https://www.pemptousia.gr/video/mousikologiki-spoudi-gia-ton-petros-manouil-efesio-16-10-2019/
και
https://www.pemptousia.gr/video/i-simvoli-tou-petrou-manouil-efesiou-sti-psaltiki-techni/
Απόσπασμα από το Πρόγραμμα της εκδήλωσης:
"...μὲ ἐναλλαγὴ τῶν ἑρμηνευτῶν, θὰ ψαλοῦν,
ἀπὸ μὲν τὸν Ἀθανάσιο Βουγιουκλῆ
-Ἀπὸ τὴν «Ἐκλογὴ Εἰς τὸν Μεγαλομάρτυρα Δημήτριον καὶ εἰς τοὺς λοιποὺς μάρτυρας» (ἦχος τρίτος), οἱ στίχοι:
Καὶ δύναμις· Ἀλληλούια. Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα· Ἀλληλούια.
Διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν· Ἀλληλούια.
Ὁ Θεός, τίς ὁμοιωθήσεταί σοι; μὴ σιγήσῃς μηδὲ καταπραΰνῃς, ὁ Θεός· Ἀλληλούια.
Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ᾖραν κεφαλήν· Ἀλληλούια.
Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου· Ἀλληλούια.
Ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· Ἀλληλούια.
Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐρρύσατο αὐτούς· Ἀλληλούια.
Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος· Ἀλληλούια.
-Ἀπὸ τὴν «Ἐκλογὴ Εἰς τὴν Εἴσοδον τῆς Θεοτόκου» (ἦχος πλ. α’) οἱ στίχοι:
Ἐν ὄρει ἁγίῳ αὐτοῦ· Ἀλληλούια. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ· Ἀλληλούια.
Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ· Ἀλληλούια.
Ὁ Θεὸς ἐν τοῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς· Ἀλληλούια.
Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνη· Ἀλληλούια.
Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη· Ἀλληλούια.
Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· Ἀλληλούια.
Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν· Ἀλληλούια.
Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι· Ἀλληλούια.
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίῳ Πνεύματι, Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμὴν. Ἀλληλούια, ἀλληλούια, ἀλληλούια...
-Ἀπὸ τὴν «Ἐκλογὴ Εἰς τὴν Κοίμησιν τῆς Ἁγίας Ἄννης» (ἦχος λέγετος χρωματικός) οἱ στίχοι:
Τῆς δεήσεώς μου· Ἀλληλούια. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου· Ἀλληλούια.
Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι· Ἀλληλούια.
Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι· Ἀλληλούια.
Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν· Ἀλληλούια.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθέτω· Ἀλληλούια.
Ἤκουσε καὶ εὐφράνθη ἡ Σιών, καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ἰουδαίας ἕνεκεν τῶν κριμάτων σου, Κύριε· Ἀλληλούια.
Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον· ζητήσατε τὸν Κύριον καὶ κραταιώθητε· Ἀλληλούια.
Εὐλογητὸς ὁ Θεός, ὃς οὐκ ἀπέστησε τὴν προσευχήν μου καὶ τὸ ἔλεος αὐτοῦ ἀπ᾿ ἐμοῦ· Ἀλληλούια.
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίῳ Πνεύματι, Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμὴν. Ἀλληλούια, ἀλληλούια, ἀλληλούια...
ἀπὸ δὲ τὸν π. Ἰάκωβο
-Ἀπὸ τὴν «Ἐκλογὴ Εἰς τὴν Σύναξιν τῶν Ταξιαρχῶν» (ἦχος πλ. β’) οἱ στίχοι:
Ψαλῷ σοι· ἀλληλούια. Ἐξομολογήσομαι σοι Κύριε ἐν ὅλῃ καρδίᾳ μου καὶ ἐναντίον ἀγγέλων ψαλῷ σοι· Ἀλληλούια.
Προσκυνήσατε αὐτῷ πάντες οἱ ἄγγελοι αὐτοῦ· Ἀλληλούια.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις· Ἀλληλούια.
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίῳ Πνεύματι, Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀλληλούια, ἀλληλούια, ἀλληλούια...
-Τὸ Τριαδικὸ τοῦ πρώτου, ἀργότερου, πολυελέου Ἐξομολογεῖσθε τῷ Κυρίῳ (ἦχος α’):
Ἡ μονὰς τῇ φύσει καὶ Τριὰς τοῖς προσώποις φώτισον καὶ φύλαξον ἡμᾶς τοὺς ὀρθῶς λατρεύοντάς σοι πρεσβείαις τῆς τεκούσης σε τεεμ τεεμ τερι ρεμ ... φώτισον καὶ φύλαξον ἡμᾶς τοὺς ὀρθῶς λατρεύοντάς σοι πρεσβείαις τῆς τεκούσης σε.
-Ἀπὸ τὸν πολυέλεο Δοῦλοι Κύριον (ἦχος βαρὺς διατονικὸς ἐκ τοῦ γα) οἱ στίχοι:
Δοῦλοι Κύριον· Ἀλληλούια. Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε δοῦλοι Κύριον· Ἀλληλούια.
Ψάλλατε τῷ ὀνόματι αὐτοῦ ὅτι καλόν· Ἀλληλούια.
Πάντα ὅσα ἠθέλησεν ἐποίησε ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ· Ἀλληλούια.
Κύριε τὸ ὄνομά σου εἰς τὸν αἰῶνα· Ἀλληλούια.
- καὶ τὸ Θεοτοκίο τοῦ ἴδιου πολυελέου (ἦχος βαρύς):
Πρόσδεξαι Δέσποινα τὰς δεήσεις τῶν δούλων σου καὶ πάσης ἡμᾶς περιστάσεως ρῦσαι. Ανενανε.... τεριρεμ.... ταῖς πρεσβείαις σου Ἀμήν."