Ἀνηρτήθησαν στὸ
www.nektarios.gr/fyllades ἢ
www.nektarios.info ἢ
www.porphyrios.eu ἢ
www.keimena.gr & fyllades τὰ
μουσικὰ ἀκολουθιῶν μηνὸς
Μαρτίου 2022, Κυριακῶν καὶ ἑορτῶν, προηγιασμένων, ἀποδείπνων, χαιρετισμῶν. Στὸν αὐτὸ χῶρο ἀναρτῶνται καὶ τὰ
κείμενα τῶν συντεταγμένων φυλλάδων, ἤγουν ἀκολουθιῶν ἀναλυτικῶς, Κυριακῶν, ἑορτῶν, ἀποδόσεων, μὲ ἀναλυτικὴ διάταξη, πλήρεις ᾠδὲς τῶν κανόνων, καὶ συμπεπληρωμένα μηνολόγια μὲ ὀρθοδόξους ἁγίους δύσεως καὶ (βορειο)ἀνατολῆς.
=================
ΔΕΗΣΙΣ ΥΠΕΡ ΕΙΡΗΝΗΣ
εἰς σύμπασαν τὴν ὑπ᾿ οὐρανὸν οἰκουμένην
Ἦχος πλ. β´. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.
Ὁ λύσας Λόγε τὸν μέγαν πόλεμον, καὶ τὴν μακρὰν ἐκείνην καὶ ἀρχαίαν διάστασιν, καὶ ἑνώσας τῇ γῇ τὰ οὐράνια, διὰ τῆς Θεοτόκου, λύσας τὸν πόλεμον, τὸν πρόσφατον τοῦτον καὶ βαρὺν, ἡμᾶς εἰρήνευσον.
Εὐχή·
Δέσποτα Θεέ, πάτερ παντοκράτορ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ ἄρχον τῆς εἰρήνης, εἰρήνευσον ἡμῶν τὴν ζωήν, λύτρωσαι ἡμᾶς καὶ τὸν κόσμον σου ἀπὸ πάσης ἀπειλῆς ἐναντίας καὶ δίδαξον τοῖς ἡγέταις τῶν ἐθνῶν ἐν εἰρήνῃ ἐπιλύειν τὰς διαφορὰς αὐτῶν καὶ ἐν παντὶ εἰρηνεύειν. Ἐξαπόστειλον περιστεράν, κλάδον ἐλαίας ἔχουσαν, καταλλαγῆς σύμβολον, δώρησαι δὲ ἐπὶ τοὺς ἡγήτορας τῶν ἐθνῶν τὸν θεῖον φωτισμὸν καὶ λάλησον ἀγαθὰ εἰς τὰς καρδίας αὐτῶν ἵνα ἐπικρατήσῃ ἡ ἄνωθεν εἰρήνη, ἡ πάντα νοῦν ὑπερέχουσα, εἰς σύμπασαν τὴν ὑπ᾿ οὐρανὸν οἰκουμένην, ἐξαιρέτως δὲ εἰς τὴν πολυπαθῆ περιοχὴν (ὅπου δυστυχῶς τυγχάνει σύῤῥαξις), ἵνα πάντες ἥρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.