[''Ο Πτολεμαίος εισήγαγε την "κατά θέσιν" ονομασία των φθόγγων. Σύμφωνα με την αρχή αυτή, η πρώτη νότα κάθε αρμονίας (οκτάχορδου) ονομαζόταν, σχετικά με τη θέση της στην κλίμακα, υπάτη, η δεύτερη νότα παρυπάτη, η τρίτη λιχανός, η τετάρτη μέση κτλ. (κατά ανιούσα σειρά)· από την άλλη, κάθε νότα της ίδιας αρμονίας ονομαζόταν επίσης και σύμφωνα με τη λειτουργία της ("κατά δύναμιν") στο Σύστημα Τέλειον Μείζον.''
ΚΛΑΥΔΙΟΥ ΠΤΟΛΕΜΑΙΟΥ ΑΡΜΟΝΙΚΩΝ ΔΕΥΤΕΡΟΥ
ΚΕΦΑΛΑΙΑ
Πῶς αἱ τῶν φθόγγων ὀνομασίαι πρὸς τὴν θέσιν ἐκλαμβάνονται καὶ
τὴν δύναμιν.
Πόθεν μὲν οὖν τὸ διὰ πασῶν καὶ διὰ τεσσάρων σύστημα παρέζευ-
κται τῷ δὶς διὰ πασῶν ἐν τοῖς ἑξῆς ἡμῖν ὑπ᾽ ὄψιν ἔἔσται. τοὺς δὲ τοῦ
τῷ ὄντι τελείου καὶ δὶς διὰ πασῶν φθόγγους - πεντεκαίδεκα συνισταμέ-
νους διὰ τὸ κοινὸν ἕνα γίνεσθαι τοῦ τε βαρυτέρου καὶ τοῦ ὀξυτέρου διὰ
πασῶν καὶ μέσον πάντων - ποτὲ μὲν παρ᾽ αὐτὴν τὴν θέσιν, τὸ ὀξύτερον
ἁπλῶς ἢ βαρύτερον, ὀνομάζομεν μέσην μὲν τὸν εἰρημένον κοινὸν τῶν
δύο διὰ πασῶν, προσλαμβανόμενον δὲ τὸν βαρύτατον καὶ νήτην ὑπερβο-
λαίων τὸν ὀξύτατον, εἶτα τοὺς μὲν μετὰ τὸν προσλαμβανόμενον ἐπὶ τὸ
ὀξὺ μέχρι τῆς μέσης ὑπάτην ὑπάτων καὶ παρυπάτην ὑπάτων καὶ λιχα-
νὸν ὑπάτων καὶ ὑὑπάτην μέσων καὶ παρυπάτην μέσων καὶ λιχανὸν μέσων,
τοὺς δὲ μετὰ τὴν μέσην ὁμοίως μέχρι τῆς νήτης τῶν ὑπερβολαίων πα-
ραμέσην καὶ τρίτην διεζευγμένων καὶ παρανήτην διεζευγμένων καὶ
νήτην διεζευγμένων καὶ τρίτην ὑπερβολαίων καὶ παρανήτην ὑπερβολαί-
ων, ποτὲ δὲ παρὰ τὴν δύναμιν αὐτήν, τὸ πρός τι πῶς ἔχον, ᾧ δὴ πρότε-
ρον ἐφαρμόσαντες ταῖς θέσεσι τὰς κατὰ τὸ καλούμενον ἀμετάβολον
σύστημα δυνάμεις τοῦ δὶς διὰ πασῶν, ἵνα κοινὰς ἐπ᾽ αὐτοῦ ποιησάμε-
νοι τὰς κατηγορίας τῶν τε θέσεων καὶ τῶν δυνάμεων μεταλαμβάνωμεν
αὐτὰς ἐπὶ τῶν ἄλλων. τὸν γὰρ ἕτερον τῶν ἐν τῷ δὶς διὰ πασῶν δύο
τόνων ἀπὸ τῆς τῇ θέσει μέσης ἐκλαβόντες καὶ παραθέντες αὐτῷ καθ᾽
ἑκάτερον μέρος δύο τετράχορδα συνημμένα τῶν ἐν τῷ ὅλῳ τεσσάρων,
εἶτα τὸν ἕτερον τόνον τῷ λοιπῷ καὶ βαρυτάτῳ τῶν διαστημάτων ἀπο-
δόντες, μέσην μὲν τῇ δυνάμει καλοῦμεν ἀπὸ τῆς τότε καταστάσεως τὸν
βαρύτερον τῆς ὀξυτέρας διαζεύξεως, καὶ παραμέσην τὸν ὀξύτερον, προς-
λαμβανόμενον δὲ καὶ νήτην ὑπερβολαίων τὸν βαρύτερον τῆς βαρυτέρας
διαζεύξεως, καὶ ὑπάτην ὑπάτων τὸν ὀξύτερον· εἶτα μέσων μὲν ὑπάτην
τὸν κοινὸν τῶν συνημμένων δύο βαρυτέρων τετραχόρδων μετὰ τὴν
βαρυτέραν διάζευξιν, νήτην δὲ διεζευγμένων τὸν κοινὸν τῶν συνημμένων
δύο _ὀξυτέρων_ τετραχόρδων μετὰ τὴν ὀξυτέραν διάζευξιν, καὶ πάλιν
παρυπάτην μὲν ὑπάτων τὸν ἀπὸ τοῦ βαρυτάτου δεύτερον τοῦ μετὰ τὴν
βαρυτέραν διάζευξιν τετραχόρδου, καὶ λιχανὸν ὑπάτων τὸν τρίτον, παρυ-
πάτην δὲ μέσων τὸν ἀπὸ τοῦ βαρυτάτου δεύτερον τοῦ πρὸ τῆς ὀξυτέ-
ρας διαζεύξεως τετραχόρδου, καὶ λιχανὸν μέσων τὸν τρίτον· εἶτα
τρίτην μὲν διεζευγμένων τὸν ἀπὸ τοῦ βαρυτάτου δεύτερον τοῦ μετὰ
τὴν ὀξυτέραν διάζευξιν τετραχόρδου, καὶ παρανήτην διεζευγμένων τὸν
τρίτον, τρίτην δὲ ὑπερβολαίων τὸν ἀπὸ τοῦ βαρυτάτου δεύτερον τοῦ
πρὸ τῆς βαρυτέρας διαζεύξεως τετραχόρδου, καὶ παρανήτην ὑπερβολαί-
ων τὸν τρίτον. καὶ δὴ κατὰ ταύτας τὰς ὀνομασίας, τουτέστι τὰς τῶν
δυνάμεων, μόνως ἂν καλοῖντο κυρίως τῶν φθόγγων ἑστῶτες μὲν ἐν
ταῖς τῶν γενῶν μεταβολαῖς προσλαμβανόμενος καὶ ὑπάτη ὑπάτων καὶ
ὑπάτη μέσων καὶ μέση καὶ παραμέση καὶ νήτη διεζευγμένων καὶ νήτη
ὑπερβολαίων, μία τις οὖσα καὶ ἡ αὐτὴ τῷ προσλαμβανομένῳ, κινούμε-
νοι δὲ οἱ λοιποί. μεταβιβαζομένων γὰρ τῇ θέσει τῶν δυνάμεων οὐκέτι
τοῖς αὐτοῖς τόποις ἐφαρμόζουσιν οἱ τῶν ἑστώτων ἢ κινουμένων ὅροι.
δῆλον δ᾽ ὅτι καὶ τὸ μὲν πρῶτον εἶδος τοῦ διὰ πασῶν ἐν τῷ προκειμένῳ
συστήματι, καλουμένῳ δ᾽ ἀμεταβόλῳ, διὰ τὴν εἰρημένην αἰτίαν περι-
έχουσιν ἥ τε παραμέση καὶ ἡ ὑπάτη τῶν ὑπάτων, τὸ δὲ δεύτερον ἥ τε
τρίτη τῶν διεζευγμένων καὶ ἡ παρυπάτη τῶν ὑπάτων, τὸ δὲ τρίτον ἥ
τε παρανήτη τῶν διεζευγμένων καὶ ἡ λιχανὸς τῶν ὑπάτων, τὸ δὲ τέ-
ταρτον ἥ τε νήτη τῶν διεζευγμένων καὶ ἡ ὑπάτη τῶν μέσων, τὸ δὲ
πέμπτον ἥ τε τρίτη τῶν ὑπερβολαίων καὶ ἡ παρυπάτη τῶν μέσων, τὸ
δὲ ἕκτον ἥ τε παρανήτη τῶν ὑπερβολαίων καὶ ἡ λιχανὸς τῶν μέσων, τὸ
δὲ ἕβδομον ἥ τε νήτη τῶν ὑπερβολαίων ἢ ὁ προσλαμβανόμενος καὶ ἡ
μέση· ὡς ἔχουσι τοῦ προχείρου τῆς ἐπιβολῆς ἕνεκεν αἱ ὑποκείμεναι τοῦ
ἀμεταβόλου συστήματος παρασημειώσεις.