ΚΩΝΣΤΑΝΤΙΝΟΣ ΛΑΜΠΡΟΥ
Παλαιό Μέλος
2 Ἰουλίου:
Φρένα καθάραντες καὶ νοῦν, σὺν τοῖς Ἀγγέλοις καὶ ἡμεῖς πανηγυρίσωμεν, φαιδρῶς ἐξάρχοντες, δαυιτικὴν μελῳδίαν, τῇ νεάνιδι νύμφῃ τοῦ Βασιλέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ἀνάστηθι, Κύριε, λέγοντες εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου· ὡς γὰρ παλάτιον τερπνόν, ταύτην κατεκόσμησας, καὶ κατεκλήρωσας αὐτὴν τῇ πόλει σου Δέσποτα, nεριποιεῖσθαι καὶ σκέπειν, ἐκ πολεμίων βαρβάρων, τῇ κραταιᾷ δυνάμει σου, ταῖς ἱκεσίαις αὐτῆς.
31 Αὐγούστου:
Φρένα καθάραντες καὶ νοῦν σὺν τοῖς Ἀγγέλοις καὶ ἡμεῖς πανηγυρίσωμεν, φαιδρῶς ἐξάρχοντες Δαυϊτικὴν μελῳδίαν, τῇ νεάνιδι Νύμφῃ τοῦ παμβασιλέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Ἀνάστηθι Κύριε, λέγοντες, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Ὡς γὰρ παλάτιον τερπνόν, ταύτην κατεκόσμησας, καὶ κατεκλήρωσας αὐτήν, τῇ πόλει σου Δέσποτα, περιποιεῖσθαι καὶ σκέπειν, ἐκ πολεμίων βαρβάρων, τῇ κραταιᾷ δυνάμει σου, ταῖς ἱκεσίαις αὐτῆς.
2 Ἰουλίου
Ὡς στέφανον ὑπέρλαμπρον, πανάχραντε Θεοτόκε, Ἐσθῆτά σου τὴν ἁγίαν, ἡ Ἐκκλησία τοῦ Θεοῦ περιέθετο, καὶ φαιδρύνεται χαίρουσα σήμερον, καὶ μυστικῶς χορεύει, Δέσποινα ἐκβοῶσά σοι· Χαῖρε διάδημα τίμιον, καὶ στέφανε τῆς θείας δόξης αὐτοῦ· Χαῖρε ἡ μόνη δόξα τοῦ πληρώματος, καὶ αἰώνιος εὐφροσύνη· Χαῖρε τῶν εἰς σὲ προστρεχόντων, λιμὴν καὶ προστασία, καὶ σωτηρία ἡμῶν.
31 Αὐγούστου
Ὡς στέφανον ὑπέρλαμπρον, πανάχραντε Θεοτόκε, τὴν ζώνην σου τὴν ἁγίαν, ἡ Ἐκκλησία τοῦ Θεοῦ περιέθετο, καὶ φαιδρύνεται χαίρουσα σήμερον, καὶ μυστικῶς χορεύει, Δέσποινα ἐκβοῶσά σοι· Χαῖρε διάδημα τίμιον, καὶ στέφανε τῆς θείας δόξης· χαῖρε ἡ μόνη δόξα τοῦ πληρώματος, καὶ αἰώνιος εὐφροσύνη· χαῖρε τῶν εἰς σὲ προστρεχόντων, λιμὴν καὶ προστασία, καὶ σωτηρία ἡμῶν.
2 Ἰουλίου
Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Ζώνην τοῦ ἀχράντου σου σώματος, κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα· ἐπὶ σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος· διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
31 Αὐγούστου
Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Ζώνην τοῦ ἀχράντου σου σώματος, κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα· ἐπὶ σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος· διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Τὰ χειρόγραφα τί λένε; Καταλαβαίνω νὰ ὑπάρχει διαφορὰ στὸ δεύτερο δοξαστικὸ (Ἐσθῆτα - Ζώνη). Γιὰ τὰ ὑπόλοιπα μήπως ὑπάρχουν καὶ λάθη;