Ritoók Zsigmond, Πηγές...

Zambelis Spyros

Παλαιό Μέλος
Plotinus, I 6, 1-3

I,6 Περὶ τοῦ καλοῦ (1)

Τὸ καλὸν ἔστι μὲν ἐν ὄψει πλεῖστον,, ἔστι δ' ἐν ἀκοαῖς κατά τε λόγων συνθέσεις, ἔστι δὲ καὶ ἐν
μουσικῇ καὶ ἁπάσῃ· καὶ γὰρ μέλη καὶ ῥυθμοί εἰσι καλοί· ἔστι δὲ καὶ προιοῦσι πρὸς τὸ ἄνω ἀπὸ τῆς
αἰσθήσεως καὶ ἐπιτηδεύματα καλὰ καὶ πράξεις καὶ ἕξεις καὶ ἐπιστῆμαί τε καὶ τὸ τῶν ἀρετῶν κάλλος.
Εἰ δέ τι καὶ πρὸ τούτων, αὐτὸ δείξει. Τί οὖν δὴ τὸ πεποιηκὸς καὶ τὰ σώματα καλὰ φαντάζεσθαι καὶ
τὴν ἀκοὴν ἐπινεύειν ταῖς φωναῖς, ὡς καλαί; Καὶ ὅσα ἐφεξῆς ψυχῆς ἔχεται, πῶς ποτε πάντα καλά;
Καὶ ἆρά γε ἑνὶ καὶ τῷ αὐτῷ καλῷ τὰ πάντα, ἢ ἄλλο μὲν ἐν σώματι τὸ κάλλος, ἄλλο δὲ ἐν ἄλλῳ; Καὶ
τίνα ποτὲ ταῦτα ἢ τοῦτο; Τὰ μὲν γὰρ οὐ παρ' αὐτῶν τῶν ὑποκειμένων καλά, οἷον τὰ σώματα, ἀλλὰ
μεθέξει, τὰ δὲ κάλλη αὐτά, ὥσπερ ἀρετῆς ἡ φύσις. Σώματα μὲν γὰρ τὰ αὐτὰ ὁτὲ μὲν καλά, ὁτὲ δὲ οὐ
καλὰ φαίνεται, ὡς ἄλλου ὄντος τοῦ σώματα εἶναι, ἄλλου δὲ τοῦ καλά. Τί οὖν ἐστι τοῦτο τὸ παρὸν
τοῖς σώμασι; Πρῶτον γὰρ περὶ τούτου σκεπτέον. Τί οὖν ἐστιν, ὃ κινεῖ τὰς ὄψεις τῶν θεωμένων καὶ
ἐπιστρέφει πρὸς αὑτὸ καὶ ἕλκει καὶ εὐφραίνεσθαι τῇ θέᾳ ποιεῖ; Τοῦτο γὰρ εὑρόντες τάχ' ἂν
<ἐπιβάθρᾳ αὐτῷ χρώμενοι> καὶ τὰ ἄλλα θεασαίμεθα. Λέγεται μὲν δὴ παρὰ πάντων, ὡς εἰπεῖν, ὡς
συμμετρία τῶνμερῶν πρὸς ἄλληλα καὶ πρὸς τὸ ὅλον τό τε τῆς εὐχροίας προστεθὲν τὸ πρὸς τὴν ὄψιν
κάλλος ποιεῖ καὶ ἔστιν αὐτοῖς καὶ ὅλως τοῖς ἄλλοις πᾶσι τὸ καλοῖς εἶναι τὸ συμμέτροις καὶ μεμετρη-
μένοις ὑπάρχειν· οἷς ἁπλοῦν οὐδέν, μόνον δὲ τὸ σύνθετον ἐξ ἀνάγκης καλὸν ὑπάρξει· τό τε ὅλον
ἔσται καλὸν αὐτοῖς, τὰ δὲ μέρη ἕκαστα οὐχ ἕξει παρ' ἑαυτῶν τὸ καλὰ εἶναι, πρὸς δὲ τὸ ὅλον
συντελοῦντα, ἵνα καλὸν ᾖ· καίτοι δεῖ, εἴπερ ὅλον, καὶ τὰ μέρη καλὰ εἶναι· οὐ γὰρ δὴ ἐξ αἰσχρῶν,
ἀλλὰ πάντα κατειληφέναι τὸ κάλλος. Τά τε χρώματα αὐτοῖς τὰ καλά, οἷον καὶ τὸ τοῦ ἡλίου φῶς,
ἁπλᾶ ὄντα, οὐκ ἐκ συμμετρίας ἔχοντα τὸ κάλλος ἔξω ἔσται τοῦ καλὰ εἶναι. Χρυσός τε δὴ πῶς καλόν;
Καὶ νυκτὸς ἡ ἀστραπὴ ἢ ἄστρα ὁρᾶσθαι τῷ καλά; Ἐπί τε τῶν φωνῶν ὡσαύτως τὸ ἁπλοῦν οἰχήσεται,
καίτοι ἑκάστου φθόγγου πολλαχῇ τῶν ἐν τῷ ὅλῳ καλῷ καλοῦ καὶ αὐτοῦ ὄντος. Ὅταν δὲ δὴ καὶ τῆς
αὐτῆς συμμετρίας μενούσης ὁτὲ μὲν καλὸν τὸ αὐτὸ πρόσωπον, ὁτὲ δὲμὴ φαίνηται, πῶς οὐκ ἄλλο δεῖ
ἐπὶ τῷ συμμέτρῳ λέγειν τὸ καλὸν εἶναι, καὶ τὸ σύμμετρον καλὸν εἶναι δι' ἄλλο; Εἰ δὲ δὴ
μεταβαίνοντες καὶ ἐπὶ τὰ ἐπιτηδεύματα καὶ τοὺς λόγους τοὺς καλοὺς τὸ σύμμετρον καὶ ἐπ' αὐτῶν
αἰτιῷντο, τίς ἂν λέγοιτο ἐν ἐπιτηδεύμασι συμμετρία καλοῖς ἢ νόμοις ἢμαθήμασιν ἢ ἐπιστήμαις;
Θεωρήματα γὰρ σύμμετρα πρὸς ἄλληλα πῶς ἂν εἴη; Εἰ δ' ὅτι σύμφωνά ἐστι, καὶ κακῶν ἔσται
ὁμολογία τε καὶ συμφωνία. Τῷ γὰρ τὴν <σωφροσύνην ἠλιθιότητα> εἶναι τὸ <τὴν δικαιοσύνην
γενναίαν> εἶναι <εὐήθειαν> σύμφωνον καὶ συνῳδὸν καὶ ὁμολογεῖ πρὸς ἄλληλα. Κάλλος μὲν οὖν
ψυχῆς ἀρετὴ πᾶσα καὶ κάλλος ἀληθινώτερον ἢ τὰ πρόσθεν· ἀλλὰ πῶς σύμμετρα; Οὔτε γὰρ ὡς
μεγέθη οὔτε ὡς ἀριθμὸς σύμμετρα· καὶ πλειόνωνμερῶν τῆς ψυχῆς ὄντων, ἐν ποίῳ γὰρ λόγῳ ἡ
σύνθεσις ἢ ἡ κρᾶσις τῶν μερῶν ἢ τῶν θεωρημάτων; Τὸ δὲ τοῦ νοῦ κάλλος μονουμένου τί ἂν εἴη;
Πάλιν οὖν ἀναλαβόντες λέγωμεν τί δῆτά ἐστι τὸ ἐν τοῖς σώμασι καλὸν πρῶτον. Ἔστι μὲν γάρ τι καὶ
βολῇ τῇ πρώτῃ αἰσθητὸν γινόμενον καὶ ἡ ψυχὴ ὥσπερ συνεῖσα λέγει καὶ ἐπιγνοῦσα ἀποδέχεται καὶ
οἷον συναρμόττεται. Πρὸς δὲ τὸ αἰσχρὸν προσβαλοῦσα <ἀνίλλεται> καὶ ἀρνεῖται καὶ ἀνανεύει ἀπ'
αὐτοῦ οὐ συμφωνοῦσα καὶ ἀλλοτριουμένη. Φαμὲν δή, ὡς τὴν φύσιν οὖσα ὅπερ ἐστὶ καὶ πρὸς τῆς
κρείττονος ἐν τοῖς οὖσιν οὐσίας, ὅ τι ἂν ἴδῃ συγγενὲς ἢ ἴχνος τοῦ συγγενοῦς, χαίρει τε καὶ διεπτόηται
καὶ ἀναφέρει πρὸς ἑαυτὴν καὶ ἀναμιμνήσκεται ἑαυτῆς καὶ τῶν ἑαυτῆς. Τίς οὖν ὁμοιότης τοῖς τῇδε
πρὸς τὰ ἐκεῖ καλά; καὶ γάρ, εἰ ὁμοιότης, ὅμοια μὲν ἔστω· πῶς δὲ καλὰ κἀκεῖνα καὶ ταῦτα; Μετοχῇ
εἴδους φαμὲν ταῦτα. Πᾶν μὲν γὰρ τὸ ἄμορφον πεφυκὸς μορφὴν καὶ εἶδος δέχεσθαι ἄμοιρον ὂν
λόγου καὶ εἴδους αἰσχρὸν καὶ ἔξω θείου λόγου· καὶ τὸ πάντη αἰσχρὸν τοῦτο. Αἰσχρὸν δὲ καὶ τὸ μὴ
κρατηθὲν ὑπὸ μορφῆς καὶ λόγου οὐκ ἀνασχομένης τῆς ὕλης τὸ πάντη κατὰ τὸ εἶδος μορφοῦσθαι.
Προσιὸν οὖν τὸ εἶδος τὸ μὲν ἐκ πολλῶν ἐσόμενον μερῶν ἓν συνθέσει συνέταξέ τε καὶ εἰς μίαν
συντέλειαν ἤγαγε καὶ ἓν τῇ ὁμολογίᾳ πεποίηκεν, ἐπείπερ ἓν ἦν αὐτὸ ἕν τε ἔδει τὸ μορφούμενον εἶναι
ὡς δυνατὸν αὐτῷ ἐκ πολλῶν ὄντι. Ἵδρυται οὖν ἐπ' αὐτοῦ τὸ κάλλος ἤδη εἰς ἓν συναχθέντος καὶ τοῖς
μέρεσι διδὸν ἑαυτὸ καὶ τοῖς ὅλοις. Ὅταν δὲ ἕν τι καὶ ὁμοιομερὲς καταλάβῃ, εἰς ὅλον δίδωσι τὸ αὐτό·
οἷον ὁτὲ μὲν πάσῃ οἰκίᾳ μετὰ τῶν μερῶν, ὁτὲ δὲ ἑνὶ λίθῳ διδοίη τις φύσις τὸ κάλλος, τῇ δὲ ἡ τέχνη.
Οὕτω μὲν δὴ τὸ καλὸν σῶμα γίγνεται λόγου ἀπὸ θείων ἐλθόντος κοινωνίᾳ. Γινώσκει δὲ αὐτὸ ἡ ἐπ'
αὐτῷ δύναμις τεταγμένη, ἧς οὐδὲν κυριώτερον εἰς κρίσιν τῶν ἑαυτῆς, ὅταν καὶ ἡ ἄλλη συνεπικρίνῃ
ψυχή, τάχα δὲ καὶ αὕτη λέγῃ συναρμόττουσα τῷ παρ' αὐτῇ εἴδει κἀκείνῳ πρὸς τὴν κρίσιν χρωμένη
ὥσπερ κανόνι τοῦ εὐθέος. Πῶς δὲ συμφωνεῖ τὸ περὶ σῶμα τῷ πρὸ σώματος; Πῶς δὲ τὴν ἔξω οἰκίαν
τῷ ἔνδον οἰκίας εἴδει ὁ οἰκοδομικὸς συναρμόσας καλὴν εἶναι λέγει; Ἢ ὅτι ἐστὶ τὸ ἔξω, εἰ χωρίσειας
τοὺς λίθους, τὸ ἔνδον εἶδος μερισθὲν τῷ ἔξω ὕλης ὄγκῳ, ἀμερὲς ὂν ἐν πολλοῖς φανταζόμενον. Ὅταν
οὖν καὶ ἡ αἴσθησις τὸ ἐν σώμασιν εἶδος ἴδῃ συνδησάμενον καὶ κρατῆσαν τῆς φύσεως τῆς ἐναντίας
ἀμόρφου οὔσης καὶ μορφὴν ἐπὶ ἄλλαις μορφαῖς ἐκπρεπῶς ἐποχουμένην, συνελοῦσα ἀθρόον αὐτὸ τὸ
πολλαχῇ ἀνήνεγκέ τε καὶ εἰσήγαγεν εἰς τὸ εἴσω ἀμερὲς ἤδη καὶ ἔδωκε τῷ ἔνδον σύμφωνον καὶ
συναρμόττον καὶ φίλον· οἷα ἀνδρὶ ἀγαθῷ προσηνὲς ἐπιφαινόμενον ἀρετῆς ἴχνος ἐν νέῳ συμφωνοῦν
τῷ ἀληθεῖ τῷ ἔνδον. Τὸ δὲ τῆς χρόας κάλλος ἁπλοῦν μορφῇ καὶ κρατήσει τοῦ ἐν ὕλῃ σκοτεινοῦ
παρουσίᾳ φωτὸς ἀσωμάτου καὶ λόγου καὶ εἴδους ὄντος. Ὅθεν καὶ τὸ πῦρ αὐτὸ παρὰ τὰ ἄλλα
σώματα καλόν, ὅτι τάξιν εἴδους πρὸς τὰ ἄλλα στοιχεῖα ἔχει, ἄνω μὲν τῇ θέσει, λεπτότατον δὲ τῶν
ἄλλων σωμάτων, ὡς ἐγγὺς ὂν τοῦ ἀσωμάτου, μόνον δὲ αὐτὸ οὐκ εἰσδεχόμενον τὰ ἄλλα· τὰ δ' ἄλλα
δέχεται αὐτό. Θερμαίνεται γὰρ ἐκεῖνα, οὐ ψύχεται δὲ τοῦτο, κέχρωσταί τε πρώτως, τὰ δ' ἄλλα παρὰ
τούτου τὸ εἶδος τῆς χρόας λαμβάνει. Λάμπει οὖν καὶ στίλβει, ὡς ἂν εἶδος ὄν. Τὸ δὲ μὴ κρατοῦν
ἐξίτηλον τῷ φωτὶ γινόμενον οὐκέτι καλόν, ὡς ἂν τοῦ εἴδους τῆς χρόας οὐ μετέχον ὅλου. Αἱ δὲ
ἁρμονίαι αἱ ἐν ταῖς φωναῖς αἱ ἀφανεῖς τὰς φανερὰς ποιήσασαι καὶ ταύτῃ τὴν ψυχὴν σύνεσιν καλοῦ
λαβεῖν ἐποίησαν, ἐν ἄλλῳ τὸ αὐτὸ δείξασαι. Παρακολουθεῖ δὲ ταῖς αἰσθηταῖς μετρεῖσθαι ἀριθμοῖς ἐν
λόγῳ οὐ παντί, ἀλλ' ὃς ἂν ᾖ δουλεύων εἰς ποίησιν εἴδους εἰς τὸ κρατεῖν. Καὶ περὶ μὲν τῶν ἐν αἰσθήσει
καλῶν, ἃ δὴ εἴδωλα καὶ σκιαὶ οἷον ἐκδραμοῦσαι εἰς ὕλην ἐλθοῦσαι ἐκόσμησάν τε καὶ διεπτόησαν
φανεῖσαι, τοσαῦτα. Περὶ δὲ τῶν προσωτέρω καλῶν, ἃ οὐκέτι αἴσθησις ὁρᾶν εἴληχε, ψυχὴ δὲ ἄνευ
ὀργάνων ὁρᾷ καὶ λέγει, ἀναβαίνοντας δεῖ θεάσασθαι καταλιπόντας τὴν αἴσθησιν κάτω περιμένειν.
Ὥσπερ δὲ ἐπὶ τῶν τῆς αἰσθήσεως καλῶν οὐκ ἦν περὶ αὐτῶν λέγειν τοῖς μήτε ἑωρακόσι μήθ' ὡς καλῶν
ἀντειλημμένοις, οἷον εἴ τινες ἐξ ἀρχῆς τυφλοὶ γεγονότες, τὸν αὐτὸν τρόπον οὐδὲ περὶ κάλλους
ἐπιτηδευμάτων μὴ τοῖς ἀποδεξαμένοις τὸ τῶν ἐπιτηδευμάτων καὶ ἐπιστημῶν καὶ τῶν ἄλλων τῶν
τοιούτων κάλλος, οὐδὲ περὶ ἀρετῆς <φέγγους> τοῖς μηδὲ φαντασθεῖσιν ὡς καλὸν τὸ
τῆς<δικαιοσύνης> καὶ σωφροσύνης <πρόσωπον>, καὶ <οὔτε ἕσπερος οὔτε ἑῷος οὕτω> καλά. Ἀλλὰ
δεῖ ἰδόντας μὲν εἶναι ᾧ ψυχὴ τὰ τοιαῦτα βλέπει, ἰδόντας δὲ ἡσθῆναι καὶ ἔκπληξιν λαβεῖν καὶ
πτοηθῆναι πολλῷ μᾶλλον ἢ ἐν τοῖς πρόσθεν, ἅτε ἀληθινῶν ἤδη ἐφαπτομένους. Ταῦτα γὰρ δεῖ τὰ
πάθη γενέσθαι περὶ τὸ ὅ τι ἂν ᾖ καλόν, θάμβος καὶ ἔκπληξιν ἡδεῖαν καὶ πόθον καὶ ἔρωτα καὶ πτόησιν
μεθ' ἡδονῆς. Ἔστι δὲ ταῦτα παθεῖν καὶ πάσχουσιν αἱ ψυχαὶ καὶ περὶ τὰ μὴ ὁρώμενα πᾶσαι μέν, ὡς
εἰπεῖν, μᾶλλον μέντοι αἱ τούτων ἐρωτικώτεραι, ὥσπερ καὶ ἐπὶ τῶν σωμάτων πάντες μὲν ὁρῶσι,
κεντοῦνται δ' οὐκ ἴσα, ἀλλ' εἰσὶν οἳ μάλιστα, οἳ καὶ λέγονται ἐρᾶν. Τῶν δὴ καὶ περὶ τὰ ἐν οὐκ
αἰσθήσει ἐρωτικῶν ἀναπυνθάνεσθαι δεῖ· τί πάσχετε περὶ τὰ λεγόμενα ἐπιτηδεύματα καλὰ καὶ
τρόπους καλοὺς καὶ ἤθη σώφρονα καὶ ὅλως ἔργα ἀρετῆς καὶ διαθέσεις καὶ τὸ τῶν ψυχῶν κάλλος;
Καὶ ἑαυτοὺς δὲ ἰδόντες τὰ ἔνδον καλοὺς τί πάσχετε; Καὶ πῶς ἀναβακχεύεσθε καὶ ἀνακινεῖσθε καὶ
ἑαυτοῖς συνεῖναι ποθεῖτε συλλεξάμενοι αὑτοὺς ἀπὸ τῶν σωμάτων; Πάσχουσι μὲν γὰρ ταῦτα οἱ ὄντως
ἐρωτικοί. Τί δέ ἐστι, περὶ ὃ ταῦτα πάσχουσιν; Οὐ σχῆμα, οὐ χρῶμα, οὐ μέγεθός τι, ἀλλὰ περὶ ψυχήν,
<ἀχρώματον> μὲν αὐτήν, ἀχρώματον δὲ καὶ τὴν σωφροσύνην ἔχουσαν καὶ τὸ ἄλλο τῶν ἀρετῶν
<φέγγος>, ὅταν ἢ ἐν αὐτοῖς ἴδητε, ἢ καὶ ἐν ἄλλῳ θεάσησθε μέγεθος ψυχῆς καὶ ἦθος δίκαιον καὶ
σωφροσύνην καθαρὰν καὶ ἀνδρίαν βλοσυρὸν ἔχουσαν πρόσωπον καὶ σεμνότητα καὶ αἰδῶ
ἐπιθέουσαν ἐν ἀτρεμεῖ καὶ ἀκύμονι καὶ ἀπαθεῖ διαθέσει, ἐπὶ πᾶσι δὲ τούτοις τὸν θεοειδῆ νοῦν
ἐπιλάμποντα. Ταῦτα οὖν ἀγάμενοι καὶ φιλοῦντες πῶς αὐτὰ λέγομεν καλά; Ἔστι μὲν γὰρ καὶ
φαίνεται καὶ οὐ μήποτε ὁ ἰδὼν ἄλλο τι φῇ ἢ τὰ ὄντως ὄντα ταῦτα εἶναι. Τί ὄντα ὄντως; Ἢ καλά.
Ἀλλ' ἔτι ποθεῖ ὁ λόγος, τί ὄντα πεποίηκε τὴν ψυχὴν εἶναι ἐράσμιον· τί τὸ ἐπὶ πάσαις ἀρεταῖς
διαπρέπον οἷον φῶς; Βούλει δὴ καὶ τὰἐναντία λαβών, τὰ περὶ ψυχὴν αἰσχρὰ γινόμενα,
ἀντιπαραθεῖναι; Τάχα γὰρ ἂν συμβάλλοιτο πρὸς ὃ ζητοῦμεν τὸ αἰσχρὸν ὅ τί ποτέ ἐστι καὶ διότι
φανέν. Ἔστω δὴ ψυχὴ αἰσχρά, ἀκόλαστός τε καὶ ἄδικος, πλείστων μὲν ἐπιθυμιῶν γέμουσα, πλείστης
δὲ ταραχῆς, ἐν φόβοις διὰ δειλίαν, ἐν φθόνοις διὰ μικροπρέπειαν, πάντα φρονοῦσα ἃ δὴ καὶ φρονεῖ
θνητὰ καὶ ταπεινά, σκολιὰ πανταχοῦ, ἡδονῶν οὐ καθαρῶν φίλη, ζῶσα ζωὴν τοῦ ὅ τι ἂν πάθῃ διὰ
σώματος ὡς ἡδὺ λαβοῦσα αἶσχος. Αὐτὸ τοῦτο τὸ αἶσχος αὐτῇ ἆρα οὐ προσγεγονέναι οἷον ἐπακτὸν
καλὸν φήσομεν, ὃ ἐλωβήσατομὲν αὐτῇ, πεποίηκε δὲ αὐτὴν ἀκάθαρτον καὶ πολλῷ τῷ κακῷ
<συμπεφυρμένην>, οὐδὲ ζωὴν ἔτι ἔχουσαν οὐδὲ αἴσθησιν καθαράν, ἀλλὰ τῷ μίγματι τοῦ κακοῦ
ἀμυδρᾷ τῇ ζωῇ κεχρημένην καὶ πολλῷ τῷ θανάτῳ κεκραμένην, οὐκέτι μὲν ὁρῶσαν ἃ δεῖ ψυχὴν ὁρᾶν,
οὐκέτι δὲ ἐωμένην ἐν αὐτῇ μένειν τῷ ἕλκεσθαι ἀεὶ πρὸς τὸ ἔξω καὶ τὸ κάτω καὶ τὸ σκοτεινόν;
Ἀκάθαρτος δή, οἶμαι, οὖσα καὶ φερομένη πανταχοῦ ὁλκαῖς πρὸς τὰ τῇ αἰσθήσει προσπίπτοντα,
πολὺ τὸ τοῦ σώματος ἔχουσα ἐγκεκραμένον, τῷ ὑλικῷ πολλῷ συνοῦσα καὶ εἰς αὐτὴν εἰσδεξαμένη
εἶδος ἕτερον ἠλλάξατο κράσει τῇ πρὸς τὸ χεῖρον· οἷον εἴ τις δὺς εἰς πηλὸν ἢ βόρβορον τὸ μὲν ὅπερ
εἶχε κάλλος μηκέτι προφαίνοι, τοῦτο δὲ ὁρῷτο, ὃ παρὰ τοῦ πηλοῦ ἢ βορβόρου ἀπεμάξατο· ᾧ δὴ τὸ
αἰσχρὸν προσθήκῃ τοῦ ἀλλοτρίου προσῆλθε καὶ ἔργον αὐτῷ, εἴπερ ἔσται πάλιν καλός, ἀπονιψαμένῳ
καὶ καθηραμένῳ ὅπερ ἦν εἶναι. Αἰσχρὰν δὴ ψυχὴν λέγοντες μίξει καὶ κράσει καὶ νεύσει τῇ πρὸς τὸ
σῶμα καὶ ὕλην ὀρθῶς ἂν λέγοιμεν. Καὶ ἔστι τοῦτο αἶσχος ψυχῇ μὴ καθαρᾷμηδὲ εἰλικρινεῖ εἶναι
ὥσπερ χρυσῷ, ἀναπεπλῆσθαι δὲ τοῦ γεώδους, ὃ εἴ τις ἀφέλοι, καταλέλειπται χρυσὸς καὶ ἔστι καλός,
μονούμενος μὲν τῶν ἄλλων, αὑτῷ δὲ συνὼν μόνῳ. Τὸν αὐτὸν δὴ τρόπον καὶ ψυχή, μονωθεῖσα μὲν
ἐπιθυμιῶν, ἃς διὰ τὸ σῶμα ἔχει, ᾧ ἄγαν προσωμίλει, ἀπαλλαγεῖσα δὲ τῶν ἄλλων παθῶν καὶ
καθαρθεῖσα ἃ ἔχει σωματωθεῖσα, μείνασα μόνη τὸ αἰσχρὸν τὸ παρὰ τῆς ἑτέρας φύσεως ἅπαν
ἀπεθήκατο. Ἔστι γὰρ δή, ὡς ὁ παλαιὸς λόγος, καὶ <ἡ σωφροσύνη καὶ ἡ ἀνδρία> καὶ πᾶσα ἀρετὴ
<κάθαρσις καὶ ἡ φρόνησις αὐτή>. Διὸ καὶ αἱ<τελεταὶ> ὀρθῶς <αἰνίττονται> τὸν μὴ κεκαθαρμένον
καὶ <εἰς Ἅιδου κείσεσθαι ἐν βορ βόρῳ>,ὅτι τὸ μὴ καθαρὸν βορβόρῳ διὰ κάκην φίλον· οἷα δὴ καὶ
<ὕες>, οὐ καθαραὶ τὸ σῶμα,<χαίρουσι> τῷ τοιούτῳ. Τί γὰρ ἂν καὶ εἴη σωφροσύνη ἀληθὴς ἢ τὸ μὴ
προσομιλεῖν ἡδοναῖς τοῦ σώματος, φεύγειν δὲ ὡς οὐ καθαρὰς οὐδὲ καθαροῦ; Ἡ δὲ ἀνδρία ἀφοβία
θανάτου. Ὁ δέ ἐστιν ὁ θάνατος χωρὶς εἶναι τὴν ψυχὴν τοῦ σώματος. Οὐ φοβεῖται δὲ τοῦτο, ὃς
ἀγαπᾷ μόνος γενέσθαι. Μεγαλοψυχία δὲ δὴ ὑπεροψία τῶν τῇδε. Ἡ δὲ φρόνησις νόησις ἐν
ἀποστροφῇ τῶν κάτω, πρὸς δὲ τὰ ἄνω τὴν ψυχὴν ἄγουσα. Γίνεται οὖν ἡ ψυχὴ καθαρθεῖσα εἶδος καὶ
λόγος καὶ πάντη ἀσώματος καὶ νοερὰ καὶ ὅλη τοῦ θείου, ὅθεν ἡ πηγὴ τοῦ καλοῦ καὶ τὰ συγγενῆ
πάντα τοιαῦτα. Ψυχὴ οὖν ἀναχθεῖσα πρὸς νοῦν ἐπὶ τὸ μᾶλλόν ἐστι καλόν. Νοῦς δὲ καὶ τὰ παρὰ νοῦ
τὸ κάλλος αὐτῇ οἰκεῖον καὶ οὐκ ἀλλότριον, ὅτι τότε ἐστὶν ὄντως μόνον ψυχή. Διὸ καὶ λέγεται ὀρθῶς
τὸ ἀγαθὸν καὶ καλὸν τὴν ψυχὴν γίνεσθαι ὁμοιωθῆναι εἶναι θεῷ, ὅτι ἐκεῖθεν τὸ καλὸν καὶ ἡ μοῖρα ἡ
ἑτέρα τῶν ὄντων. Μᾶλλον δὲ τὰ ὄντα ἡ καλλονή ἐστιν, ἡ δ' ἑτέρα φύσις τὸ αἰσχρόν, τὸ δ' αὐτὸ καὶ
πρῶτον κακόν, ὥστε κἀκείνῳ ταὐτὸν ἀγαθόν τε καὶ καλόν, ἢ τἀγαθόν τε καὶ καλλονή. Ὁμοίως οὖν
ζητητέον καλόν τε καὶ ἀγαθὸν καὶ αἰσχρόν τε καὶ κακόν. Καὶ τὸ πρῶτον θετέον τὴν καλλονήν, ὅπερ
καὶ τἀγαθόν· ἀφ' οὗ νοῦς εὐθὺς τὸ καλόν· ψυχὴ δὲ νῷ καλόν· τὰ δὲ ἄλλα ἤδη παρὰ ψυχῆς
μορφούσης καλά, τά τε ἐν ταῖς πράξεσι τά τε ἐν τοῖς ἐπιτηδεύμασι. Καὶ δὴ καὶ τὰ σώματα, ὅσα οὕτω
λέγεται, ψυχὴ ἤδη ποιεῖ· ἅτε γὰρ θεῖον οὖσα καὶ οἷον μοῖρα τοῦ καλοῦ, ὧν ἂν ἐφάψηται καὶ κρατῇ,
καλὰ ταῦτα, ὡς δυνατὸν αὐτοῖς μεταλαβεῖν, ποιεῖ. Ἀναβατέον οὖν πάλιν ἐπὶ τὸ ἀγαθόν, οὗ ὀρέγεται
πᾶσα ψυχή. Εἴ τις οὖν εἶδεν αὐτό, οἶδεν ὃ λέγω, ὅπως καλόν. Ἐφετὸν μὲν γὰρ ὡς ἀγαθὸν καὶ ἡ
ἔφεσις πρὸς τοῦτο, τεῦξις δὲ αὐτοῦ ἀναβαίνουσι πρὸς τὸ ἄνω καὶ ἐπιστραφεῖσι καὶ ἀποδυομένοις ἃ
καταβαίνοντες ἠμφιέςμεθα· οἷον ἐπὶ τὰ ἅγια τῶν ἱερῶν τοῖς ἀνιοῦσι καθάρσεις τε καὶ ἱματίων
ἀποθέσεις τῶν πρὶν καὶ τὸ γυμνοῖς ἀνιέναι· ἕως ἄν τις παρελθὼν ἐν τῇ ἀναβάσει πᾶν ὅσον ἀλλότριον
τοῦ θεοῦ αὐτῷ μόνῳαὐτὸ μόνον ἴδῃ <εἰλικρινές>, ἁπλοῦν, <καθαρόν>, ἀφ' οὗ πάντα ἐξήρτηται καὶ
πρὸς αὐτὸ βλέπει καὶ ἔστι καὶ ζῇ καὶ νοεῖ· ζωῆς γὰρ αἴτιος καὶ νοῦ καὶ τοῦ εἶναι. Τοῦτο οὖν εἴ τις
ἴδοι, ποίους ἂν ἴσχοι ἔρωτας, ποίους δὲ πόθους, βουλόμενος αὐτῷ συγκερασθῆναι, πῶς δ' ἂν
ἐκπλαγείη μεθ' ἡδονῆς; Ἔστι γὰρ τῷ μὲν μήπω ἰδόντι ὀρέγεσθαι ὡς ἀγαθοῦ· τῷ δὲ ἰδόντι ὑπάρχει ἐπὶ
καλῷ ἄγασθαί τε καὶ θάμβους πίμπλασθαι μεθ' ἡδονῆς καὶ ἐκπλήττεσθαι ἀβλαβῶς καὶ ἐρᾶν ἀληθῆ
ἔρωτα καὶ δριμεῖς πόθους καὶ τῶν ἄλλων ἐρώτων καταγελᾶν καὶ τῶν πρόσθεν νομιζομένων καλῶν
καταφρονεῖν· ὁποῖον πάσχουσιν ὅσοι θεῶν εἴδεσιν ἢ δαιμόνων προστυχόντες οὐκέτ' ἂν ἀποδέχοιντο
ὁμοίως ἄλλων κάλλη σωμάτων. <Τί δῆτα οἰόμεθα, εἴ τις αὐτὸ τὸ καλὸν θεῷτο> αὐτὸ ἐφ' ἑαυτοῦ
<καθαρόν, μὴ σαρκῶν>, μὴ σώματος <ἀνάπλεων>, μὴ ἐν γῇ, μὴ ἐν οὐρανῷ, ἵν' ᾖ καθαρόν; Καὶ γὰρ
ἐπακτὰ πάντα ταῦτα καὶ μέμικται καὶ οὐ πρῶτα, παρ' ἐκείνου δέ. Εἰ οὖν ἐκεῖνο, ὃ χορηγεῖ μὲν
ἅπασιν, ἐφ' ἑαυτοῦ δὲ μένον δίδωσι καὶ οὐ δέχεταί τι εἰς αὐτό, ἴδοι, μένων ἐν τῇ θέᾳ τοῦ τοιούτου καὶ
ἀπολαύων αὐτοῦ ὁμοιούμενος, τίνος ἂν ἔτι δέοιτο καλοῦ; Τοῦτο γὰρ αὐτὸ μάλιστα κάλλος ὂν αὐτὸ
καὶ τὸ πρῶτον ἐργάζεται τοὺς ἐραστὰς αὐτοῦ καλοὺς καὶ ἐραστοὺς ποιεῖ. Οὗ δὴ καὶ <ἀγὼν>
μέγιστος καὶ <ἔσχατος ψυχαῖς πρόκειται>, ὑπὲρ οὗ καὶ ὁ πᾶς<πόνος>, μὴ ἀμοίρους γενέσθαι τῆς
ἀρίστης θέας, ἧς ὁ μὲν τυχὼν μακάριος <ὄψιν μακαρίαν> τεθεαμένος· ἀτυχὴς δὲ [οὗτος] ὁ μὴ τυχών.
Οὐ γὰρ ὁ χρωμάτων ἢ σωμάτων καλῶν μὴ τυχὼν οὐδὲ δυνάμεως οὐδὲ ἀρχῶν οὐδὲ ὁ βασιλείας μὴ
τυχὼν ἀτυχής, ἀλλ' ὁ τούτου καὶ μόνου, ὑπὲρ οὗ τῆς τεύξεως καὶ βασιλείας καὶ ἀρχὰς γῆς ἁπάσης
καὶ θαλάττης καὶ οὐρανοῦ προέσθαι χρεών, εἰ καταλιπών τις ταῦτα καὶ ὑπεριδὼν εἰς ἐκεῖνο στραφεὶς
ἴδοι. Τίς οὖν ὁ τρόπος; Τίςμηχανή; Πῶς τις θεάσηται <κάλλος ἀμήχανον> οἷον ἔνδον ἐν ἁγίοις
ἱεροῖς μένον οὐδὲ προιὸν εἰς τὸ ἔξω, ἵνα τις καὶ βέβηλος ἴδῃ; Ἴτω δὴ καὶ συνεπέσθω εἰς τὸ εἴσω ὁ
δυνάμενος ἔξω καταλιπὼν ὄψιν ὀμμάτων μηδ' ἐπιστρέφων αὑτὸν εἰς τὰς προτέρας ἀγλαίας σωμάτων.
Ἰδόντα γὰρ δεῖ τὰ ἐν σώμασι καλὰ μήτοι προστρέχειν, ἀλλὰ γνόντας ὥς εἰσιν εἰκόνες καὶ ἴχνη καὶ
σκιαὶ φεύγειν πρὸς ἐκεῖνο οὗ ταῦτα εἰκόνες. Εἰ γάρ τις ἐπιδράμοι λαβεῖν βουλόμενος ὡς ἀληθινόν,
οἷα εἰδώλου καλοῦ ἐφ' ὕδατος ὀχουμένου, ὁ λαβεῖν βουληθείς, ὥς πού τις μῦθος, δοκῶ μοι,
αἰνίττεται, δὺς εἰς τὸ κάτω τοῦ ῥεύματος ἀφανὴς ἐγένετο, τὸν αὐτὸν δὴ τρόπον ὁ ἐχόμενος τῶν
καλῶν σωμάτων καὶ μὴ ἀφιεὶς οὐ τῷ σώματι, τῇ δὲ ψυχῇ καταδύσεται εἰς σκοτεινὰ καὶ ἀτερπῆ τῷ νῷ
βάθη, ἔνθα τυφλὸς ἐν Ἅιδου μένων καὶ ἐνταῦθα κἀκεῖ σκιαῖς συνέσται. <Φεύγωμεν> δὴ <φίλην ἐς
πατρίδα>, ἀληθέστερον ἄν τις παρακελεύοιτο. Τίς οὖν ἡ φυγὴ καὶ πῶς; Ἀναξόμεθα οἷον ἀπὸ μάγου
Κίρκης φησὶν ἢ Καλυψοῦς Ὀδυσσεὺς αἰνιττόμενος, δοκεῖ μοι, μεῖναι οὐκ ἀρεσθείς, καίτοι ἔχων
ἡδονὰς δι' ὀμμάτων καὶ κάλλει πολλῷ αἰσθητῷ συνών. Πατρὶς δὴ ἡμῖν, ὅθεν παρήλθομεν, καὶ πατὴρ
ἐκεῖ. Τίς οὖν ὁ στόλος καὶ ἡ φυγή; Οὐ ποσὶ δεῖ διανύσαι· πανταχοῦ γὰρ φέρουσι πόδες ἐπὶ γῆν ἄλλην
ἀπ' ἄλλης· οὐδέ σε δεῖ ἵππων ὄχημα ἤ τι θαλάττιον παρασκευάσαι, ἀλλὰ ταῦτα πάντα ἀφεῖναι δεῖ
καὶ μὴ βλέπειν, ἀλλ' οἷον μύσαντα ὄψιν ἄλλην ἀλλάξασθαι καὶ ἀνεγεῖραι, ἣν ἔχει μὲν πᾶς, χρῶνται δὲ
ὀλίγοι. Τί οὖν ἐκείνη ἡ ἔνδον βλέπει; Ἄρτι μὲν ἐγειρομένη οὐ πάνυ τὰ λαμπρὰ δύναται βλέπειν.
Ἐθιστέον οὖν τὴν ψυχὴν αὐτὴν πρῶτον μὲν τὰ καλὰ βλέπειν ἐπιτηδεύματα· εἶτα ἔργα καλά, οὐχ ὅσα
αἱ τέχναι ἐργάζονται, ἀλλ' ὅσα οἱ ἄνδρες οἱ λεγόμενοι ἀγαθοί· εἶτα ψυχὴν ἴδε τῶν τὰ ἔργα τὰ καλὰ
ἐργαζομένων. Πῶς ἂν οὖν ἴδοις ψυχὴν ἀγαθὴν οἷον τὸ κάλλος ἔχει; Ἄναγε ἐπὶ σαυτὸν καὶ ἴδε· κἂν
μήπω σαυτὸν ἴδῃς καλόν, οἷα ποιητὴς ἀγάλματος, ὃ δεῖ καλὸν γενέσθαι, τὸ μὲν ἀφαιρεῖ, τὸ δὲ
ἀπέξεσε, τὸ δὲ λεῖον, τὸ δὲ καθαρὸν ἐποίησεν, ἕως ἔδειξε καλὸν ἐπὶ τῷ ἀγάλματι πρόσωπον, οὕτω
καὶ σὺ ἀφαίρει ὅσα περιττὰ καὶ ἀπεύθυνε ὅσα σκολιά, ὅσα σκοτεινὰ καθαίρων ἐργάζου εἶναι
λαμπρὰ καὶ μὴ παύσῃ<τεκταίνων> τὸ σὸν <ἄγαλμα>, ἕως ἂν ἐκλάμψειέ σοι τῆς ἀρετῆς ἡ θεοειδὴς
ἀγλαία, ἕως ἂν ἴδῃς <σωφροσύνην ἐν ἁγνῷ βεβῶσαν βάθρῳ>. Εἰ γέγονας τοῦτο καὶ εἶδες αὐτὸ καὶ
σαυτῷ καθαρὸς συνεγένου οὐδὲν ἔχων ἐμπόδιον πρὸς τὸ εἷς οὕτω γενέσθαι οὐδὲ σὺν αὐτῷ ἄλλο τι
ἐντὸς μεμιγμένον ἔχων, ἀλλ' ὅλος αὐτὸς φῶς ἀληθινὸν μόνον, οὐ μεγέθει μεμετρημένον οὐδὲ σχήματι
εἰς ἐλάττωσιν περιγραφὲν οὐδ' αὖ εἰς μέγεθος δι' ἀπειρίας αὐξηθέν, ἀλλ' ἀμέτρητον πανταχοῦ, ὡς ἂν
μεῖζον παντὸς μέτρου καὶ παντὸς κρεῖσσον ποσοῦ· εἰ τοῦτο γενόμενον σαυτὸν ἴδοις, ὄψις ἤδη
γενόμενος θαρσήσας περὶ σαυτῷ καὶ ἐνταῦθα ἤδη ἀναβεβηκὼς μηκέτι τοῦ δεικνύντος δεηθεὶς
ἀτενίσας ἴδε· οὗτος γὰρ μόνος ὁ ὀφθαλμὸς τὸ μέγα κάλλος βλέπει. Ἐὰν δὲ ἴῃ ἐπὶ τὴν θέαν λημῶν
κακίαις καὶ οὐ κεκαθαρμένος ἢ ἀσθενής, ἀνανδρίᾳ οὐ δυνάμενος τὰ πάνυ λαμπρὰ βλέπειν, οὐδὲν
βλέπει, κἂν ἄλλος δεικνύῃ παρὸν τὸ ὁραθῆναι δυνάμενον. Τὸ γὰρ ὁρῶν πρὸς τὸ ὁρώμενον συγγενὲς
καὶ ὅμοιον ποιησάμενον δεῖ ἐπιβάλλειν τῇ θέᾳ. Οὐ γὰρ ἂν πώποτε εἶδεν ὀφθαλμὸς ἥλιον ἡλιοειδὴς
μὴ γεγενημένος, οὐδὲ τὸ καλὸν ἂν ἴδοι ψυχὴ μὴ καλὴ γενομένη. Γενέσθω δὴ πρῶτον θεοειδὴς πᾶς
καὶ καλὸς πᾶς, εἰ μέλλει θεάσασθαι θεόν τε καὶ καλόν. Ἥξει γὰρ πρῶτον ἀναβαίνων ἐπὶ τὸν νοῦν
κἀκεῖ πάντα εἴσεται καλὰ τὰ εἴδη καὶ φήσει τὸ κάλλος τοῦτο εἶναι, τὰς ἰδέας· πάντα γὰρ ταύταις
καλά, τοῖς νοῦ γεννήμασι καὶ οὐσίας. Τὸ δὲ ἐπέκεινα τούτου τὴν τοῦ ἀγαθοῦ λέγομεν φύσιν
προβεβλημένον τὸ καλὸν πρὸ αὐτῆς ἔχουσαν. Ὥστε ὁλοσχερεῖ μὲν λόγῳ τὸ πρῶτον καλόν· διαιρῶν
δὲ τὰ νοητὰ τὸ μὲν νοητὸν καλὸν τὸν τῶν εἰδῶν φήσει τόπον, τὸ δ' ἀγαθὸν τὸ ἐπέκεινα καὶ <πηγὴν
καὶ ἀρχὴν> τοῦ καλοῦ. Ἢ ἐν τῷ αὐτῷ τἀγαθὸν καὶ καλὸν πρῶτον θήσεται· πλὴν ἐκεῖ τὸ καλόν.
 

Zambelis Spyros

Παλαιό Μέλος
Aristeides Quintilianus, 2,3 - 4 p. 54.27-58,5
De musica

Γεγένηνται δὴ καὶ τῶν μαθήσεων διτταὶ διαφοραί·
αἱ μὲν γὰρ τὸ λογικὸν ἐν τῇ κατὰ φύσιν ἐλευθερίᾳ διασῴ-
ζουσι, φρονήσεως μεταδόσεσι νηφάλιόν τε ποιοῦσαι καὶ
ἀκήρατον διατηροῦσαι, αἱ δὲ συνηθείᾳ τὸ ἄλογον, ὥσπερ
τι θηρίον ἀτάκτως κινούμενον, ἰῶνταί τε καὶ τιθασεύ-
ουσιν, οὔτε τὰς ὑπερβολὰς διώκειν οὔτε μὴν παντελῶς
ὑπτιάζειν ἐπιτρέπουσαι. ἐκείνων μὲν ἡγεμὼν καὶ μυστα-
γωγὸς φιλοσοφία· τῶν δ᾽ ἑτέρων ἄρχει μουσικὴ πλάτ-
τουσά τε εὐθὺς ἐκ παίδων ἁρμονίαις τὰ ἤθη καὶ τὸ σῶμα
ῥυθμοῖς ἐμμελέστερον κατασκευάζουσα. τὴν γὰρ δὴ τῶν
σφόδρα νέων ἡλικίαν οὔτε λόγοις ψιλοῖς οἷόν τε ἦν παι-
δεύειν νουθεσίαν ἀηδῆ μόνην ἔχουσιν οὔτε παντελῶς
ἐᾶν ἠμελημένους. ἐλείπετο ἄρα τοιούτοις παιδεία ἣ μήτε
τὸ λογικὸν ἄωρον ἐκίνει μένον ἐφ᾽ ἡσυχίας διὰ νεότητα
καὶ τὸ λοιπὸν ὠφέλει σὺν ἡδονῇ παιδαγωγοῦσα τῇ συνη-
θείᾳ. ἐδίδασκε δὲ καὶ ἡ φύσις αὐτὴ δι᾽ οὗ τὴν παιδείαν
προσάγειν ἔδει· οὐ γὰρ δι᾽ ὧν ἀγνοοῦμεν ἀλλὰ διὰ τῶν
λόγῳ τε καὶ πείρᾳ γινωσκομένων οἱ μὲν ἐς πειθὼ προ-
αγόμεθα, οἱ δὲ τὰ ἐς αὐτὴν πραγματευόμεθα. πᾶσι δὲ παι-
σὶν ἔνεστιν ἰδεῖν τήν τε ᾠδὴν ἀεὶ πρόχειρον καὶ τὰ ἐς
φαιδρὰν κίνησιν εὐσταλῆ _καὶ οὐδεὶς ἔμφρων τῆς ἐκ τῶν
τοιῶνδε ἡδονῆς ἀπείργε_ι, εἴτ᾽ οὖν ἡ τοῦ πράγματος
χάρις δελεάζει τὴν διάνοιαν, εἴτε ἡ ψυχὴ τῆς ἐν νηπιότητι
νωθρείας, ᾗ συνείχετο διὰ τὴν τῶν περικειμένων ἁπα-
λότητα, ἐλευθερωθεῖσα, ὅτε πρῶτον αἴσθοιτο στερεωτέ-
ρου τοῦ σώματος, ἀθρόον ἐς τὴν κατὰ φύσιν ἐκπηδᾷ
κίνησιν.
Τούτων δὴ οὕτως ἐχόντων δυνατὸν ἀποκρίνασθαι πρὸς
τοὺς ἀμφισβητοῦντας μὴ σύμπαντας τὴν μελῳδίαν κινεῖν
ὡς ἄρα ἠγνόησαν πρῶτον μὲν ὅτι παίδων ἡ μάθησις, οὓς
φύσει πάντας ἔστιν ἰδεῖν τέρψεως τῆς τοιᾶσδε ἡττημέ-
νους, ἔπειθ᾽ ὅτι, κἂν μὴ δι᾽ εὐθέος αἱρῇ τοὺς ἀνεπιτη-
δείους ἢ διὰ βίον ἢ διὰ ἡλικίαν, οὐ πολλῷ γε χρόνῳ κατε-
δουλώσατο· ὡς γὰρ ἓν καὶ ταὐτὸ φάρμακον πρὸς ἓν
ὁμοιότητι πάθος πλείοσι σώμασι προσιὸν οὐχ ὁμοίως
_ἂν_ ἐνεργήσειε παρὰ τὴν τῶν πραγμάτων ἤτοι μετριο-
πάθειαν ἢ χαλεπότητα ἀλλὰ τὰ μὲν θᾶττον, τὰ δὲ βρά-
διον ἰάσατο, οὑτωσὶ δὲ καὶ μέλος τὸν μὲν ἐπιτηδειότερον
κινεῖ παραχρῆμα, τὸν δὲ ἧττον διὰ πλείονος αἱρεῖ χρόνου.
Φανερὰ δὲ καὶ τὰ αἴτια τῆς ἐνεργείας· τῆς γὰρ δὴ πρώ-
της ἡμῖν μαθήσεως δι᾽ ὁμοιοτήτων γινομένης, ἃς ταῖς
αἰσθήσεσιν ἐπιβάλλοντες τεκμαιρόμεθα, γραφικὴ μὲν καὶ
πλαστικὴ δι᾽ ὄψεως παιδεύει μόνον καὶ _ ὁμοίως _ διεγείρει
τε τὴν ψυχὴν καὶ ἐκπλήττει, μουσικὴ δὲ πῶς οὐκ ἂν εἷλεν,
οὐ διὰ μιᾶς αἰσθήσεως, διὰ πλειόνων δὲ ποιουμένη τὴν
μίμησιν; καὶ ποίησις μὲν ἀκοῇ μόνῃ διὰ ψιλῶν χρῆται
λέξεων ἀλλ᾽ οὔτε πάθος ἀεὶ κινεῖ δίχα μελῳδίας οὔτε δίχα
ῥυθμῶν οἰκειοῖ τοῖς ὑποκειμένοις. σημεῖον δέ· καὶ γὰρ
εἴ ποτε δέοι κινεῖν κατὰ τὴν ἑρμηνείαν πάθος, οὐκ ἄνευ
τοῦ παρεγκλῖναί πως τὴν φωνὴν ἐπὶ τὴν μελῳδίαν τὸ
τοιοῦτο περιγίνεται. μόνη δὲ μουσικὴ καὶ λόγῳ καὶ πρά-
ξεων εἰκόσι παιδεύει, οὐ δι᾽ ἀκινήτων οὐδὲ ἐφ᾽ ἑνὸς
σχήματος πεπηγότων ἀλλὰ δι᾽ ἐμψύχων, ἃ καθ᾽ ἕκαστον
_τῶν_ ἀπαγγελλομένων ἐς τὸ οἰκεῖον τήν τε μορφὴν καὶ
τὴν κίνησιν μεθίστησιν. δῆλα δὲ ταῦτα κἀκ τῆς τῶν πα-
λαιῶν χορῶν ὀρχήσεως, ἧς διδάσκαλος ἡ ῥυθμική, κἀκ
τῶν περὶ ὑποκρίσεως τοῖς πολλοῖς συγγεγραμμένων.
κἀκεῖναι μὲν ἰδιαζούσας ἔχουσαι τὰς ὕλας οὐκ ἂν ταχέως
εἰς ἔννοιαν ἀγάγοιεν τῆς πράξεως. τοῖς μὲν γὰρ χρώματα,
τοῖς δὲ ὄγκοι, τοῖς δὲ λόγος ἀλλότρια τῆς ἀληθείας ὑπο-
βέβληται, μουσικὴ δὲ ἐνεργέστατα πείθει· τοιούτοις γὰρ
ποιεῖται τὴν μίμησιν οἷς καὶ τὰς πράξεις αὐτὰς ἐπ᾽ ἀλη-
θείας τελεῖσθαι συμβαίνει. ἐν γοῦν τοῖς γινομένοις βου-
λῆς μὲν καθηγουμένης, ἑπομένου δὲ λόγου, μετὰ δὲ
ταῦτα τῆς πράξεως ἀποτελουμένης, ψυχῆς μὲν ἐννοίαις
ἤθη μιμεῖται καὶ πάθη, λόγους δὲ ἁρμονίαις καὶ φωνῆς
πλάσει, πρᾶξιν δὲ ῥυθμοῖς καὶ κινήσει σώματος. διὸ καὶ
μάλιστα τοῖς παισὶν ἡ τοιαύτη παιδεία μετελευστέα,
ὅπως διὰ τῶν ἐν νεότητι μιμήσεών τε καὶ ὁμοιώσεων
εἰδέναι τε καὶ ἐπιθυμεῖν σφίσι διὰ συνήθειαν καὶ μελέτην
συμβαίνοι τῶν ἐν ἡλικίᾳ μετὰ σπουδῆς ἐπιτελουμένων.
Τί δὴ θαυμάζομεν εἰ συνέβη τοὺς παλαιοὺς πλείστην
ἐπανόρθωσιν πεποιῆσθαι διὰ μουσικῆς; ἑώρων γὰρ τήν
τε τοῦ πράγματος ἰσχὺν καὶ τὴν ἐνέργειαν τὴν κατὰ
φύσιν. ὥσπερ οὖν καὶ τῶν ἄλλων ἡμῖν ὑπαρχόντων ἐποι-
οῦντο τὴν φροντίδα, ὑγιείας τέ φημι καὶ εὐεξίας, τὰ μὲν
τηρεῖν πειρώμενοι, τὰ δὲ αὔξειν πραγματευόμενοι, τὰ δ᾽ ἐς
περιττὸν χωροῦντα μέχρι τοῦ συνοίσοντος ὁρίζοντες, οὑτωσὶ
δὲ καὶ τὰ κατὰ τὰς ᾠδὰς καὶ τὰς ὀρχήσεις φύσει πᾶσι
προσγινόμενα παισὶν ἀποκωλύειν μὲν οὐκ ἦν δυνατὸν ἢ
καὶ τὴν φύσιν αὐτὴν συναναιρεῖν ἔδει, θεραπεύοντες δὲ
κατὰ μικρὸν καὶ λεληθότως διαγωγήν τε ἐπενόησαν σὺν
ἡδονῇ κόσμιον καὶ χρήσιμον ἐξ ἀχρήστου πεποιήκασιν.
Οὔκουν ἔνεστι πρᾶξις ἐν ἀνθρώποις ἥτις ἄνευ μουσικῆς
τελεῖται. θεῖοι μὲν ὕμνοι καὶ τιμαὶ μουσικῇ κοσμοῦνται,
ἑορταὶ δὲ ἴδιαι καὶ πανηγύρεις πόλεων ἀγάλλονται, πόλε-
μοι δὲ καὶ ὁδῶν πορεῖαι διὰ μουσικῆς ἐγείρονταί τε καὶ
καθίστανται· ναυτιλίας τε καὶ εἰρεσίας καὶ τὰ χαλεπώ-
τατα τῶν χειρωνακτικῶν ἔργων ἀνεπαχθῆ ποιεῖ τῶν πόνων
γινομένη παραμύθιον. παρὰ δέ τισι τῶν βαρβάρων κἀν τοῖς
κήδεσι παρείληπται τῆς κατὰ τὸ πάθος ἀκρότητος τῇ
μελῳδίᾳ παραθραύσουσα. καὶ μὴν οὐκ ἀπὸ μιᾶς ἡμᾶς
αἰτίας ἑώρων εἰς τὸ μελῳδεῖν τρεπομένους ἀλλὰ τοὺς μὲν
ἐν εὐθυμίαις ὑφ᾽ ἡδονῆς, τοὺς δ᾽ ἐν ἀχθηδόσιν ὑπὸ λύπης,
τοὺς δὲ ὑπὸ θείας ὁρμῆς καὶ ἐπιπνοίας κατεχομένους ὑπὸ
ἐνθουσιασμοῦ, ἢ καὶ τούτων μιγνυμένων πρὸς ἄλληλα
κατά τινας συντυχίας τε καὶ περιστάσεις, ἤτοι παίδων
διὰ τὴν ἡλικίαν τοῖς τοιούτοις πάθεσιν ἢ καὶ τῶν προ-
βεβηκότων δι᾽ ἀσθένειαν φύσεως ὑπαγομένων.
 

Zambelis Spyros

Παλαιό Μέλος
Aristeides Quntilianus , 6,6 p.. 62,25-65,6
De musica

Ὅτι γὰρ ἰσχυρότατόν τε πρὸς παιδείαν ἡ μουσικὴ καθά-
περ οὐδὲν ἕτερον αἵ τε φύσεις ἡμῶν ἀνεπανόρθωτοι μείνα-
σαι πολλάκις διεφθάρησαν _ἢ γὰρ ἐς τὰ χαμαίζηλα τῶν
παθῶν ἢ ἐς τὰ χαλεπὰ προάγοντα_ι, δῆλον ἐνθένδε· ποιή-
σομαι δὲ τὸν λόγον οὐκ ἐπὶ τῶν καθ᾽ ἕκαστον _δυσχερὴς
γὰρ ἐν τούτοις ἡ κατανόησι_ς, ἀλλ᾽ ἐπὶ πόλεων καὶ ὅλων
ἐθνῶν _εὐμαρὴς γὰρ ἐν τοῖς μείζοσιν ἡ θεωρί_α. δύο μὲν
οὖν ταυτὶ περὶ τὸν τῆς παιδείαας λόγον δυστυχήματα,
ἀμουσία τε καὶ κακομουσία. τὸ μὲν οὖν ἕτερον ὑπ᾽ ἀμα-
θίας, θάτερον δὲ ὑπὸ πονηρᾶς γίνεται διδασκαλίας. δυεῖν
δὲ καὶ περὶ τὴν ψυχὴν, ὡς γένει φάναι, θεωρουμένων πα-
θῶν, θυμοῦ τε καὶ ἐπιθυμίας, οἱ μὲν ἄγευστοι παντάπασι
τῶν ἐκ μουσικῆς καλῶν, εἰ μὲν τὸ ἐπιθυμητικὸν κολακεύ-
οιεν, ἀναίσθητοί τέ εἰσι καὶ βοσκηματώδεις, ὡς οἵ τε
περὶ τὴν Ὀπικίαν καὶ Λευκανίαν, εἰ δὲ τὸ θυμικὸν ἐγείροιεν,
ἄγριοί τε καὶ θηριώδεις, ὡς οἵ τε περὶ τὴν Γαραμαντίδα
καὶ τὴν Ἰβηρίαν· πάλιν δὲ οἷς εἰς τὸ παρὰ φύσιν διεστράφη
τὰ τῆς μουσικῆς, ἐς φαυλότητα καὶ κακομουσίαν, τούτων
οἱ μὲν τὸ ἐπιθυμητικὸν θεραπεύοντες τάς τε ψυχάς εἰσι
λίαν ἀνειμένοι καὶ τὰ σώματα οὐ δέον ὡραΐζοντες, ὡς
οἵ τε περὶ τὴν Φοινίκην καὶ οἱ τούτων κατὰ τὴν Λιβύην
ἔκγονοι, οἱ δὲ τῷ θυμικῷ πειθαρχοῦντες τήν τε διάνοιάν
εἰσιν ἄτακτοι, μέθυσοί τε ὄντες καὶ πέρα τοῦ καιροῦ
φιλορχησταὶ τὰ ἐνόπλια, τήν τε ὀργὴν περιττοί, ἀρειμάνιοι,
ὡς οἵ τε περὶ τὴν Θρᾴκην καὶ τὸ Κελτικὸν ἅπαν ἔθνος·
τὸ δὲ δὴ τήν τε μάθησιν αὐτῆς καὶ χρῆσιν τὴν ἐπιδέξιον
ἀσπασάμενον, λέγω δὲ τὸ Ἑλληνικὸν καὶ εἴ τι τοῦτο
ἐζήλωκεν, εὔδαιμόν τε ἀρετῆς ἕνεκεν καὶ ἐπιστήμης ἁπά-
σης καὶ ὑπεραῖρον φιλανθρωπίᾳ. εἶτα πόλεις μὲν ὅλας
καὶ ἔθνη τέρπειν οἵα τε καὶ μεταπλάττειν μουσική, τὸν δὲ
καθ᾽ ἕνα οὐκ ἂν παιδεύσειεν; ἔγωγε οἶμαι.
Καὶ μὴν οὐδὲν οὕτω τῶν λοιπῶν ἐπιτηδευμάτων πολιτεί-
αν τε συστήσασθαι δύναιτ᾽ ἂν καὶ συστᾶσαν διαφυλάξαι· τὰ
μὲν γὰρ ἄλλα συγκαταβάλλεται τῆς καταστάσεως προτέ-
ρας ἐπὶ θάτερα ῥεπούσης, ἡ δὲ καθηγεῖται πάσης μεταβο-
λῆς· πρώτη γὰρ καὶ τάξει καὶ δυνάμει παντὸς μαθήματος,
προαίρεσιν ἐκ πρώτης ἡλικίας ἑκάστῳ πλάττουσα τοῖς
μέλεσι προσφόρως. ἔστω σοι καὶ τουτὶ τεκμήριον ἤθους
ἐπιγνώσεως· οἵοις γὰρ ἕκαστοι δημοσίᾳ τε καὶ ἰδίᾳ
μέλεσιν ἥδονται καὶ ῥυθμοῖς, τοιούτοις ἂν καὶ τοῖς ἤθεσιν
εὑρεθεῖεν ἀρεσκόμενοι· ἐκ γὰρ τοῦ δι᾽ ᾠδῆς μὲν ὀλιγω-
ρεῖν τὰ φαῦλα προσφέρεσθαι συνήθειά τις καὶ οἰκειότης
περιγίνεται, ἐκ δὲ ταύτης φύσις, ἐξ ἧς ὀρέξεις εἰς τὰς
πράξεις ἀναφύονται, αἷς ἡδονὴ προσελθοῦσα βεβαιοῖ τε
καὶ ἐπιτείνει τὸ δεινόν, οὔτε σχήματος οὔτε μορφῆς οὔτε
μὴν λόγων ποιουμένη διάκρισιν, ἕως ἂν ἅπαντα τὸν βίον
ἰδίᾳ τε καὶ κοινῇ τελευτῶσα ἀνατρέψῃ. ἔστιν οὖν καὶ κατὰ
τοὐναντίον λέγειν ὡς ἐκ μὲν καλῆς ᾠδῆς ἀγαθοὶ λόγοι
φύσεις τε καὶ ἕξεις, καλαὶ δὲ ὀρέξεις, ἄρισται δὲ συμβαί-
νουσι πράξεις. τοιγάρτοι κατὰ τοὺς παλαιοτάτους χρόνους
πολιτείας οὐδαμόθι παγίως ἐρηρεισμένης μουσικὴ μετὰ
ἀρετῆς μελετωμένη τάς τε παρ᾽ ἑκάστοις διωρθοῦτο στά-
σεις καὶ πρὸς τοὺς πέλας πόλεών τε καὶ ἐθνῶν ἔχθρας
ἔπαυσε, πανηγύρεων μὲν ἀποδείξασα τεταγμένους χρό-
νους, ταῖς δὲ ἐν ταύταις συνήθεσιν εὐφροσύναις τε καὶ
θυμηδίαις τῆς μὲν ἐς ἀλλήλους ἀγριότητος παύσασα, τὸ δ᾽
ἤπιον ἀντεισαγαγοῦσα, ὥσπερ οἱ δεινοὶ τὰ γεωργικὰ
πάσης πρότερον βοτάνης ὀχληρᾶς καὶ ἀκάρπων θάμνων
τὸ τε πεδίον καθηράμενοι τὰ χρησιμώτατα τῶν σπερμά-
των ἐν ἀσφαλεῖ καταβάλλουσιν. εἰ δὲ νῦν ἅπασα μὲν πόλις,
σύμπαν δὲ ὀλίγου δεῖν ἔθνος τό τε κόσμιον ἠγάπηκε καὶ
φιλάνθρωπον, οὐ δήπου διὰ τοῦτ᾽ ἄχρηστος ἡ μουσική·
οὐδὲ γὰρ ἰατρικῇ παράκλησιν μὲν προσοιστέον, εἰ τῷ
νοσεῖν συμβαίνοι, ὑγιαίνοντος δὲ ἀχαριστητέον, ἀλλὰ καὶ
τῆς ὑγιείας δίκαιον χάριν εἰδέναι καὶ τοῦ λοιποῦ βίου
παντὸς ἐπιστάτιν ποιήσασθαι, ὅπως μὴ δι᾽ ἀργίαν ἢ τρυ-
φὴν τοῖς ἐξ ἀρχῆς περιπέσοιμεν· τῆς γὰρ αὐτῆς δήπου
τέχνης οὐκ οὖσάν τε ἀρετὴν ἐνθεῖναι καὶ ἐνοῦσαν διαφυ-
λάξαι τε καὶ αὐξῆσαι. οὕτως οὖν καὶ περὶ μουσικῆς ῥητέον·
χάριν δεῖ γινώσκειν ἐς φιλίαν ἕκαστον αὑτῷ καὶ κοινῇ
πρὸς ἀλλήλους συναγούσῃ, ἀναληπτέον δὲ ἐς ἀεί, τήρησιν
τῆς πρὸς ἀλλήλους ὁμονοίας μνωμένους. καὶ οὐ δημοσίᾳ
μόνον ἀλλὰ καὶ ἰδίᾳ πονητέον· ὡς γὰρ ὑγίειά τίς ἐστι καὶ
κοινῇ καὶ καθ᾽ ἕκαστον, οὑτωσὶ δὲ καὶ συμφωνία πόλει
τε ὅλῃ πρὸς ἑαυτὴν καὶ μιᾷ ψυχῇ πρὸς τὰ αὑτῆς μέρη.
 

Zambelis Spyros

Παλαιό Μέλος
Aristeides Quintilianus, I. 12 p. 30,3
De musica

τρόποι δὲ λέγονται διὰ τὸ συνεμφαίνειν
πως τὸ ἦθος κατὰ τὰ μέλη τῆς διανοίας. διαφέρουσι δ᾽
ἀλλήλων αἱ μελοποιίαι· γένει, ὡς ἐναρμόνιος χρωματικὴ
διάτονος· συστήματι, ὡς ὑπατοειδὴς μεσοειδὴς νητοειδής·
τόνῳ, ὡς δώριος φρύγιος· τρόπῳ νομικῷ διθυραμβικῷ·
ἤθει, ὥς φαμεν τὴν μὲν συσταλτικήν, δι᾽ ἧς πάθη λυπηρὰ
κινοῦμεν, τὴν δὲ διαστατικήν, δι᾽ ἧς τὸν θυμὸν ἐξεγείρο-
μεν, τὴν δὲ μέσην, δι᾽ ἧς εἰς ἠρεμίαν τὴν ψυχὴν περι-
άγομεν. ἤθη δὲ ταῦτα ἐκαλεῖτο, ἐπειδήπερ τὰ τῆς ψυ-
χῆς καταστήματα διὰ τούτων πρῶτον ἐθεωρεῖτό τε καὶ
διωρθοῦτο. ἀλλ᾽ οὐκ ἐκ μόνων· ἀλλὰ γὰρ ταῦτα μὲν
ὡς μέρη συνεργεῖ πρὸς τὴν θεραπείαν τῶν παθῶν, τὸ
δὲ τέλειον ἦν μέλος τὸ καὶ τὴν παιδείαν ἀνελλιπῆ προς-
άγον. ὡς γὰρ ἐπὶ τῶν ἰατρικῶν φαρμάκων οὐ μία τις
ὕλη πέφυκεν ἰᾶσθαι τὰ πεπονθότα τοῦ σώματος, ἡ δ᾽ ἐκ
πλειόνων σύμμικτος ἐντελῆ ποιεῖ τὴν ὄνησιν, οὕτω δὲ
κἀνθάδε σμικρὸν μὲν ἡ μελῳδία πρὸς κατόρθωσιν, τὸ
δ᾽ ἐξ ἁπάντων τῶν μερῶν συμπληρωθὲν αὐταρκέστατον.
 

Zambelis Spyros

Παλαιό Μέλος
Aristeides Quintilianus, 2, 14 p. 81,7-13
De musica

Ἔτι τῶν συστημάτων τὰ μὲν βαρύτερα τῷ τε ἄρρενι κατὰ
φύσιν καὶ ἤθει κατὰ τὴν παίδευσιν πρόσφορα, τῇ πολλῇ
καὶ σφοδρᾷ κάτωθεν ἀναγωγῇ τοῦ πνεύματος τραχυνό-
μενα καὶ πλείονος ἀέρος πληγῇ διὰ τὴν τῶν πόρων εὐρύ-
τητα τό τε γοργὸν δηλοῦντα καὶ ἐμβριθές, τὰ δ᾽ ὀξέα τῷ
θήλει, τῇ τοῦ περὶ τὰ χείλη καὶ ἐπιπολῆς ἀέρος πληγῇ διὰ
λεπτότητα γοερά τε ὄντα καὶ ἐκβοητικά.
 

Zambelis Spyros

Παλαιό Μέλος
Aristeides Quintilianus, 1, 19 p. 40,20-25
De musica

τινὲς δὲ τῶν παλαιῶν τὸν μὲν ῥυθμὸν ἄρρεν
ἀπεκάλουν, τὸ δὲ μέλος θῆλυ· τὸ μὲν γὰρ μέλος ἀνενέργη-
τόν τ᾽ ἐστὶ καὶ ἀσχημάτιστον, ὕλης ἐπέχον λόγον διὰ τὴν
πρὸς τοὐναντίον ἐπιτηδειότητα, ὁ δὲ ῥυθμὸς πλάττει τε
αὐτὸ καὶ κινεῖ τεταγμένως, ποιοῦντος λόγον ἐπέχων
πρὸς τὸ ποιούμενον.
 

Zambelis Spyros

Παλαιό Μέλος
Dionysios Halikarnasseus, 112p. 73,13'74,6
Google Books
Dionysius Halicarnaseus, H. Usener, L. Radermacher - 1998 - History -
... και ρυθμοί πάντες εκ τούτων ... και αξιωματικών και. μέγεθος εχόντων ρυθμών αξιωματική γίνεται
 

Zambelis Spyros

Παλαιό Μέλος
Aristeides Quintilianus, Mus. 2, 11 p.

αἱ μὲν μακραὶ τὸ μεγαλοπρεπὲς ἐν ταῖς
λέξεσιν, αἱ δὲ βραχεῖαι τοὐναντίον ἐμποιοῦσι. κἀκ τῆς
τούτων συνθέσεως γίνονται πόδες, ὧν οἱ μὲν τὰς μακρὰς
ἤτοι καθηγουμένας ἢ λύειν ἀμηχάνους ἢ περιεχούσας ἢ
πλεοναζούσας ἔχοντες ἀστειότεροί τε καὶ σεμνότεροι καὶ
τὰ ἐκ τούτων κόμματα καὶ κῶλα καὶ περίοδοι καὶ μέτρα,
οἱ δὲ ταῖς βραχείαις κατά τινα τῶν εἰρημένων τρόπων
περιττεύοντες ἰσχνότεροί τε καὶ ταπεινότεροι.
 

Zambelis Spyros

Παλαιό Μέλος
Aristeides Quintilianus, Mus. 2,15 p.

Τῶν δὲ ῥυθμῶν ἡσυχαίτεροι μὲν οἱ ἀπὸ θέσεων προ-
καταστέλλοντες τὴν διάνοιαν, οἱ δ᾽ ἀπὸ ἄρσεων τῇ φωνῇ
τὴν κροῦσιν ἐπιφέροντες τεταραγμένοι· καὶ οἱ μὲν ὁλο-
κλήρους τοὺς πόδας ἐν ταῖς περιόδοις ἔχοντες εὐφυέστεροι
* * *· καὶ οἱ μὲν βραχεῖς τοὺς κενοὺς ἔχοντες ἀφελέστεροι
καὶ μικροπρεπεῖς, οἱ δ᾽ ἐπιμήκεις μεγαλοπρεπέστεροι·
καὶ οἱ μὲν ἐν ἴσῳ λόγῳ τεταγμένοι δι᾽ ὁμαλότητα χαριέστε-
ροι, οἱ δ᾽ ἐν ἐπιμορίῳ διὰ τοὐναντίον κεκινημένοι, μέσοι δὲ
οἱ ἐν τῷ διπλασίονι, ἀνωμαλίας μὲν διὰ τὴν ἀνισότητα
μετειληφότες, ὁμαλότητος δὲ διὰ τὸ τῶν ἀριθμῶν ἀκέ-
ραιον καὶ τοῦ λόγου τὸ ἀπηρτισμένον.
Τῶν δ᾽ ἐν ἴσῳ λόγῳ οἱ μὲν διὰ βραχειῶν γινόμενοι μόνων
τάχιστοι καὶ θερμότεροι, _οἱ δὲ διὰ μακρῶν μόνων βραδύ-
τερο_ι καὶ κατεσταλμένοι, οἱ δ᾽ ἀναμὶξ ἐπίκοινοι. εἰ δὲ διὰ
μηκίστων χρόνων συμβαίη γίνεσθαι τοὺς πόδας, πλείων ἡ
κατάστασις ἐμφαίνοιτ᾽ ἂν τῆς διανοίας. διὰ τοῦτο τοὺς μὲν
βραχεῖς ἐν ταῖς πυρρίχαις χρησίμους ὁρῶμεν, τοὺς δ᾽ ἀνα-
μὶξ _ἐν_ ταῖς μέσαις ὀρχήσεσι, τοὺς δὲ μηκίστους ἐν τοῖς
ἱεροῖς ὕμνοις, οἷς ἐχρῶντο παρεκτεταμένοις τήν τε περὶ
ταῦτα διατριβὴν _ μίαν _ καὶ φιλοχωρίαν ἐνδεικνύμενοι τήν
τε αὑτῶν διάνοιαν ἰσότητι καὶ μήκει τῶν χρόνων ἐς κοσμιό-
τητα καθιστάντες ὡς ταύτην οὖσαν ὑγίειαν ψυχῆς. τοι-
γάρτοι κἀν ταῖς τῶν σφυγμῶν κινήσεσιν οἱ διὰ τοιούτων
χρόνων τὰς συστολὰς ταῖς διαστολαῖς ἀνταποδιδόντες
ὑγιεινότατοι. τοῖς δ᾽ ἐν ἡμιολίῳ λόγῳ θεωρουμένοις ἐν-
θουσιαστικωτέροις εἶναι συμβέβηκεν, ὡς ἔφην. τούτων
δὲ ὁ ἐπιβατὸς κεκίνηται μᾶλλον, συνταράττων μὲν τῇ
διπλῇ θέσει τὴν ψυχήν, ἐς ὕψος δὲ τῷ μεγέθει τῆς ἄρσεως
τὴν διάνοιαν ἐξεγείρων. τῶν δ᾽ ἐν διπλασίονι γινομένων
σχέσει οἱ μὲν ἁπλοῖ τροχαῖοι καὶ ἴαμβοι τάχος τε ἐπιφαί-
νουσι καί εἰσι θερμοὶ καὶ ὀρχηστικοί, οἱ δὲ ὄρθιοι καὶ ση-
μαντοὶ διὰ τὸ πλεονάζειν τοῖς μακροτάτοις ἤχοις προ-
άγουσιν ἐς ἀξίωμα. καὶ οἱ μὲν ἁπλοῖ τῶν ῥυθμῶν τοιοίδε.
Οἵ γε μὴν σύνθετοι παθητικώτεροί τέ εἰσι, τῷ κατὰ τὸ
πλεῖστον τοὺς ἐξ ὧν σύγκεινται ῥυθμοὺς ἐν ἀνισότητι θεω-
ρεῖσθαι, καὶ πολὺ τὸ ταραχῶδες ἐπιφαίνοντες, τῷ μηδὲ
τὸν ἀριθμὸν ἐξ οὗ συνεστᾶσι τὰς αὐτὰς ἑκάστοτε δια-
τηρεῖν τάξεις ἀλλ᾽ ὁτὲ μὲν ἀπὸ μακρᾶς ἄρχεσθαι, λήγειν
δ᾽ εἰς βραχεῖαν, ἢ ἐναντίως, καὶ ὁτὲ μὲν ἀπὸ θέσεως,
ὁτὲ δὲ ὡς ἑτέρως τὴν ἐπιβολὴν τῆς περιόδου ποιεῖσθαι.
πεπόνθασι δὲ μᾶλλον οἱ διὰ πλειόνων ἢ δυεῖν συνεστῶτες
ῥυθμῶν· πλείων γὰρ ἐν αὐτοῖς ἡ ἀνωμαλία· διὸ καὶ τὰς
τοῦ σώματος κινήσεις ποικίλας ἐπιφέροντες οὐκ ἐς ὀλίγην
ταραχὴν τὴν διάνοιαν ἐξάγουσιν. πάλιν οἱ μὲν ἐφ᾽ ἑνὸς
γένους μένοντες ἧττον κινοῦσιν, οἱ δὲ μεταβάλλοντες
εἰς ἕτερα βιαίως ἀνθέλκουσι τὴν ψυχήν, ἑκάστῃ δια-
φορᾷ παρέπεσθαί τε καὶ ὁμοιοῦσθαι τῇ ποικιλίᾳ κατ-
αναγκάζοντες. διὸ κἀν ταῖς κινήσεσι τῶν ἀρτηριῶν αἱ τὸ
μὲν εἶδος ταὐτὸ τηροῦσαι, περὶ δὲ τοὺς χρόνους μικρὰν
ποιούμεναι διαφορὰν ταραχώδεις μέν, οὐ μὴν κινδυνώδεις,
αἱ δὲ ἤτοι λίαν παραλλάττουσαι τοῖς χρόνοις ἢ καὶ τὰ γένη
μεταβάλλουσαι φοβεραί τέ εἰσι καὶ ὀλέθριοι. ἔν γε μὴν
ταῖς πορείαις τοὺς μὲν εὐμήκη τε καὶ ἴσα κατὰ τὸν σπον-
δεῖον βαίνοντας κοσμίους τε τὸ ἦθος καὶ ἀνδρείους ἄν τις
εὕροι, τοὺς δ᾽ εὐμήκη μέν, ἄνισα δὲ κατὰ τοὺς τροχαίους ἢ
παίωνας θερμοτέρους τοῦ δέοντος, τοὺς δὲ ἴσα _μέν_,
μικρὰ δὲ λίαν κατὰ τὸν πυρρίχιον ταπεινοὺς καὶ ἀγεννεῖς,
τοὺς δὲ βραχὺ καὶ ἄνισον καὶ ἐγγὺς ἀλογίας ῥυθμῶν παν-
τάπασιν ἐκλελυμένους· τούς γε μὴν τούτοις ἅπασιν ἀτάκ-
τως χρωμένους οὐδὲ τὴν διάνοιαν καθεστῶτας, παραφό-
ρους δὲ κατανοήσεις.
Ἔτι τῶν ῥυθμῶν οἱ μὲν ταχυτέρας ποιούμενοι τὰς ἀγω-
γὰς θερμοί τέ εἰσι καὶ δραστήριοι, οἱ δὲ βραδείας καὶ
ἀναβεβλημένας ἀνειμένοι τε καὶ ἡσυχαστικοί· ἔτι δὲ οἱ
μὲν στρογγύλοι καὶ ἐπίτροχοι σφοδροί τε καὶ συνεστραμ-
μένοι καὶ εἰς τὰς πράξεις παρακλητικοί, οἱ δὲ περίπλεῳ
τῶν φθόγγων τὴν σύνθεσιν ἔχοντες ὕπτιοί τέ εἰσι καὶ
πλαδαρώτεροι, οἱ δὲ μέσοι κεκραμένοι τε ἐξ ἀμφοῖν καὶ
σύμμετροι τὴν κατάστασιν.
 

Zambelis Spyros

Παλαιό Μέλος
SEXTUS EMPIRICUS

ΠΡΟΣ ΜΟΥΣΙΚΟΥΣ

[1] Ἡ μουσικὴ λέγεται τριχῶς, καθ΄ ἕνα μὲν τρόπον ἐπιστήμη τις περὶ μελῳδίας καὶ φθόγγους καὶ ῥυθμοποιίας καὶ τὰ παραπλήσια καταγιγνομένη πράγματα, καθὸ καὶ Ἀριστόξενον τὸν Σπινθάρου λέγομεν εἶναι μουσικόν, καθ΄ ἕτερον δὲ ἡ περὶ ὀργανικὴν ἐμπειρία, ὡς ὅταν τοὺς μὲν αὐλοῖς καὶ ψαλτηρίοις χρωμένους μουσικοὺς ὀνομάζωμεν, τὰς δὲ ψαλτρίας μουσικάς.

[2] Ἀλλὰ κυρίως κατ΄ αὐτὰ τὰ σημαινόμενα καὶ παρὰ πολλοῖς λέγεται μουσική· καταχρηστικώτερον δὲ ἐνίοτε προσαγορεύειν εἰώθαμεν τῷ αὐτῷ ὀνόματι καὶ τὴν ἔν τινι πράγματι κατόρθωσιν. Οὕτω γοῦν μεμουσωμένον τι ἔργον φαμέν, κἂν ζωγραφίας μέρος ὑπάρχῃ, καὶ μεμουσῶσθαι τὸν ἐν τούτῳ κατορθώσαντα ζωγράφον.

[3] Ἀλλὰ δὴ κατὰ τοσούτους τρόπους νοουμένης τῆς μουσικῆς, πρόκειται νῦν ποιεῖσθαι τὴν ἀντίρρησιν οὐ μὰ Δία πρὸς ἄλλην τινὰ ἢ πρὸς τὴν κατὰ τὸ πρῶτον νοουμένην σημαινόμενον αὕτη γὰρ καὶ ἐντελεστάτη παρὰ τὰς ἄλλας μουσικὰς δοκεῖ καθεστηκέναι.

[4] Τῆς δὲ ἀντιρρήσεως, καθάπερ καὶ ἐπὶ γραμματικῆς, διττόν ἐστι τὸ εἶδος. Οἱ μὲν οὖν δογματικώτερον ἐπεχείρησαν διδάσκειν ὅτι οὐκ ἀναγκαῖόν ἐστι μάθημα πρὸς εὐδαιμονίαν μουσική, ἀλλὰ βλαπτικὸν μᾶλλον, καὶ τοῦτο δείκνυσθαι ἔκ τε τοῦ διαβάλλεσθαι τὰ πρὸς τῶν μουσικῶν λεγόμενα καὶ ἐκ τοῦ τοὺς προηγουμένους λόγους ἀνασκευῆς ἀξιοῦσθαι·

[5] οἱ δὲ ἀπορητικώτερον πάσης ἀποστάντες τῆς τοιαύτης ἀντιρρήσεως ἐν τῷ σαλεύειν τὰς ἀρχικὰς ὑποθέσεις τῶν μουσικῶν ᾠήθησαν καὶ τὴν ὅλην ἀνῃρῆσθαι μουσικήν.

[6] Ὅθεν καὶ ἡμεῖς ὑπὲρ τοῦ μὴ δοκεῖν τι τῆς διδασκαλίας χρεωκοπεῖν, τὸν ἑκατέρου δόγματος ἢ ἀπορήματος χαρακτῆρα κεφαλαιωδέστερον ἐφοδεύσομεν, μήτε ἐν τοῖς παρέλκουσιν ὑπερεκπίπτοντες εἰς μακρὰς διεξόδους μήτε ἐν τοῖς ἀναγκαιοτέροις ὑστεροῦντες πρὸς τὴν τῶν ἐπειγόντων ἔκθεσιν, ἀλλὰ μέσην καὶ μεμετρημένην κατὰ τὸ δυνατὸν ποιούμενοι τὴν διδασκαλίαν.

[7] Τάξει δὲ ἀρχέτω πρῶτον τὰ ὑπὲρ μουσικῆς παρὰ τοῖς πολλοῖς εἰωθότα θρυλεῖσθαι. Εἴπερ τοίνυν, φασί, φιλοσοφίαν ἀποδεχόμεθα σωφρονίζουσαν τὸν ἀνθρώπινον βίον καὶ τὰ ψυχικὰ πάθη καταστέλλουσαν, πολλῷ μᾶλλον ἀποδεχόμεθα τὴν μουσικήν, ὅτι οὐ βιαστικώτερον ἐπιτάττουσα ἡμῖν ἀλλὰ μετὰ θελγούσης τινὸς πειθοῦς τῶν αὐτῶν ἀποτελεσμάτων περιγίνεται ὧνπερ καὶ ἡ φιλοσοφία.

[8] Ὁ γοῦν Πυθαγόρας μειράκια ὑπὸ μέθης ἐκβεβακχευμένα ποτὲ θεασάμενος ὡς μηδὲν τῶν μεμηνότων διαφέρειν, παρῄνεσε τῷ συνεπικωμάζοντι τούτοις αὐλητῇ τὸ σπονδεῖον αὐτοῖς ἐπαυλῆσαι μέλος· τοῦ δὲ τὸ προσταχθὲν ποιήσαντος οὕτως αἰφνίδιον μεταβαλεῖν σωφρονισθέντας ὡς εἰ καὶ τὴν ἀρχὴν ἔνηφον.

[9] Οἵ τε τῆς Ἑλλάδος ἡγούμενοι καὶ ἐπ΄ ἀνδρείᾳ διαβόητοι Σπαρτιᾶται μουσικῆς ἀεί ποτε στρατηγούσης αὐτῶν ἐπολέμουν. Καὶ οἱ ταῖς Σόλωνος χρώμενοι παραινέσεσι πρὸς αὐλὸν καὶ λύραν παρετάσσοντο, ἔνρυθμον ποιούμενοι τὴν ἐνόπλιον κίνησιν.

[10] Καὶ μὴν ὥσπερ σωφρονίζει μὲν τοὺς ἄφρονας ἡ μουσική, εἰς ἀνδρείαν δὲ προτρέπει τοὺς δειλοτέρους, οὕτω καὶ παρηγορεῖ τοὺς ὑπ΄ ὀργῆς ἐκκαιομένους. Ὁρῶμεν γοῦν ὡς καὶ ὁ παρὰ τῷ ποιητῇ μηνίων Ἀχιλλεὺς καταλαμβάνεται ὑπὸ τῶν ἐξαποσταλέντων πρεσβευτῶν

Φρένα τερπόμενος φόρμιγγι λιγείῃ
καλῇ δαιδαλέῃ· ἐπὶ δ΄ ἀργύρεον ζυγὸν ἦεν.
Τὴν ἕλετ΄ ἐξ ἐνάρων, πόλιν Ἠετίωνος ὀλέσσας.
Τῇ ὅ γε θυμὸν ἔτερπεν,

ὡς ἂν σαφῶς γινώσκων τὴν μουσικὴν πραγματείαν μάλιστα δυναμένην περιγίνεσθαι τῆς περὶ αὐτὸν διαθέσεως.

[11] Καὶ μὴν δι΄ ἔθους ἦν καὶ τοῖς ἄλλοις ἥρωσιν, εἴ ποτε ἀποδημοῖεν καὶ μακρὸν πλοῦν στέλλοιντο, ὡς πιστοτάτους φύλακας καὶ σωφρονιστῆρας τῶν γυναικῶν αὑτῶν ἀπολείπειν τοὺς μουσικούς. Κλυταιμνήστρᾳ γέ τοι παρῆν ἀοιδός, ᾧ πολλὰ ἐπέτελλεν Ἀγαμέμνων περὶ τῆς κατὰ ταύτην σωφροσύνης.

[12] Ἀλλ΄ ὁ Αἴγισθος πανοῦργος ὢν αὐ–
τίκα τὸν ἀοιδὸν τοῦτον
ἄγων εἰς νῆσον ἐρήμην
κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κῦρμα γενέσθαι·

εἶθ΄ οὕτως ἀφύλακτον λαβὼν τὴν Κλυταιμνήστραν διέφθειρεν, προτρεψάμενος αὐτὴν ἐπιθέσθαι τῇ ἀρχῇ τοῦ Ἀγαμέμνονος.

[13] Οἵ τε μέγα δυνηθέντες ἐν φιλοσοφίᾳ, καθάπερ καὶ Πλάτων, τὸν σοφὸν ὅμοιόν φασιν εἶναι τῷ μουσικῷ, τὴν ψυχὴν ἡρμοσμένην ἔχοντα. Καθὸ καὶ Σωκράτης καίπερ βαθυγήρως ἤδη γεγονὼς οὐκ ᾐδεῖτο πρὸς Λάμπωνα τὸν κιθαριστὴν φοιτῶν, καὶ πρὸς τὸν ἐπὶ τούτῳ ὀνειδίσαντα λέγειν ὅτι κρεῖττόν ἐστιν ὀψιμαθῆ μᾶλλον ἢ ἀμαθῆ διαβάλλεσθαι.

[14] Οὐ χρὴ μέντοι, φασίν, ἀπὸ τῆς νῦν ἐπιτρίπτου καὶ κατεαγυίας μουσικῆς τὴν παλαιὰν διασύρειν, ὅτε καὶ Ἀθηναῖοι πολλὴν πρόνοιαν σωφροσύνης ποιούμενοι καὶ τὴν σεμνότητα τῆς γε μουσικῆς κατειληφότες ὡς ἀναγκαιότατον αὐτὴν μάθημα τοῖς ἐκγόνοις παρεδίδοσαν.

[15] Καὶ τούτου μάρτυς ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητής, λέγων

Λέξω τοίνυν βίον ἐξ ἀρχῆς ὃν ἐγὼ θνητοῖσι παρεῖχον.
Πρότερον γὰρ ἔδει παιδὸς φωνὴν γρύσαντος μηδέν΄
ἀκοῦσαι,

εἶτα βαδίζειν ἐν ταῖσιν ὁδοῖς εὐτάκτως ἐς κιθαριστοῦ. Ὅθεν εἰ καὶ κεκλασμένοις τισὶ μέλεσι νῦν καὶ γυναικώδεσι ῥυθμοῖς θηλύνει τὸν νοῦν ἡ μουσική, οὐδὲν τοῦτο πρὸς τὴν ἀρχαίαν καὶ ἔπανδρον μουσικήν.

[16] Εἴπερ τε ἡ ποιητικὴ βιωφελής ἐστι, ταύτην δὲ φαίνεται κοσμεῖν ἡ μουσικὴ μερίζουσα καὶ ἐπῳδὸν παρέχουσα, χρειώδης γενήσεται ἡ μουσική. Ἀμέλει γέ τοι καὶ οἱ ποιηταὶ μελοποιοὶ λέγονται, καὶ τὰ Ὁμήρου ἔπη τὸ πάλαι πρὸς λύραν ᾔδετο.

[17] Ὡσαύτως δὲ καὶ τὰ παρὰ τοῖς τραγικοῖς μέλη καὶ στάσιμα, φυσικόν τινα ἐπέχοντα λόγον, ὁποῖά ἐστι τὰ οὕτω λεγόμενα·

Γαῖα μεγίστη καὶ Διὸς αἰθήρ,
ὁ μὲν ἀνθρώπων καὶ θεῶν γενέτωρ,
ἡ δ΄ ὑγροβόλους σταγόνας νοτίας
παραδεξαμένη τίκτει θνατούς,
τίκτει δὲ βορὰν φῦλά τε θηρῶν,
ὅθεν οὐκ ἀδίκως
μήτηρ πάντων νενόμισται.

[18] Καθόλου γὰρ οὐ μόνον χαιρόντων ἐστὶν ἄκουσμα, ἀλλ΄ ἐν ὕμνοις καὶ εὐχαῖς καὶ θεῶν θυσίαις ἡ μουσική· διὰ δὲ τοῦτο καὶ ἐπὶ τὸν τῶν ἀγαθῶν ζῆλον τὴν διάνοιαν προτρέπεται. Ἀλλὰ καὶ λυπουμένων παρηγόρημα· ὅθεν καὶ τοῖς πενθοῦσιν αὐλοῖς μελῳδοῦσιν οἱ τὴν λύπην αὐτῶν ἐπικουφίζοντες.

[19] Τοιαῦτα μὲν ὑπὲρ μουσικῆς· λέγεται δὲ πρὸς ταῦτα τὸ μὲν πρῶτον ὅτι οὐκ ἔστιν ἐκ προχείρου διδόμενον τὸ φύσει τῶν μελῶν τὰ μὲν εἶναι διεγερτικὰ τῆς ψυχῆς τὰ δὲ κατασταλτικά. Παρὰ γὰρ τὴν ἡμετέραν δόξαν τὸ τοιοῦτο γίνεται. Ὥσπερ γὰρ ὁ τῆς βροντῆς κτύπος, καθά φασιν Ἐπικουρείων παῖδες, οὐ θεοῦ τινος ἐπιφάνειαν σημαίνει ἀλλὰ τοῖς ἰδιώταις καὶ δεισιδαίμοσι τοιοῦτος εἶναι δοξάζεται,

[20] ἐπεὶ καὶ ἄλλων σωμάτων ἐπ΄ ἴσης ἀλλήλοις προσκρουσάντων ὅμοιος ἀποτελεῖται κτύπος, ὥσπερ καὶ μύλου περιαγομένου ἢ χειρῶν συμπαταγουσῶν, τὸν αὐτὸν τρόπον καὶ τῶν κατὰ μουσικὴν μελῶν οὐ φύσει τὰ μὲν τοῖά ἐστι τὰ δὲ τοῖα, ἀλλ΄ ὑφ΄ ἡμῶν προσδοξάζεται. Τὸ αὐτὸ γοῦν μέλος τῶν μὲν ἵππων διεγερτικόν ἐστι, τῶν δὲ ἀνθρώπων ἐν θεάτροις ἀκουόντων οὐδαμῶς. Καὶ τῶν ἵππων δὲ τάχα οὐ διεγερτικόν ἐστιν ἀλλὰ ταρακτικόν.

[21] Εἶτα κἂν τοιαῦτα ᾖ τὰ τῆς μουσικῆς μέλη, οὐ διὰ τοῦτο καὶ ἡ μουσικὴ βιωφελὴς καθέστηκεν. Οὐ γὰρ ὅτι δύναμιν ἔχει σωφρονιστικήν, καταστέλλει τὴν διάνοιαν, ἀλλὰ ᾗ περισπαστικήν· παρὸ καὶ ἡσυχασθέντων πως τῶν τοιούτων μελῶν πάλιν ὁ νοῦς, ὡς ἂν μὴ θεραπευθεὶς ὑπ΄ αὐτῶν, ἐπὶ τὴν ἀρχῆθεν ἀνακάμπτει διάνοιαν.

[22] Ὅνπερ οὖν τρόπον ὁ ὕπνος ἢ ὁ οἶνος οὐ λύει τὴν λύπην ἀλλ΄ ὑπερτίθεται, κάρον ἐμποιῶν καὶ ἔκλυσιν καὶ λήθην, οὕτω τὸ ποιὸν μέλος οὐ καταστέλλει λυπουμένην ψυχὴν ἢ περὶ ὀργὴν σεσοβημένην τὴν διάνοιαν, ἀλλ΄ εἴπερ, περισπᾷ.

[23] Ὅ τε Πυθαγόρας τὸ μὲν πρῶτον μάταιος ἦν, τοὺς μεθύοντας ἀκαίρως σωφρονίζειν βουλόμενος ἀλλὰ μὴ ἐκκλίνων· εἶτα καὶ τούτῳ τῷ τρόπῳ ἐπανορθούμενος αὐτοὺς ὁμολογεῖ πλεῖόν τι δύνασθαι τῶν φιλοσόφων πρὸς ἐπανόρθωσιν ἠθῶν τοὺς αὐλητάς.

[24] Τό τε τοὺς Σπαρτιάτας πρὸς αὐλὸν καὶ λύραν πολεμεῖν τοῦ μικρῷ πρότερον εἰρημένου τεκμήριόν ἐστιν, ἀλλ΄ οὐχὶ τοῦ βιωφελῆ τυγχάνειν τὴν μουσικήν. Καθάπερ δ΄ οἱ ἀχθοφοροῦντες ἢ ἐρέσσοντες ἢ ἄλλο τι τῶν ἐπιπόνων δρῶντες ἔργων κελεύουσιν εἰς τὸ ἀνθέλκειν τὸν νοῦν ἀπὸ τῆς κατὰ τὸ ἔργον βασάνου, οὕτω καὶ 〈οἱ〉 αὐλοῖς ἢ σάλπιγξιν ἐν πολέμοις χρώμενοι οὐ διὰ τὸ ἔχειν τι τῆς διανοίας ἐπεγερτικὸν τὸ μέλος καὶ ἀνδρικοῦ λήματος αἴτιον ὑπάρχειν τοῦτο ἐμηχανήσαντο, ἀλλ΄ ἀπὸ τῆς ἀγωνίας καὶ ταραχῆς ἀνθέλκειν ἑαυτοὺς σπουδάσαντες, εἴγε καὶ στρόμβοις τινὲς τῶν βαρβάρων βουκινίζοντες καὶ τυμπάνοις κτυποῦντες πολεμοῦσιν· ἀλλ΄ οὐδὲν τούτων ἐπ΄ ἀνδρείαν προτρέπεται.

[25] Τὰ δὲ αὐτὰ λεκτέον καὶ ἐπὶ τοῦ μηνίοντος Ἀχιλλέως· καίτοι ἐρωτικοῦ ὄντος καὶ ἀκρατοῦς οὐ παράδοξον τὴν μουσικὴν σπουδάζεσθαι.

[26] Νὴ Δί΄, ἀλλὰ καὶ οἱ ἥρωες τὰς ἑαυτῶν γυναῖκας ᾠδοῖς τισὶν ὡς σώφροσι φύλαξι παρακατετίθεντο, καθάπερ ὁ Ἀγαμέμνων τὴν Κλυταιμνήστραν. Ταῦτα δὲ ἤδη μυθολογούντων ἐστὶν ἀνδρῶν, εἶτα καὶ παρὰ πόδας αὑτοὺς διελεγχόντων· πῶς γάρ, εἴπερ μουσικὴ περὶ τῆς τῶν παθῶν ἐπανορθώσεως ἐπιστεύετο, τὸν μὲν Ἀγαμέμνονα ἡ Κλυταιμνήστρα ἐπὶ τῆς ἰδίας ἑστίας κατέκτανεν ὥσπερ βοῦν ἐπὶ φάτνῃ, εἰς δὲ τοὺς Ὀδυσσέως οἴκους ἡ Πηνελόπη ὄχλον ἄσωτον ἐπιδέχεται μειρακίων, ἀεὶ δὲ τὰς ἐπιθυμίας αὐτῶν ἐλπιδοκοποῦσα καὶ παραύξουσα μοχθηρότερον καὶ χαλεπώτερον τῆς ἐπὶ Ἴλιον στρατείας τὸν ἐν Ἰθάκῃ πόλεμον ἤγειρε τῷ γήμαντι;

[27] καὶ μὴν 〈οὐκ〉 εἰ [οὔτε] οἱ περὶ τὸν Πλάτωνα μουσικὴν ἀπεδέξαντο, ῥητέον [οὐ] πρὸς εὐδαιμονίαν αὐτὴν συντείνειν, ἐπεὶ καὶ ἄλλοι μὴ λειπόμενοι τῆς τούτων ἀξιοπιστίας, καθάπερ οἱ περὶ τὸν Ἐπίκουρον, ἠρνήσαντο ταύτην τὴν ἀντιποίησιν, λέγοντες τοὐναντίον αὐτὴν ἀσύμφορον εἶναι καὶ ἀργήν, φίλοινον, χρημάτων ἀτημελῆ.

[28] Εὐήθεις δέ εἰσι καὶ οἱ τὴν ἀπὸ ποιητικῆς χρείαν συμπλέκοντες αὐτῇ πρὸς εὐχρηστίαν, ἐπείπερ δύναται μέν τις, ὡς καὶ ἐν τῷ πρὸς τοὺς γραμματικοὺς ἐλέγομεν, ἀνωφελῆ διδάσκειν τὴν ποιητικήν, οὐδὲν δὲ ἔλαττον κἀκεῖνο δεικνύναι ὅτι ἡ μὲν μουσικὴ περὶ μέλος καταγινομένη μόνον τέρπειν πέφυκεν, ἡ δὲ ποιητικὴ καὶ περὶ διάνοιαν καταγινομένη δύναται συνωφελεῖν τε καὶ σωφρονίζειν.

[29-30] Ἀλλ΄ ὁ μὲν πρὸς τὰ ἐγκεχειρημένα λόγος ἐστὶ τοιοῦτος· προηγουμένως δὲ λέγεται [καὶ] κατὰ μουσικῆς ὡς εἴπερ ἐστὶ χρειώδης, ἤτοι κατὰ τοῦτο λέγεται χρειοῦν παρόσον 〈ὁ〉 μουσικευσάμενος πλεῖον παρὰ τοὺς ἰδιώτας τέρπεται πρὸς μουσικῶν ἀκροαμάτων, ἢ παρόσον οὐκ ἔστιν ἀγαθοὺς γενέσθαι μὴ προπαιδευθέντας ὑπ΄ αὐτῶν, ἢ τῷ τὰ αὐτὰ στοιχεῖα τυγχάνειν τῆς μουσικῆς καὶ 〈τῆς〉 τῶν κατὰ φιλοσοφίαν πραγμάτων εἰδήσεως, ὁποῖόν τι καὶ περὶ γραμματικῆς ἀνώτερον ἐλέγομεν· ἢ τῷ κατὰ ἁρμονίαν διοικεῖσθαι τὸν κόσμον, καθὼς φάσκουσι Πυθαγορικῶν παῖδες, δέεσθαί τε ἡμᾶς τῶν μουσικῶν θεωρημάτων πρὸς τὴν τῶν ὅλων εἴδησιν, ἢ τῷ τὰ ποιὰ μέλη ἠθοποιεῖν τὴν ψυχήν.

[31] Οὔτε δὲ τῷ τοὺς μουσικοὺς πλέον τέρπεσθαι παρὰ τοὺς ἰδιώτας ἀπὸ τῶν ἀκροαμάτων λέγοιτ΄ ἂν χρειοῦν ἡ μουσική. πρῶτον μὲν γὰρ οὐκ ἀναγκαία ἰδιώταις ἡ τέρψις καθάπερ αἱ ἐπὶ λιμῷ ἢ δίψει ἢ κρύει γινόμεναι ὑπὸ πόματος ἢ ἀλέας·

[32] Εἶτα κἂν τῶν ἀναγκαίων ὑπάρχωσι, δυνάμεθα χωρὶς μουσικῆς ἐμπειρίας αὐτῶν ἀπολαύειν. Νήπια γοῦν ἐμμελοῦς μινυρίσματος κατακούοντα κοιμίζεται, καὶ τὰ ἄλογα τῶν ζῴων ὑπὸ αὐλοῦ καὶ σύριγγος κηλεῖται, οἵ τε δελφῖνες, ὡς λόγος, αὐλῶν μελῳδίαις τερπόμενοι προσνήχονται τοῖς ἐρεσσομένοις σκάφεσιν· ὧν οὐδὲ ὁπότερον ἔοικε μουσικῆς ἔχειν ἐμπειρίαν ἢ ἔννοιαν.

[33] Καὶ διὰ τοῦτο μή ποτε, ὃν τρόπον χωρὶς ὀψαρτυτικῆς καὶ οἰνογευστικῆς ἡδόμεθα ὄψου ἢ οἴνου γευσάμενοι, ὧδε καὶ χωρὶς μουσικῆς ἡσθείημεν ἂν τερπνοῦ μέλους ἀκούσαντες, τοῦ μὲν ὅτι τεχνικῶς γίνεται 〈τοῦ τεχνίτου〉 μᾶλλον παρὰ τὸν ἰδιώτην ἀντιλαμβανομένου, τοῦ δὲ ἡστικοῦ πάθους μηδὲν πλείω κερδαίνοντος.

[34] Ὥστε οὐχ αἱρετὸν μουσικὴ παρόσον τοὺς εἰδήμονας αὐτῆς ἐπὶ πλεῖον τέρπεσθαι συμβέβηκεν. Καὶ μὴν οὐδὲ τῷ προοδοποιεῖν τὴν ψυχὴν εἰς σοφίαν· ἀνάπαλιν γὰρ ἀντικόπτει καὶ ἀντιβαίνει πρὸς τὸ τῆς ἀρετῆς ἐφίεσθαι, εὐαγώγους εἰς ἀκολασίαν καὶ λαγνείαν παρασκευάζουσα τοὺς νέους,

[35] ἐπείπερ ὁ μουσικευσάμενος

Μολπαῖσιν ἡσθεὶς τοῦτ΄ ἀεὶ θηρεύεται·
ἀργὸς μὲν οἴκοις καὶ πόλει γενήσεται,
φίλοισι τ΄ οὐθείς, ἀλλ΄ ἄφαντος οἴχεται,
ὅταν γλυκείας ἡδονῆς ἥσσων τις ᾖ.

[36] Κατὰ ταὐτὰ δὲ οὐδὲ 〈ἐκ τοῦ〉 ἀπὸ τῶν αὐτῶν στοιχείων ὁρμᾶσθαι ταύτην τε καὶ φιλοσοφίαν εἰσακτέον τὸ κατ΄ αὐτὴν χρειῶδες, ὡς αὐτόθεν ἐστὶ συμφανές.

[37] Λείπεται ἄρα τῷ καθ΄ ἁρμονίαν τὸν κόσμον διοικεῖσθαι ἢ τῷ ἠθοποιοῖς μέλεσι κεχρῆσθαι χρειώδη πρὸς εὐδαιμονίαν λέγειν αὐτὴν τυγχάνειν. Ὧν τὸ μὲν τελευταῖον ἤδη διαβέβληται ὡς οὐχ ὑπάρχον ἀληθές, τὸ δὲ κατὰ ἁρμονίαν διοικεῖσθαι τὸν κόσμον ποικίλως δείκνυται ψεῦδος, εἶτα καὶ ἂν ἀληθὲς ὑπάρχῃ, οὐδὲν τοιοῦτο δύναται πρὸς μακαριότητα, καθάπερ οὐδὲ ἡ ἐν τοῖς ὀργάνοις ἁρμονία.

[38] Ἀλλὰ τὸ μὲν πρῶτον εἶδος τῆς πρὸς τοὺς μουσικοὺς ἀντιρρήσεως τοιουτότροπόν ἐστιν, τὸ δὲ δεύτερον καὶ τῶν τῆς μουσικῆς ἀρχῶν καθαπτόμενον πραγματικωτέρας μᾶλλον ἔχεται ζητήσεως. Οἷον ἐπεὶ ἡ μουσικὴ ἐπιστήμη τίς ἐστιν ἐμμελῶν τε καὶ ἐκμελῶν ἐνρύθμων τε καὶ ἐκρύθμων, πάντως ἐὰν δείξωμεν ὅτι οὔτε τὰ μέλη ὑποστατά ἐστιν οὔτε οἱ ῥυθμοὶ τῶν ὑπαρκτῶν πραγμάτων τυγχάνουσιν, ἐσόμεθα παρεστακότες καὶ τὴν μουσικὴν ἀνυπόστατον. Λέγωμεν δὲ πρῶτον περὶ μελῶν καὶ τῆς τούτων ὑποστάσεως, μικρὸν ἄνωθεν καταρξάμενοι.

[39] Ὅρος φωνῆς

Φωνὴ τοίνυν ἐστίν, ὡς ἄν τις ἀναμφισβητήτως ἀποδοίη, τὸ ἴδιον αἰσθητὸν ἀκοῆς καθάπερ γὰρ μόνης ὁράσεως ἔργον ἐστὶ τὸ χρωμάτων ἀντιλαμβάνεσθαι καὶ μόνης ὀσφρήσεως τὸ εὐωδῶν καὶ δυσωδῶν ἀντιποιεῖσθαι καὶ ἤδη γεύσεως τὸ γλυκέων ἢ πικρῶν αἰσθάνεσθαι, οὕτω γένοιτ΄ ἂν ἴδιον αἰσθητὸν ἀκοῆς ἡ φωνή.

[40] Τῆς δὲ φωνῆς ἡ μέν τίς ἐστιν ὀξεῖα ἡ δὲ βαρεῖα, μεταφορικώτερον ἀπὸ τῶν περὶ τὴν ἁφὴν αἰσθητῶν ἑκατέρου τούτων λαμβάνοντος τὴν προσηγορίαν καθάπερ γὰρ τὸ κεντοῦν καὶ τέμνον τὴν ἁφὴν ὀξὺ προσηγόρευσεν ὁ βίος καὶ τὸ θλάσιν ἐμποιοῦν καὶ πιέζον βαρύ, τὸν αὐτὸν τρόπον καὶ τῆς φωνῆς τὴν μὲν οἱονεὶ τέμνουσαν τὴν ἀκοὴν ὀξεῖαν, τὴν δὲ ὥσπερ θλῶσαν βαρεῖαν.

[41-42] Καὶ οὐ ξένον 〈εἰ〉 ὥσπερ φαιάν τινα καὶ μέλαιναν καὶ λευκὴν φωνὴν ἀπὸ τῶν πρὸς τὴν ὅρασιν αἰσθητῶν κεκλήκαμεν, ὧδε καὶ ἀπὸ τῶν πρὸς τὴν ἁφὴν ἐχρησάμεθά τισι μεταφοραῖς. Ὅταν μὲν οὖν ἐπ΄ ἴσης ἐκφέρηται ἡ φωνὴ καὶ ὑπὸ μίαν τάσιν, ὡς μηδένα περισπασμὸν γίνεσθαι τῆς αἰσθήσεως ἤτοι ἐπὶ τὸ βαρύτερον ἢ τὸ ὀξύτερον, τότε ὁ τοιοῦτος ἦχος φθόγγος καλεῖται, παρὸ καὶ οἱ μουσικοὶ ὑπογράφοντές φασι

Ὅρος φθόγγου

« φθόγγος ἐστὶν ἐμμελοῦς φωνῆς πτῶσις ὑπὸ μίαν τάσιν. »

Τῶν δὲ φθόγγων οἱ μέν εἰσιν ὁμόφωνοι οἱ δὲ οὐχ ὁμόφωνοι, καὶ ὁμόφωνοι μὲν οἱ μὴ διαφέροντες ἀλλήλων κατ΄ ὀξύτητα καὶ βαρύτητα, οὐχ ὁμόφωνοι δὲ οἱ μὴ οὕτως ἔχοντες.

[43] Τῶν δὲ ὁμοφώνων, ὡς καὶ τῶν οὐχ ὁμοφώνων, τινὲς μὲν ὀξεῖς τινὲς δὲ βαρεῖς καλοῦνται, καὶ πάλιν τῶν οὐχ ὁμοφώνων οἱ μὲν διάφωνοι προσαγορεύονται οἱ δὲ σύμφωνοι, καὶ διάφωνοι μὲν οἱ ἀνωμάλως καὶ διεσπασμένως τὴν ἀκοὴν κινοῦντες, σύμφωνοι δὲ οἱ ὁμαλώτερον καὶ ἀμερίστως.

[44] Σαφέστερον δὲ μᾶλλον ἔσται τὸ ἑκατέρου γένους ἰδίωμα τῇ ἀπὸ τῶν πρὸς γεῦσιν ποιοτήτων μεταβάσει χρησαμένων ἡμῶν. Ὥσπερ τοίνυν τῶν γευστῶν τὰ μὲν τοιαύτην ἔχει κρᾶσιν ὥστε μονοειδῶς καὶ λείως κινεῖν τὴν αἴσθησιν, ὁποῖον τὸ οἰνόμελι καὶ ὑδρόμελι, τὰ δὲ οὐχ ὡσαύτως οὐδὲ ὁμοίως, καθάπερ τὸ ὀξύμελι (ἑκάτερον γὰρ τούτων τῶν μιγμάτων τὴν ἴδιον ἐντυποῖ ποιότητα τῇ γεύσει), οὕτω τῶν φθόγγων διάφωνοι μέν εἰσιν οἱ ἀνωμάλως τὴν ἀκοὴν καὶ διεσπασμένως κινοῦντες, σύμφωνοι δὲ οἱ ὁμαλώτεροι. Ἀλλὰ γὰρ ἡ μὲν διαφορὰ τῶν φθόγγων τοιαύτη τίς ἐστι παρὰ μουσικοῖς·

[45] περιγράφεται δέ τινα πρὸς τούτων διαστήματα, καθ΄ ἃ καὶ ἡ φωνὴ κινεῖται ἤτοι ἐπὶ τὸ ὀξύτερον ἀναβαίνουσα ἢ ἐπὶ τὸ βαρύτερον ἀνιεμένη. παρ΄ ἣν αἰτίαν κατὰ τὸ ἀνάλογον τῶν διαστημάτων τούτων τὰ μὲν σύμφωνα τὰ δὲ διάφωνα προσηγόρευται,

[46] Καὶ σύμφωνα μὲν ὁπόσα ὑπὸ συμφώνων φθόγγων περιέχεται, διάφωνα δὲ ὁπόσα ὑπὸ διαφώνων. Τῶν δὲ συμφώνων διαστημάτων τὸ μὲν πρῶτον καὶ ἐλάχιστον διὰ τεσσάρων οἱ μουσικοὶ προσαγορεύουσι, τὸ δὲ μετὰ τοῦτο μεῖζον διὰ πέντε, καὶ τοῦ διὰ πέντε μεῖζον τὸ διὰ πασῶν.

[47] Πάλιν τε τῶν διαφώνων διαστημάτων ἐλάχιστον μέν ἐστι καὶ πρῶτον παρ΄ αὐτοῖς ἡ καλουμένη δίεσις, δεύτερον δὲ τὸ ἡμιτόνιον, ὅ ἐστι διπλοῦν τῆς διέσεως, τρίτον ὁ τόνος, ὅς ἐστι διπλασίων τοῦ ἡμιτονίου.

[48] Οὐ μὴν ἀλλ΄ ὃν τρόπον ἅπαν διάστημα κατὰ μουσικὴν ἐν φθόγγοις ἔχει τὴν ὑπόστασιν, οὕτω καὶ πᾶν ἦθος. Τὸ δ΄ ἔστι τι γένος μελῳδίας. Καθὰ γὰρ τῶν ἀνθρωπίνων ἠθῶν τινὰ μέν ἐστι σκυθρωπὰ καὶ στιβαρώτερα, ὁποῖα τὰ τῶν ἀρχαίων ἱστοροῦσιν, τὰ δὲ εὐένδοτα πρὸς ἔρωτας καὶ οἰνοφλυχίας καὶ ὀδυρμοὺς καὶ οἰμωγάς, οὕτω τὶς μὲν μελῳδία σεμνά τινα καὶ ἀστεῖα ἐμποιεῖ τῇ ψυχῇ κινήματα, τὶς δὲ ταπεινότερα καὶ ἀγεννῆ.

[49] Καλεῖται δὲ κατὰ κοινὸν ἡ τοιουτότροπος μελῳδία τοῖς μουσικοῖς ἦθος ἀπὸ τοῦ ἤθους εἶναι ποιητική, καθάπερ καὶ τὸ χλωρὸν δέος τὸ χλωροποιόν, καὶ τὸ ’νότοι βαρυήκοοι ἀχλυώδεις καρηβαρικοὶ νωθροὶ διαλυτικοί‘ ἀντὶ τοῦ τούτων δραστικοί.

[50] Τῆς δὲ κοινῆς μελῳδίας ταύτης τὸ μέν τι χρῶμα λέγεται τὸ δὲ ἁρμονία τὸ δὲ διάτονον, ὧν ἡ μὲν ἁρμονία αὐστηροῦ τινος ἤθους καὶ σεμνότητος κατασκευαστική πως ὑπῆρχεν, τὸ δὲ χρῶμα λιγυρόν τί ἐστι καὶ θρηνῶδες, τὸ δὲ διάτονον ἔντραχυ καὶ ὑπάγροικον.

[51] Ἀλλὰ δὴ πάλιν τὸ μὲν ἁρμονικὸν μέλος τῶν μελῳδουμένων ἀδιαίρετόν ἐστι, τὸ δὲ διάτονον καὶ τὸ χρῶμα εἰδικωτέρας τινὰς εἶχε διαφοράς, δύο μὲν τὸ διάτονον, τήν τε τοῦ μαλακοῦ διατόνου καλουμένην καὶ τὴν τοῦ συντόνου, τρεῖς δὲ τὸ χρῶμα· τὸ μὲν γάρ τι αὐτοῦ τονικὸν καλεῖται τὸ δὲ ἡμιτόνιον τὸ δὲ μαλακόν.

[52] Πλὴν ἐκ τούτων συμφανὲς ὅτι πᾶσα ἡ κατὰ μελῳδίας θεωρία παρὰ τοῖς μουσικοῖς οὐκ ἐν ἄλλῳ τινὶ τὴν ὑπόστασιν εἶχεν εἰ μὴ ἐν τοῖς φθόγγοις. Καὶ διὰ τοῦτο ἀναιρουμένων αὐτῶν τὸ μηδὲν ἔσται ἡ μουσική. Πῶς οὖν καὶ ἐρεῖ τις ὅτι οὐκ εἰσὶ φθόγγοι; ἐκ τοῦ φωνὴν αὐτοὺς κατὰ γένος ὑπάρχειν, φήσομεν, καὶ τὴν φωνὴν ἀνύπαρκτον ἡμῖν ἐν τοῖς σκεπτικοῖς ὑπομνήμασι δεδεῖχθαι ἀπὸ τῆς τῶν δογματικῶν μαρτυρίας.

[53] Οἵ τε γὰρ ἀπὸ τῆς Κυρήνης φιλόσοφοι μόνα φασὶν ὑπάρχειν τὰ πάθη, ἄλλο δὲ οὐδέν· ὅθεν καὶ τὴν φωνὴν μὴ οὖσαν πάθος, ἀλλὰ πάθους ποιητικήν, μὴ γίγνεσθαι τῶν ὑπαρκτῶν. Οἵ γέ τοι περὶ τὸν Δημόκριτον καὶ Πλάτωνα πᾶν αἰσθητὸν ἀναιροῦντες συναναιροῦσι καὶ τὴν φωνήν, αἰσθητόν τι δοκοῦσαν πρᾶγμα ὑπάρχειν.

[54] Καὶ γὰρ ἄλλως, εἰ ἔστι φωνή, ἤτοι σῶμά ἐστιν ἢ ἀσώματον· οὔτε δὲ σῶμά ἐστιν, ὡς οἱ Περιπατητικοὶ διὰ πολλῶν διδάσκουσιν, οὔτε ἀσώματος, ὡς οἱ ἀπὸ τῆς Στοᾶς· οὐκ ἄρα ἔστι φωνή.

[55] Ἄλλος δέ τις κἂν ἐκείνως ἐπιχειρήσειε λέγειν, ὡς εἰ μὴ ἔστι ψυχή, οὐδὲ αἰσθήσεις· μέρη γὰρ ταύτης ὑπῆρχον. Εἰ δὲ μή εἰσιν αἱ αἰσθήσεις, οὐδὲ τὰ αἰσθητά· πρὸς αἰσθήσει γὰρ ἡ τούτων ὑπόστασις νοεῖται. Εἰ δὲ μὴ αἰσθητά, οὐδὲ φωνή· εἶδος γάρ τι τῶν αἰσθητῶν ὑπῆρχεν. Ἀλλὰ μὴν οὐδέν ἐστι ψυχή, καθὼς ἐν τοῖς περὶ αὐτῆς ὑπομνήμασιν ἐδείκνυμεν· οὐκ ἄρα ἔστι φωνή.

[56] Καὶ μὴν εἰ μήτε βραχεῖά ἐστι φωνὴ μήτε μακρά, οὐκ ἔστι φωνή· οὔτε δὲ βραχεῖά ἐστιν οὔτε μακρὰ φωνή, ὡς ἐν τοῖς πρὸς τοὺς γραμματικοὺς ὑπεμνήσαμεν, περὶ συλλαβῆς καὶ λέξεως ζητοῦντες πρὸς τούτους· οὐκ ἄρα ἔστι φωνή.

[57] Πρὸς τούτοις ἡ φωνὴ οὔτε ἐν ἀποτελέσματι οὔτε ἐν ὑποστάσει νοεῖται, ἀλλ΄ ἐν γενέσει καὶ χρονικῇ παρεκτάσει· τὸ δὲ ἐν γενέσει νοούμενον γίνεται, οὐδέπω δ΄ ἔστιν, ὥσπερ οὐδὲ οἰκία γινομένη ἢ ναῦς καὶ ἄλλα παμπληθῆ εἶναι λέγεται. Τοίνυν οὐθέν ἐστι φωνή.

[58] Καὶ ἄλλοις δὲ συχνοῖς εἰς τοῦτο ἔνεστι λόγοις χρῆσθαι, περὶ ὧν, ὡς ἔφην, ἐν τοῖς Πυρρωνείοις ὑπομνηματιζόμενοι διεξῄειμεν. Νυνὶ δὲ φωνῆς μὴ οὔσης οὐδὲ φθόγγος ἔστιν, ὃς ἐλέγετο φωνῆς πτῶσις ὑπὸ μίαν τάσιν· φθόγγου δὲ μὴ ὄντος οὐδὲ διάστημα μουσικὸν καθέστηκεν, οὐ συμφωνία, οὐ μελῳδία, οὐ τὰ ἐκ τούτων γένη. Διὰ τοῦτο οὐδὲ μουσική· ἐπιστήμη γὰρ ἐλέγετο ἐμμελῶν τε καὶ ἐκμελῶν.

[59] Ὅθεν ἀπ΄ ἄλλης ἀρχῆς ὑποδεικτέον ὅτι κἂν τούτων ἀποστῶμεν, διὰ τὴν ἐγχειρηθησομένην ἐπὶ τῆς ῥυθμοποιίας ἀπορίαν ἀνυπόστατος καθέστηκεν ἡ μουσική. Εἰ γὰρ μηδέν ἐστι ῥυθμός, οὐδὲ ἐπιστήμη τις ἔσται περὶ ῥυθμοῦ· ἀλλὰ μὴν οὐδέν ἐστι ῥυθμός, ὡς παραστήσομεν· οὐκ ἄρα ἔστι τις ἐπιστήμη περὶ ῥυθμοῦ.

[60] Ὡς γὰρ πολλάκις εἰρήκαμεν, ῥυθμὸς σύστημά ἐστιν ἐκ ποδῶν, ὁ δὲ ποῦς τὸ συνεστὼς ἐξ ἄρσεως καὶ θέσεως· ἡ δὲ ἆρσις καὶ ἡ θέσις ἐν ποσότητι χρόνου θεωρεῖται, ὧν τινὰς μὲν ἐπεῖχεν ἡ θέσις τινὰς δὲ ἡ ἆρσις χρόνους. Καθάπερ 〈γὰρ〉 ἐκ μὲν στοιχείων συλλαβαὶ ἐκ δὲ συλλαβῶν λέξεις συντίθενται, οὕτως ἐκ μὲν τῶν χρόνων οἱ πόδες ἐκ δὲ τῶν ποδῶν οἱ ῥυθμοὶ γίνονται [ἐξ ἐκείνων τὴν σύστασιν λαμβάνοντες].

[61] Ἐὰν οὖν δείξωμεν ὅτι οὐδέν ἐστι χρόνος, ἕξομεν συναποδεδειγμένον ὅτι οὐδὲ πόδες ὑπάρξουσιν, διὰ δὲ τοῦτο οὐδὲ οἱ ῥυθμοί, ἐξ ἐκείνων τὴν σύστασιν λαμβάνοντες. ᾯ ἀκολουθήσει τὸ μηδὲ ἐπιστήμην εἶναί τινα περὶ ῥυθμούς. Πῶς οὖν; ὅτι οὐδέν ἐστι χρόνος, ἤδη μὲν παρεστήσαμεν ἐν τοῖς Πυρρωνείοις, οὐδὲν δὲ ἧττον καὶ τὰ νῦν παραστήσομεν ἐπὶ ποσόν.

[62] Εἰ γὰρ ἔστι τι χρόνος, ἤτοι πεπέρασται ἢ ἄπειρός ἐστιν. Οὔτε δὲ πεπέρασται, ἐπεὶ ἐροῦμέν ποτε γεγονέναι χρόνον ὅτε χρόνος οὐκ ἦν, καὶ ἔσεσθαί ποτε χρόνον ὅτε χρόνος οὐκ ἔσται· οὔτε ἄπειρος καθέστηκεν, ἔστι γάρ τι αὐτοῦ παρῳχηκὸς [καὶ ἐνεστὼς] καὶ μέλλον, ὧν ἑκάτερον εἰ μὲν οὐκ ἔστιν, πεπέρασται ὁ χρόνος, εἰ δ΄ ἔστιν, ἔσται ἐν τῷ παρόντι καὶ ὁ παρῳχηκὼς καὶ ὁ μέλλων, ὅπερ ἄτοπον. Οὐκ ἄρα ἔστι χρόνος.

[63] Τό γε μὴν ἐξ ἀνυπάρκτων συνεστὼς ἀνύπαρκτόν ἐστιν· ὁ δὲ χρόνος ἔκ τε τοῦ παρῳχημένου καὶ μηκέτ΄ ὄντος καὶ ἐκ τοῦ μέλλοντος μηδέπω δὲ ὄντος συνεστὼς ἀνύπαρκτος ἔσται.

[64] Ἄλλως τε, εἰ μὲν ἀμερής ἐστιν ὁ χρόνος, πῶς τὸ μέν τι αὐτοῦ παρῳχημένον τὸ δὲ ἐνεστὼς τὸ δὲ μέλλον λέγομεν; εἰ δὲ μεριστός ἐστιν, ἐπεὶ πᾶν τὸ μεριστὸν ὑπό τινος αὐτοῦ μέρους καταμετρεῖται, ὡς πῆχυς μὲν ὑπὸ παλαιστοῦ, ὁ παλαιστὴς δὲ ὑπὸ δακτύλου, δεήσει καὶ αὐτὸν ὑπό τινος τῶν αὐτοῦ μερῶν καταμετρεῖσθαι.

[65] Οὔτε δὲ τῷ ἐνεστῶτι δυνατὸν καταμετρεῖν τοὺς ἄλλους χρόνους, ἐπείπερ [ὁ] γινόμενος 〈κατ΄ αὐτοὺς〉 [καὶ] ὁ ἐνεστὼς χρόνος ὁ αὐτὸς ἔσται [κατ΄ αὐτοὺς] παρῳχημένος καὶ μέλλων, παρῳχημένος μὲν ὅτι τὸν παρῳχημένον καταμετρεῖ χρόνον, μέλλων δὲ ὅτι τὸν μέλλοντα· ὅπερ ἄτοπον. Οὔτε τοίνυν τινὶ τῶν λειπομένων δυοῖν τὸν ἐνεστῶτα καταμετρητέον. Δι΄ ἣν αἰτίαν οὐδὲ ταύτῃ λεκτέον εἶναί τινα χρόνον.

[66-67] Πρὸς τούτοις ὁ χρόνος τριμερής ἐστι, καὶ τὸ μὲν ἔχει παρῳχηκὸς τὸ δὲ ἐνεστὼς τὸ δὲ μέλλον, ὧν τὸ μὲν παρῳχημένον οὐκέτι ἔστιν, τὸ δὲ μέλλον οὔπω ἔστιν, τὸ δὲ ἐνεστὼς ἤτοι ἀμερές ἐστιν ἢ μεριστόν. Ἀλλ΄ ἀμερὲς μὲν οὐκ ἂν εἴη· ἐν ἀμερεῖ μὲν γὰρ οὐδὲν δύναται γίνεσθαι μεριστόν, ὥς φησι Τίμων, οἷον τὸ γίνεσθαι, τὸ φθείρεσθαι. Καὶ ἄλλως, εἴπερ ἀμερές ἐστι τὸ ἐνεστὼς τοῦ χρόνου, οὔτε ἀρχὴν ἔχει ἀφ΄ ἧς ἄρχεται, οὔτε πέρας ἐφ΄ ὃ καταλήγει, διὰ δὲ τοῦτο οὐδὲ μέσον· καὶ οὕτως οὐκ ἔσται ὁ ἐνεστὼς χρόνος. Εἰ δὲ μεριστός ἐστιν, εἰ μὲν εἰς τοὺς μὴ ὄντας χρόνους μερίζεται, οὐκ ἔσται χρόνος, εἰ δ΄ εἰς τοὺς ὄντας χρόνους, οὐκ ἔσται ὅλος ὁ χρόνος, ἀλλὰ τῶν μερῶν αὐτοῦ τινὰ μὲν ἔσται τινὰ δὲ οὐκ ἔσται. Τοίνυν οὐδέν ἐστι χρόνος, διὰ δὲ τοῦτο οὐδὲ πόδες, οὐδὲ ῥυθμοί, οὐδ΄ ἡ περὶ τοὺς ῥυθμοὺς ἐπιστήμη.

[68] Τοσαῦτα πραγματικῶς καὶ πρὸς τὰς τῆς μουσικῆς εἰπόντες ἀρχὰς ἐν τοσούτοις τὴν πρὸς τὰ μαθήματα διέξοδον ἀπαρτίζομεν.
 
Top