον ἐπιτυχεῖν, τὸν μεταφοιτήσαντα (τὴν μεταφοιτήσασαν), πρὸς σὲ τὸν εὔσπλαγχνον.
Δέσποτα Χριστὲ ἀνάπαυσον τὸν δοῦλόν σου (τὴν δούλην σου)
Ἱεραρχήσας ὡς ἄνθρωπος, σφαγιασθεὶς σεαυτόν, προσφορὰν προσενήνοχας, τῷ Πατρὶ τὸν ἄνθρωπον, τῆς φθορᾶς ἐξαιρούμενος, τὸν μεταστάντα (τὴν μεταστᾶσαν) οὖν ὡς φιλάνθρωπος, ἐν τῇ τῶν ζώντων χώρᾳ κατάταξον, ἔνθα οἱ χείμαρροι, τῆς τρυφῆς προχέονται, ἔνθα πηγαί, τῆς ἀϊδιότητος, ἀναβλυστάνουσιν.
Δόξα... Ὅμοιον
Βάθει σοφίας ἀρρήτου σου, ὁροθετεῖς τὴν ζωήν, καὶ προβλέπεις τὸν θάνατον, καὶ πρὸς βίον ἕτερον, μετοικίζεις τὸν ἄνθρωπον· ὃν (ἣν) προσελάβου τοίνυν κατάταξον, ἐπὶ ὑδάτων τῆς ἀναπαύσεως, ἐν τῇ λαμπρότητι, τῶν Ἁγίων Κύριε, ἔνθα φωνή, τῆς ἀγαλλιάσεως, καὶ τῆς αἰνέσεως.
Καὶ νῦν... Θεοτοκίον
Ὡς συλλαβοῦσα τὸν ἄναρχον, Λόγον Θεοῦ καὶ Θεόν, μητρικῇ παρρησίᾳ σου, ἐκτενῶς ἱκέτευε, κατατάξαι τοὺς δούλους σου, ἔνθα χορεία ἡ ἀκατάλυτος, εὐφραινομένων, καὶ εὐφημούντων σε, ἔνθα λαμπρότητες, αἱ διαιωνίζουσαι, καὶ ὁ γλυκύς, ἦχος ἑορτάζοντος, Θεογεννήτρια.
Μικρὰ Αἴτησις...
Εἶτα ὁ Α΄χορὸς ψάλλει τὸ Κοντάκιον Ἦχος πλ. δ'
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστε, τὴν ψυχὴν τοῦ δούλου (τῆς δούλης) σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
Ὁ Οἶκος ἀναγινώσκεται χῦμα.
Αὐτὸς μόνος ὑπάρχεις ἀθάνατος, ὁ ποιήσας καὶ πλάσας τὸν ἄνθρωπον∙ οἱ βροτοὶ οὖν ἐκ γῆς διεπλάσθημεν, καὶ εἰς γῆν τὴν αὐτὴν πορευσόμεθα, καθὼς ἐκέλευσας ὁ πλάσας με καὶ εἰπών μοι∙ ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύση∙ ὅπου πάντες βροτοὶ πορευσόμεθα, ἐπιτάφιον θρῆνον ποιοῦντες ὠδήν, το· Ἀλληλούϊα.
Θεοτοκίον
Παναγία Παρθένε Θεόνυμφε ἡ τεκοῦσα τὸ φῶς τὸ ἀπρόσιτον, δυσωπῶ, ἱκετεύω, καὶ δέομαι, δυσωποῦσα μὴ παύσῃ πρὸς Κύριον, ὑπὲρ τοῦ δούλου σου (τῆς δούλης σου) Δέσποινα, ὅπως εὕρῃ ἐκεῖ ἄφεσιν πταισμάτων, ἐν ἡμέρᾳ τῆς κρίσεως Ἄχραντε· δύνασαι γὰρ ὡς μήτηρ, ἱκετεύειν τὸν σὸν Υἱὸν καὶ Θεὸν ἡμῶν, ὅπως ψάλλωμεν· Ἀλληλούϊα.
Εἶτα ὁ Β΄χορὸς ψάλλει τὸ Κοντάκιον ὁμοίως.Ἦχος πλ. δ'
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστε, τὴν ψυχὴν τοῦ δούλου (τῆς δούλης) σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
ΟΙ ΜΑΚΑΡΙΣΜΟΙ, Ἦχος β΄.
Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ Πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
Μνήσθητι εὔσπλαγχνε καὶ ἡμῶν, καθὼς ἐμνημόνευσας τοῦ Λῃστοῦ, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
ομῇ