Έτερον Κοντάκιον και Οίκος
Κοντάκιον. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Γερασίμου.
Τῆς εὐσεβείας διαπρέπων τῷ ζήλῳ, μαρτυρικὸν συνασπισμὸν συναγείρεις, ὧν ἐν τῷ μέσῳ ἤστραψας ὡς ἄστρον φαεινόν· ὅθεν καὶ τοῖς βέλεσιν, οἷς ἐτρώθης τὸ σῶμα, τοῦ ἐχθροῦ κατέτρωσας, τὴν καρδίαν καιρίως, μεγαλομάρτυς Σεβαστιανέ· ὅθεν Χριστός σε, ἐνθέως ἐδόξασε.
Ὁ Οἶκος.
Τοῦ μαρτυρίου τὴν ὁδόν, ἐβάδισας ἐμφρόνως, ἀπαρνησάμενος σαυτόν, τελειοτάτῳ λογισμῷ, καὶ τῷ Σωτῆρι πιστῶς ἠκολούθησας, σύμμορφος τῆς εἰκόνος αὐτοῦ γενόμενος· Σὺ γὰρ ἀρεταῖς διαπρέπων καὶ σοφίᾳ λαμπόμενος, πλοῦτον φθαρτόν, καὶ συγκλήτου περιφανὲς ἀξίωμα, ὡς σκύβαλα κατὰ Παῦλον ἡγήσω, ἵνα Χριστὸν κερδίσῃς· καὶ πρὸς μαρτυρικοὺς ἀποδυσάμενος ἀγῶνας, μαρτύρων ἁγίων ἀλείπτης καὶ ὁδηγὸς ἐνθεώτατος ἐχρημάτισας, αὐτῶν τὸν νοῦν πτερώσας, ὑπερφρονεῖν τῶν ἀλγεινῶν· καὶ βέλεσι τοξευθεὶς τὸ σῶμα, καὶ ῥοπάλοις συντριβείς, καλῶς τὸν ἀγῶνα ἐτέλεσας, Μεγαλομάρτυς Σεβαστιανέ· ὅθεν Χριστός σε ἐνθέως ἐδόξασε.
(υπό π. Νεκταρίου Μαμαλούγκου)