['' Αριστόξενος (Αρμ. Ι, 10 Mb): "η δ 'άνεσις εξ οξύτερου τόπου εις βαρύτερον" (άνεσις [είναι η κίνηση] από έναν ψηλότερο τόπο [θέση] σ' έναν χαμηλότερο).'']
Αριστόξενος
Αρμονικά στοιχεία
Αρμ. Ι, 10 Mb
ἡ μὲν οὖν ἐπίτασίς ἐστι
κίνησις τῆς φωνῆς συνεχὴς ἐκ βαρυτέρου τόπου εἰς ὀξύτε-
ρον, ἡ δ᾽ ἄνεσις ἐξ ὀξυτέρου τόπου εἰς βαρύτερον· ὀξύτης
δὲ τὸ γενόμενον διὰ τῆς ἐπιτάσεως, βαρύτης δὲ τὸ γενό-
μενον διὰ τῆς ἀνέσεως. τάχα οὖν παράδοξον ἂν φαίνοιτο
τοῖς ἐλαφροτέρως τὰ τοιαῦτα ἐπισκοπουμένοις τὸ τιθέναι
τέτταρα ταῦτα καὶ μὴ δύο· σχεδὸν γὰρ οἵ γε πολλοὶ ἐπί-
τασιν μὲν ὀξύτητι ταὐτὸ λέγουσιν ἄνεσιν δὲ βαρύτητι.
ἴσως οὖν οὐ χεῖρον καταμαθεῖν ὅτι συγκεχυμένως πως δο-
ξάζουσι περὶ αὐτῶν. δεῖ δὲ πειρᾶσθαι κατανοεῖν εἰς αὐτὸ
ἀποβλέποντας τὸ γιγνόμενον τί ποτ᾽ ἐστὶν ὃ ποιοῦμεν ὅταν
ἁρμοττόμενοι τῶν χορδῶν ἑκάστην ἀνιῶμεν ἢ ἐπιτείνωμεν.
Δῆλον δὲ τοῖς γε μὴ παντελῶς ἀπείροις ὀργάνων, ὅτι ἐπι-
τείνοντες μὲν εἰς ὀξύτητα τὴν χορδὴν _ἄγομεν ἀνιέντες δ᾽ εἰς
βαρύτητα· καθ᾽ ὃν δὲ χρόνον_ ἄγομέν τε καὶ μετακινοῦμεν
εἰς ὀξύτητα τὴν χορδήν, οὐκ ἐνδέχεταί που ἤδη εἶναι τήν
γε μέλλουσαν ἔσεσθαι ὀξύτητα διὰ τῆς ἐπιτάσεως. τότε
γὰρ ἔσται ὀξύτης ὅταν τῆς ἐπιτάσεως ἀγαγούσης εἰς τὴν
προσήκουσαν τάσιν στῇ ἡ χορδὴ καὶ μηκέτι κινῆται. τοῦτο
δ᾽ ἔσται τῆς ἐπιτάσεως ἀπηλλαγμένης καὶ μηκέτι οὔσης, οὐ
γὰρ ἐνδέχεται κινεῖσθαι ἅμα τὴν χορδὴν καὶ ἑστάναι, ἦν
δ᾽ ἡ μὲν ἐπίτασις κινουμένης τῆς χορδῆς, ἡ δ᾽ ὀξύτης ἠρε-
μούσης ἤδη καὶ ἑστηκυίας. ταὐτὰ δὲ ἐροῦμεν καὶ περὶ τῆς
ἀνέσεώς τε καὶ βαρύτητος πλὴν ἐπὶ τὸν ἐναντίον τόπον.
δῆλον δὲ διὰ τῶν εἰρημένων, ὅτι ἥ τ᾽ ἄνεσις τῆς βαρύ-
τητος ἕτερόν τί ἐστιν, ὡς τὸ ποιοῦν τοῦ ποιουμένου, ἥ
τ᾽ ἐπίτασις τῆς ὀξύτητος τὸν αὐτὸν τρόπον. ὅτι μὲν οὖν
ἕτερα ἀλλήλων ἐστὶν ἐπίτασις μὲν ὀξύτητος ἄνεσις δὲ βα-
ρύτητος σχεδὸν δῆλον ἐκ τῶν εἰρημένων· ὅτι δὲ καὶ τὸ
πέμπτον ὃ δὴ τάσιν ὀνομάζομεν ἕτερόν ἐστιν ἑκάστου τῶν
εἰρημένων, πειρατέον κατανοῆσαι. ὃ μὲν οὖν βουλόμεθα
λέγειν τὴν τάσιν σχεδόν ἐστι τοιοῦτον οἷον μονή τις καὶ
στάσις τῆς φωνῆς. μὴ ταραττέτωσαν δ᾽ ἡμᾶς αἱ τῶν εἰς
κινήσεις ἀγόντων τοὺς φθόγγους δόξαι καὶ καθόλου τὴν
φωνὴν κίνησιν εἶναι φασκόντων, ὡς συμπεσουμένου λέγειν
ἡμῖν ὅτι συμβήσεταί ποτε τῇ κινήσει μὴ κινεῖσθαι ἀλλ᾽ ἠ-
ρεμεῖν τε καὶ ἑστάναι. διαφέρει γὰρ οὐδὲν ἡμῖν τὸ λέγειν
ὁμαλότητα κινήσεως ἢ ταὐτότητα τὴν τάσιν ἢ εἰ ἄλλο τι
τούτων εὑρίσκοιτο γνωριμώτερον ὄνομα. οὐδὲν γὰρ ἧττον
ἡμεῖς τότε φήσομεν ἑστάναι τὴν φωνήν, ὅταν ἡμῖν ἡ αἴ-
σθησις αὐτὴν ἀποφήνῃ μήτ᾽ ἐπὶ τὸ ὀξὺ μήτ᾽ ἐπὶ τὸ βαρὺ
ὁρμῶσαν, οὐδὲν ἄλλο ποιοῦντες πλὴν τῷ τοιούτῳ πάθει
τῆς φωνῆς τοῦτο τὸ ὄνομα τιθέμενοι. φαίνεται δὲ τοῦτο
ποιεῖν ἐν τῷ μελῳδεῖν ἡ φωνή· κινεῖται μὲν γὰρ ἐν τῷ
διάστημά τι ποιεῖν, ἵσταται δ᾽ ἐν τῷ φθόγγῳ. εἰ δὲ κινεῖται
μὲν τὴν ὑφ᾽ ἡμῶν λεγομένην κίνησιν, ἐκείνης τῆς κινήσεως
τῆς ὑπ᾽ ἐκείνων λεγομένης τὴν κατὰ τάχος διαφορὰν λαμ-
βανούσης, ἠρεμεῖ δὲ πάλιν αὖ τὴν ὑφ᾽ ἡμῶν λεγομένην ἠρε-
μίαν, στάντος τοῦ τάχους καὶ λαβόντος μίαν τινὰ καὶ τὴν
αὐτὴν ἀγωγήν, οὐδὲν ἂν ἡμῖν διαφέροι. σχεδὸν γὰρ δῆλόν
ἐστιν ὅ θ᾽ ἡμεῖς λέγομεν κίνησίν τε καὶ ἠρεμίαν φωνῆς καὶ
ὃ ἐκεῖνοι κίνησιν. ταῦτα μὲν οὖν ἐνταῦθα ἱκανῶς, ἐν ἄλλοις
δὲ ἐπιπλεῖόν τε καὶ σαφέστερον διώρισται. ἡ δὲ τάσις ὅτι
μὲν οὔτ᾽ ἐπίτασις οὔτ᾽ ἄνεσίς ἐστι παντελῶς δῆλον, - τὴν
μὲν γὰρ εἶναί φαμεν ἠρεμίαν φωνῆς, τὰς δ᾽ ἐν τοῖς ἔμπροσθεν
εὕρομεν οὔσας κινήσεις τινάς, - ὅτι δὲ καὶ τῶν λοιπῶν,
τῆς βαρύτητος καὶ τῆς ὀξύτητος, ἕτερόν ἐστιν ἡ τάσις πει-
ρατέον κατανοῆσαι. ὅτι μὲν οὖν ἠρεμεῖν συμβαίνει τῇ φωνῇ
καὶ εἰς βαρύτητα καὶ εἰς ὀξύτητα ἀφικομένῃ, δῆλον ἐκ τῶν
ἔμπροσθεν· ὅτι δὲ καὶ τῆς τάσεως ἠρεμίας τινὸς τεθείσης
οὐδὲν μᾶλλον ἐκείνων ἑκατέρων ταὐτὸν τάσις ἐστίν, ἐκ τῶν
ῥηθησομένων ἔσται φανερόν. δεῖ δὴ καταμανθάνειν ὅτι τὸ
μὲν ἑστάναι τὴν φωνὴν τὸ μένειν ἐπὶ μιᾶς τάσεώς ἐστι.
συμβήσεται δ᾽ αὐτῇ τοῦτο, ἐάν τ᾽ ἐπὶ βαρύτητος ἐάν τ᾽ ἐπ᾽ ὀ-
ξύτητος ἱστῆται. εἰ δ᾽ ἡ μὲν τάσις ἐν ἀμφοτέροις ὑπάρξει -
καὶ γὰρ ἐπὶ τῶν βαρέων καὶ ἐπὶ τῶν ὀξέων τὸ ἵστασθαι
τὴν φωνὴν ἀναγκαῖον ἦν - , ἡ δ᾽ ὀξύτης μηδέποτε τῇ βα-
ρύτητι συνυπάρξει μηδ᾽ ἡ βαρύτης τῇ ὀξύτητι, δῆλον ὡς
ἕτερόν ἐστιν ἑκατέρου τούτων ἡ τάσις ὡς μηδὲν κοινὸν
γιγνόμενον ἐν ἀμφοτέροις. ὅτι μὲν οὖν πέντε ταῦτ᾽ ἐστὶν
ἀλλήλων ἕτερα, τάσις τε καὶ ὀξύτης καὶ βαρύτης πρὸς δὲ
τούτοις ἄνεσίς τε καὶ ἐπίτασις, σχεδὸν δῆλον ἐκ τῶν
εἰρημένων.