[''Ο Ηρακλείδης Ποντικός στο τρίτο βιβλίο του Περί μουσικής (Αθήν. ΙΔ', 624C, 19) μιλά για τις τρεις "ελληνικές αρμονίες", τη δωρική , την αιολική και την ιωνική (αποκλείοντας τη φρυγική
και τη λυδική ως ξένες), κατ' αναλογία προς τις τρεις ελληνικές φυλές.'']
Athénée de Naucratis, les Deipnosophistes, livre XIV
Αθήν. ΙΔ', 624C, 19 = Ηρακλείδης Ποντικός στο τρίτο βιβλίο του Περί μουσικής
Ἡρακλείδης δ΄ ὁ Ποντικὸς ἐν τρίτῳ περὶ Μουσικῆς οὐδ΄ ἁρμονίαν φησὶ δεῖν καλεῖσθαι τὴν Φρύγιον, καθάπερ οὐδὲ τὴν Λύδιον. ἁρμονίας γὰρ εἶναι τρεῖς· τρία γὰρ καὶ γενέσθαι Ἑλλήνων γένη, Δωριεῖς, Αἰολεῖς, Ἴωνας. οὐ μικρᾶς οὖν οὔσης διαφορᾶς ἐν τοῖς τούτων ἤθεσιν, Λακεδαιμόνιοι μὲν μάλιστα τῶν ἄλλων Δωριέων τὰ πάτρια διαφυλάττουσιν, Θεσσαλοὶ δὲ (οὗτοι γάρ εἰσιν οἱ τὴν ἀρχὴν τοῦ γένους Αἰολεῦσιν μεταδόντες) παραπλήσιον αἰεὶ ποιοῦνται τοῦ βίου τὴν ἀγωγήν· Ἰώνων δὲ τὸ πολὺ πλῆθος ἠλλοίωται διὰ τὸ συμπεριφέρεσθαι τοῖς αἰεὶ δυναστεύουσιν αὐτοῖς τῶν βαρβάρων. τὴν οὖν ἀγωγὴν τῆς μελῳδίας ἣν οἱ Δωριεῖς ἐποιοῦντο Δώριον ἐκάλουν ἁρμονίαν· ἐκάλουν δὲ καὶ Αἰολίδα ἁρμονίαν ἣν Αἰολεῖς ᾖδον· Ἰαστὶ δὲ τὴν τρίτην ἔφασκον ἣν ἤκουον ᾀδόντων τῶν Ἰώνων. ἡ μὲν οὖν Δώριος ἁρμονία τὸ ἀνδρῶδες ἐμφαίνει καὶ τὸ μεγαλοπρεπὲς καὶ οὐ διακεχυμένον οὐδ΄ ἱλαρόν, ἀλλὰ σκυθρωπὸν καὶ σφοδρόν, οὔτε δὲ ποικίλον οὔτε πολύτροπον. τὸ δὲ τῶν Αἰολέων ἦθος ἔχει τὸ γαῦρον καὶ ὀγκῶδες, ἔτι δὲ ὑπόχαυνον· ὁμολογεῖ δὲ ταῦτα ταῖς ἱπποτροφίαις αὐτῶν καὶ ξενοδοχίαις· οὐ πανοῦργον δέ, ἀλλὰ ἐξηρμένον καὶ τεθαρρηκός. διὸ καὶ οἰκεῖόν ἐστ΄ αὐτοῖς ἡ φιλοποσία καὶ τὰ ἐρωτικὰ καὶ πᾶσα ἡ περὶ τὴν δίαιταν ἄνεσις. διόπερ ἔχουσι τὸ τῆς ὑποδωρίου καλουμένης ἁρμονίας ἦθος. αὕτη γάρ ἐστι, φησὶν ὁ Ἡρακλείδης, ἣν ἐκάλουν Αἰολίδα, ὡς καὶ Λᾶσος ὁ Ἑρμιονεὺς ἐν τῷ εἰς τὴν ἐν Ἑρμιόνι Δήμητρα Ὕμνῳ λέγων οὕτως· Δάματρα μέλπω Κόραν τε Κλυμένοι΄ ἄλοχον, μελιβόαν ὕμνον ἀνάγων, Αἰολίδ΄ ἅμα βαρύβρομον ἁρμονίαν. ταῦτα δ΄ ᾄδουσιν πάντες ὑποδώρια {τὰ μέλη}. ἐπεὶ οὖν τὸ μέλος ἐστὶν ὑποδώριον {τὰ μέλη}, εἰκότως Αἰολίδα φησὶν εἶναι τὴν ἁρμονίαν ὁ Λᾶσος. καὶ Πρατίνας δέ πού φησι· μήτε σύντονον δίωκε μήτε τὰν ἀνειμέναν Ἰαστὶ μοῦσαν, ἀλλὰ τὰν μέσαν νεῶν ἄρουραν αἰόλιζε τῷ μέλει. ἐν δὲ τοῖς ἑξῆς σαφέστερόν φησιν· πρέπει τοι πᾶσιν ἀοιδὰ λαβράκταις Αἰολὶς ἁρμονία. πρότερον μὲν οὖν, ὡς ἔφην, Αἰολίδα αὐτὴν ἐκάλουν, ὕστερον δ΄ ὑποδώριον, ὥσπερ ἔνιοί φασιν, ἐν τοῖς αὐλοῖς τετάχθαι νομίσαντες αὐτὴν ὑπὸ τὴν Δώριον ἁρμονίαν. ἐμοὶ δὲ δοκεῖ ὁρῶντας αὐτοὺς τὸν ὄγκον καὶ τὸ προσποίημα τῆς καλοκἀγαθίας ἐν τοῖς τῆς ἁρμονίας ἤθεσιν Δώριον μὲν αὐτὴν οὐ νομίζειν, προσεμφερῆ δέ πως ἐκείνῃ· διόπερ ὑποδώριον ἐκάλεσαν, ὡς τὸ προσεμφερὲς τῷ λευκῷ ὑπόλευκον καὶ τὸ μὴ γλυκὺ μὲν ἐγγὺς δὲ τούτου λέγομεν ὑπόγλυκυ· οὕτως καὶ ὑποδώριον τὸ μὴ πάνυ Δώριον. (p.20) ἑξῆς ἐπισκεψώμεθα τὸ τῶν Μιλησίων ἦθος, ὃ διαφαίνουσιν οἱ Ἴωνες, ἐπὶ ταῖς τῶν σωμάτων εὐεξίαις βρενθυόμενοι καὶ θυμοῦ πλήρεις, δυσκατάλλακτοι, φιλόνεικοι, οὐδὲν φιλάνθρωπον οὐδ΄ ἱλαρὸν ἐνδιδόντες, ἀστοργίαν δὲ καὶ σκληρότητα ἐν τοῖς ἤθεσιν ἐμφανίζοντες. διόπερ οὐδὲ τὸ τῆς Ἰαστὶ γένος ἁρμονίας οὔτ΄ ἀνθηρὸν οὔτε ἱλαρόν ἐστιν, ἀλλὰ αὐστηρὸν καὶ σκληρόν, ὄγκον δ΄ ἔχον οὐκ ἀγεννῆ· διὸ καὶ τῇ τραγῳδίᾳ προσφιλὴς ἡ ἁρμονία. τὰ δὲ τῶν νῦν Ἰώνων ἤθη τρυφερώτερα καὶ πολὺ παραλλάττον τὸ τῆς ἁρμονίας ἦθος. φασὶ δὲ Πύθερμον τὸν Τήιον ἐν τῷ γένει τῆς ἁρμονίας {αὐτοῦ} τούτῳ ποιῆσαι σκολιὰ μέλη, καὶ διὰ τὸ εἶναι τὸν ποιητὴν Ἰωνικὸν Ἰαστὶ κληθῆναι τὴν ἁρμονίαν. οὗτός ἐστι Πύθερμος οὗ μνημονεύει Ἀνάνιος ἢ Ἱππῶναξ ἐν τοῖς Ἰάμβοις ---. καὶ ἐν ἄλλῳ οὕτως· χρυσὸν λέγει Πύθερμος ὡς οὐδὲν τἄλλα. λέγει δ΄ οὕτως ὁ Πύθερμος· οὐδὲν ἦν ἄρα τἄλλα πλὴν ὁ χρυσός. οὐκοῦν καὶ κατὰ τοῦτον τὸν λόγον πιθανόν ἐστι τὸν Πύθερμον ἐκεῖθεν ὄντα ποιήσασθαι τὴν ἀγωγὴν τῶν μελῶν ἁρμόττουσαν τοῖς ἤθεσι τῶν Ἰώνων. διόπερ ὑπολαμβάνω οὐχ ἁρμονίαν εἶναι τὴν Ἰαστί, τρόπον δέ τινα θαυμαστὸν σχήματος ἁρμονίας. καταφρονητέον οὖν τῶν τὰς μὲν κατ΄ εἶδος διαφορὰς οὐ δυναμένων θεωρεῖν, ἐπακολουθούντων δὲ τῇ τῶν φθόγγων ὀξύτητι καὶ βαρύτητι καὶ τιθεμένων ὑπερμιξολύδιον ἁρμονίαν καὶ πάλιν ὑπὲρ ταύτης ἄλλην. οὐχ ὁρῶ γὰρ οὐδὲ τὴν ὑπερφρύγιον ἴδιον ἔχουσαν ἦθος· καίτοι τινές φασιν ἄλλην ἐξευρηκέναι καινὴν ἁρμονίαν ὑποφρύγιον. δεῖ δὲ τὴν ἁρμονίαν εἶδος ἔχειν ἤθους ἢ πάθους, καθάπερ ἡ Λοκριστί· ταύτῃ γὰρ ἔνιοι τῶν γενομένων κατὰ Σιμωνίδην καὶ Πίνδαρον ἐχρήσαντό ποτε, καὶ πάλιν κατεφρονήθη. (p.21) τρεῖς οὖν αὗται, καθάπερ ἐξ ἀρχῆς εἴπομεν εἶναι ἁρμονίας, ὅσα καὶ τὰ ἔθνη. τὴν δὲ Φρυγιστὶ καὶ τὴν Λυδιστὶ παρὰ τῶν βαρβάρων οὔσας γνωσθῆναι τοῖς Ἕλλησιν ἀπὸ τῶν σὺν Πέλοπι κατελθόντων εἰς τὴν Πελοπόννησον Φρυγῶν καὶ Λυδῶν. Λυδοὶ μὲν γὰρ αὐτῷ συνηκολούθησαν διὰ τὸ τὴν Σίπυλον εἶναι τῆς Λυδίας· Φρύγες δὲ οὐχ ὅτι ὁμοτέρμονες τοῖς Λυδοῖς εἰσιν, ἀλλ΄ ὅτι καὶ αὐτῶν ἦρχεν ὁ Τάνταλος. ἴδοις δ΄ ἂν καὶ τῆς Πελοποννήσου πανταχοῦ, μάλιστα δὲ ἐν Λακεδαίμονι χώματα μεγάλα, ἃ καλοῦσι τάφους τῶν μετὰ Πέλοπος Φρυγῶν. μαθεῖν οὖν τὰς ἁρμονίας ταύτας τοὺς Ἕλληνας παρὰ τούτων. διὸ καὶ Τελέστης ὁ Σελινούντιός φησιν· πρῶτοι παρὰ κρατῆρας Ἑλλήνων ἐν αὐλοῖς συνοπαδοὶ Πέλοπος Ματρὸς ὀρείας Φρύγιον ἄεισαν νόμον· τοῖς δ΄ ὀξύφωνοι πηκτίδων ψαλμοὶ κρέκον Λύδιον ὕμνον.
http://hodoi.fltr.ucl.ac.be/concordances/athenee_deipnosophistes_14/texte.htm