[''Δημ.: "συνοδεία του μονοχόρδου με όργανα με βαθύτερο ήχο που καταπνίγουν το μέλος του". Πρβ. Πτολεμ. (Αρμον. II, 12, έκδ. I.D. 67, 19-20).'']
Πτολεμαίος Κλαύδιος
Αρμονικά
Πτολεμ., Αρμον. II, 12, έκδ. I.D. 67, 19-20
Περὶ τῆς δυσχρηστίας τοῦ μονοχόρδου κανόνος.
Λοιποῦ δὲ ὄντος εἰς τὴν δι᾽ ὅλης τῆς ἐναργείας ἔνδειξιν τῆς τοῦ
λόγου πρὸς τὴν αἴσθησιν ὁμολογίας τοῦ καὶ τὸν ἁρμονικὸν κανόνα κατα-
τεμεῖν - οὐ καθ᾽ ἕνα μόνον τόνον, οἷον τοῦ ἀμεταβόλου συστήματος,
οὐδὲ γένος ἓν ἢ δύο κατὰ τὰ αὐτὰ τοῖς πρὸ ἡμῶν, ἀλλὰ κατὰ πάντας
ἁπλῶς τοὺς τόνους καὶ τῶν μελῳδουμένων γενῶν ἕκαστον, ἵνα καὶ τοὺς
κοινοὺς τῶν φθόγγων τόπους ἔχωμεν ἅμα συνεκτεθειμένους - βραχέα
προδιελευσόμεθα περὶ τῆς ἀτελείας τούτου δὴ τοῦ μονοχόρδου κανό-
νος, ᾧ μέχρι νῦν οὐδὲν φαίνεται προσεπινενοημένον εἰς τὸ τὰς λόγῳ
γινομένας ἁρμογὰς ἐν ταῖς δι᾽ ὅλων μελῳδίαις εὐδιάκριτον ἔχειν τὴν
πρὸς τὰς αἰσθήσεις παραβολήν. δοκεῖ μὲν γὰρ παρεληλυθέναι τὸ τοιοῦ-
τον ὄργανον πρὸς χρῆσιν ἅμα χειρουργικὴν καὶ θεωρίαν τῶν ἀποτελε-
σματικῶν τοῦ ἡρμοσμένου λόγου, ἐπειδὴ τοῖς ἄλλοις οὐκ ἐφαίνετο τῶν
εἰρημένων ἑκάτερον ὑπάρχον, ἀλλὰ τοῖς μὲν κανονικοῖς τὸ θεωρηματι-
κὸν μόνον, λύραις δὲ καὶ κιθάραις καὶ τοῖς ὁμοίοις τὸ χρηστικόν, κἀν
τούτοις μὲν μετὰ τοῦ καθήκοντος λόγου συνισταμένων τῶν ἐμμελειῶν
- μὴ δεικνυμένου δὲ δι᾽ αὐτῶν, ὁπότε μηδὲ ἐπὶ τῶν αὐλῶν καὶ τῶν
συρίγγων τὸ τοιοῦτον ἀκριβοῦται, ἃ μᾶλλον ἂν ἔχοι πρὸς ἀμφοτέρας τὰς
ἐνδείξεις τελειότερον, ὅτι τοῖς μήκεσιν ἀκολούθους λαμβάνει τὰς τῶν
φθόγγων διαφοράς. καταφανείη δ᾽ ἂν πλεῖστον ὅσον τῶν ἄλλων ἐνδέον
τῷ τούτοις μὲν τὸ γοῦν ἕτερον ἀκριβῶς ὑπάρχειν, αὐτῷ δὲ μηδέτερον.
πρῶτον μὲν γὰρ διὰ τὸ μήτε τὴν ὁμαλότητα τῆς χορδῆς ἐξετάζεσθαι,
μήτε τὰς θέσεις τῶν περάτων, ἢ καὶ μηδὲ τοὺς παραδιδομένους τῶν
κατὰ μέρος λόγους ὑγιῶς ἔχειν. οὐδόλως ἔτι τῷ λόγῳ ποιοῦνται τὰς
κατατομάς, ἀλλ᾽ ἐντείναντες τὴν χορδήν, εἶτα τὸν ὑπαγωγέα παράγον-
τες, ἕως ἂν ταῖς ἀκοαῖς ὑπαντήσῃ τῶν ἐπιζητουμένων φθόγγων ἕκαστος,
ἐκεῖ σημειοῦνται τὴν οἰκείαν τομὴν ἀφέμενοι τοῦ πρὸς ὃ πέφυκεν - τὸν
αὐτὸν τρόπον τοῖς τὰ ἔμπνευστα τῶν ὀργάνων κατασκευαζομένοις - εἶτα
κἂν δεόντως ὁ πῆχυς ᾖ κατατετμημένος, κατὰ σχολὴν μὲν παραγομένου
τοῦ ὑπαγωγέως, δύναιντ᾽ ἂν οἱ φθόγγοι παραβάλλεσθαι μετρίως, θᾶτ-
τον δὲ μεταβιβαζομένου διὰ τὸ τῆς μελῳδίας ἐφεξῆς καὶ ἔρρυθμον οὐκέθ᾽
ὁμοίως, μὴ καταλαμβανομένων ἀκριβῶς αὐτῶν τῶν οἰκείων σημειώσεων,
μηδὲ εὐθικτουμένων διὰ τὸ τάχος τῆς παραγωγῆς. καὶ τῆς χρήσεως δὲ
ἕνεκεν ἔσχατον ἂν εἴη πάντων τὸ ὄργανον τοῦτο καὶ ἀσθενέστατον, οὐ
μόνον ὅτι τῇ μὲν ἁρμόζεται, τῇ δὲ κρούει χωρὶς καὶ ἅμα ταῖν χεροῖν,
ὥστε ἀπεστερῆσθαι τῶν ἐν τῇ χειρουργίᾳ καλλίστων - λέγω δὲ οἷον
ἐπιψαλμοῦ, συγκρούσεως, ἀναπλοκῆς, καταπλοκῆς, σύρματος καὶ ὅλως
τῆς διὰ τῶν ὑπερβατῶν φθόγγων συμπλοκῆς - διὰ τὸ τὴν κρούουσαν χεῖρα
μίαν οὖσαν μήτε τὰς μείζους διαστάσεις ὑπερβαίνειν δύνασθαι ῥᾳδίως, μήτε
δύο διαφερόντων ἅμα ἅπτεσθαι τόπων, ἀλλ᾽ ὅτι καὶ τὴν συνέχειαν τῶν
ψόφων, τὸ ἐκμελέστατον εἶδος περιέχουσαν, ἅτε μηδένα ποιοῦσαν ἑστῶτα
μηδὲ ὡρισμένον, ἀναγκαῖον ἐνταῦθα γίνεται κατὰ τὸν πλεῖστον χρόνον
ἐπακολουθεῖν τῇ παραφορᾷ τῶν ὑπαγωγέων ἐπισυρόντων ἅμα τῇ παρα-
τρίψει τῆς χορδῆς τοὺς τοιούτους ἤχους, διὰ τὸ μὴ δύνασθαι πηδᾶν αὐ-
τοὺς ὥσπερ καὶ ἀνάλλεσθαι πρὸς τοὺς διωρισμένους τόπους, ὅθεν οὐδὲ
τοῖς ταχυτέροις ῥυθμοῖς οἷόν τε γίνεται χρῆσθαι ῥᾳδίως. καί μοι διὰ
ταῦτα δοκοῦσιν οἱ μεταχειριζόμενοι τὸ τοιοῦτον ὄργανον συνειδότες ταῖς
ἐκπτώσεσι τῶν τοῦ ἡρμοσμένου φθόγγων μηδέποτε μόνον αὐτὸ παρέ-
χειν ταῖς αἰσθήσεσι δοκιμασθησόμενον, ἀλλὰ ἢ καταυλούμενον ἢ κατα-
συριζόμενον, ἵνα ταῖς ἐξ ἐκείνων κατηχήσεσι λανθάνῃ διαμαρτάνον.