χαίρετε. σήμερα ποιό Θεοτοκίο έπρεπε να πουμε;
βρηκα 3:επειδή η ακολουθία της σήμερον στερειται προσομοίου Θεοτοκίου, δύναται να ψαλη το : καὶ νῦν…Ἦχος αʹ. Πανεύφημοι μάρτυρες. Νοσοῦσαν Πανύμνητε δεινῶς, τὴν ψυχήν μου πάθεσιν, πονηροτάτοις θεράπευσον, ἡ τὸν ἀκέστορα, καὶ Σωτῆρα πάντων, τὸν Χριστὸν κυήσασα, τὸν πᾶσαν μαλακίαν ἰώμενον, τὸν τραυματίσαντα, διαβόλου τὴν κακόνοιαν, καὶ θανάτου ὑμᾶς ἀπαλλάξαντα. ή [Καὶ νῦν…, τὸ ἑξῆς θεοτοκίον·Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι. Ὁ γάμος ηὐτρέπισται, τοῦ οὐρανίου νυμφίου, οἱ κήρυκες κράζουσι· Τί βραδύνεις μέλαινα, ἐκουσίως ψυχή; ῥυπαρὰ πάντα σου, ἀληθῶς ὑπάρχει, ἀσελγείαις τὰ ἱμάτια, καὶ πῶς ταλαίπωρε,μέλλεις εἰσελθεῖν; Δεῦρο πρόσπεσον, πρὸ τέλους ἐκ καρδίας σου, τῇ ἀειπαρθένῳ κραυγάζουσα· Ὑσσώπῳ πρεσβείαις, ῥαντίσασα καθάρισον ἁγνή, καὶ τοῦ νυμφώνος ἀξίωσον, ὅπως μεγαλύνω σε. ή Καὶ νῦν... Θεοτοκίον Ἦχος πλ. β' Ὅλην ἀποθέμενοι Ἄσπιλε ἀμόλυντε, Μήτηρ Θεοῦ Παναγία, Κόρη ἀειπάρθενε, Θεοτόκε Δέσποινα, πῶς ὑμνήσω σε, τὸ Θεοῦ σκήνωμα, ὁ μεμολυσμένος, τὴν ψυχὴν καὶ τὴν διάνοιαν, πῶς δὲ τὸ μέγεθος σοῦ τῶν θαυμασίων ἐξείποιμι, τὴν χάριν καὶ τὸ ἔλεος, ὅπερ ἐπιχέεις μοι πάντοτε; Φρίττων οὖν προσπίπτω, καὶ κράζω σοι τό, Χαῖρε εὐλαβῶς, χαῖρε πιστῶν παραμύθιον, τῶν παρακαλούντων σε.]