«Ὅσιος ἐπίσκοπος εἶπεν· Καὶ τοῦτο ἀναγκαῖον εἶναι νομίζω, ἵνα μετὰ πάσης ἀκριβείας καὶ ἐπιμελείας ἐξετάζοιτο, ὥστε ἐάν τις πλούσιος, ἢ σχολαστικὸς ἀπὸ τῆς ἀγορᾶς ἀξιοῖτο ἐπίσκοπος γίνεσθαι, μὴ πρότερον καθίστασθαι, ἐὰν μὴ καὶ ἀναγνώστου, καὶ διακόνου καὶ πρεσβυτέρου ὑπηρεσίαν ἐκτέλεσῃ, ἵνα καθ᾽ ἕκαστον βαθμόν, ἐάν περ ἄξιος νομισθείη, εἰς τὴν ἁψίδα τῆς ἐπισκοπῆς κατὰ προκοπὴν διαβῆναι δυνηθείη. Ἕξει δὲ ἑκάστου τάγματος ὁ βαθμὸς οὐκ ἐλαχίστου δηλονότι χρόνου μῆκος, δι᾽ οὗ ἡ πίστις αὐτοῦ, καὶ ἡ τῶν τρόπων καλοκἀγαθία, καὶ ἡ στερρότης, καὶ ἡ ἐπιείκεια, γνώριμος γενέσθαι δυνήσεται· καὶ αὐτὸς ἄξιος τῆς θείας ἱερωσύνης νομισθεὶς τῆς μεγίστης ἀπολαύσει τιμῆς. Οὔτε γὰρ προσῆκόν ἐστιν, οὔτε ἡ ἐπιστήμη, οὔτε ἡ ἀγαθὴ ἀναστροφὴ ἐπιδέχεται, τολμηρῶς καὶ κούφως ἐπὶ τούτῳ ἰέναι, ὥστε ἢ ἐπίσκοπον, ἢ πρεσβύτερον, ἢ διάκονον προχείρως καθίστασθαι· οὕτω γὰρ ἂν εἰκότως νεόφυτος νομισθείη· ἐπειδὴ μάλιστα καὶ ὁ μακαριώτατος Ἀπόστολος, ὃς καὶ τῶν ἐθνῶν ἐγένετο διδάσκαλος, φαίνεται κωλύσας ταχείας γίνεσθαι τὰς καταστάσεις· τοῦ γὰρ μηκίστου χρόνου ἡ δοκιμασία, τὴν ἀναστροφήν, καὶ τὸν ἑκάστου τρόπον οὐκ ἀπεικότως ἐκτυποῦν δυνήσεται. Ἅπαντες εἶπον ἀρέσκειν αὐτοῖς, καὶ καθάπαξ μὴ δεῖν ἀνατρέπειν ταῦτα»
(κανὼν ι’ τῆς ἐν Σαρδικῇ συνόδου (343 ἢ 347 μ.Χ.)).
«Ἐν πᾶσι τῆς ἐκκλησιαστικῆς εὐταξίας φροντίζοντες, καὶ τοῦτο ὁρίσαι ἀναγκαῖον ἐθέμεθα. Ὥστε τοῦ λοιποῦ μηδένα τῶν λαϊκῶν ἢ μοναχῶν ἀθρόον εἰς τὸ τῆς ἐπισκοπῆς ὕψος ἀνάγεσθαι, ἀλλ' ἐν τοῖς ἐκκλησιαστικοῖς βαθμοῖς ἐξεταζόμενον πρότερον, οὕτω τῆς ἐπισκοπῆς τὴν χειροτονίαν ὑποδέχεσθαι. Εἰ γὰρ καὶ μέχρι τοῦ νῦν ἀπὸ τῶν λαϊκῶν ἢ μοναχῶν τινες, ἀπαιτούσης χρείας, παραυτίκα τιμῆς ἄξιοι γεγόνασιν ἐπισκοπικῆς, ἀρετῇ τε διαπρέψαντες καὶ τὰς κατ' αὐτοὺς ἐκκλησίας ὑψώσαντες, ἀλλὰ τό γε σπάνιον οὐδαμοῦ νόμον τῆς Ἐκκλησίας τιθέμενοι, ὁρίζομεν τοῦ λοιποῦ μηκέτι τοῦτο γίνεσθαι, εἰ μὴ κατὰ λόγον ὁ χειροτονούμενος διὰ τῶν ἱερατικῶν προέλθοι βαθμῶν, ἐν ἑκάστῳ τάγματι τὸν νενομισμένον χρόνον ἀποπληρῶν»
(κανὼν ιζ’ πρωτοδευτέρας συνόδου (861 μ. Χ.)).