MTheodorakis
Παλαιό Μέλος
«Σιγησάτω πᾶσα σάρξ καὶ στήτω μετὰ φόβου καὶ τρόμου, μηδὲν γήϊνον ἐν ἑαυτῇ λόγιζέσθω, ὁ γὰρ βασιλεὺς τῶν βασιλευόντων Χριστὸς ὁ Θεὸς ἡμῶν προέρχεται σφαγιασθῆναι καὶ δοθῆναι εἰς βρῶσιν τοῖς πιστοῖς, προηγοῦνται δὲ τοῦτον οἱ χοροὶ τῶν ἀγγέλων μετὰ πάσης ἀρχῆς καὶ ἐξουσίας, καὶ τὰ πολυόμματα χερουβὶμ καὶ τὰ ἑξαπτέρυγα σεραφίμ τὰς ὄψεις καλύπτοντα καὶ βοῶντα τὸν ὕμνον Ἀλληλούϊα»
(χφφ. Ἐθνικῆς βιβλιοθήκης Βουλγαρίας ἑλληνικὸ 56 ΤΑΣ ιδ’ αἰ. φ. 181r-v, Λειμῶνος 88 ΤΑΣ ιδ’ αἰ. φφ. 147v-148r «προηγοῦνται δὲ τούτου». Πρβλ. Ἰ. Φουντούλη Θεῖα λειτουργία Ἰακώβου τοῦ ἀδελφοθέου 1977 σ. 38. Βλ. καὶ Κ. Καραγκούνη Παραλειπόμενα περὶ τοῦ χερουβικοῦ ὕμνου 2005 σσ. 82, 94-103).
«Σιγησάτω πᾶσα σάρξ βροτεία καὶ στήτω μετὰ φόβου καὶ τρόμου, καὶ μηδὲν γήϊνον ἐν ἑαυτῇ λόγιζέτω, ὁ γὰρ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων Χριστὸς ὁ Θεὸς ἡμῶν, προέρχεται σφαγιασθῆναι καὶ δοθῆναι εἰς βρῶσιν τοῖς πιστοῖς, προηγοῦνται δὲ τούτου οἱ χοροὶ τῶν ἀγγέλων μετὰ πάσης ἀρχῆς καὶ ἐξουσίας, τὰ πολυόμματα χερουβὶμ καὶ τὰ ἑξαπτέρυγα σεραφίμ τὰς ὄψεις καλύπτοντα καὶ βοῶντα τὸν ὕμνον Ἀλληλούϊα»
(χφφ. Λειμῶνος 134 ΤΑΣ τοῦ ἔτους 1428-1429 φ. 114v, Μ. Λαύρας Θ-162 φφ. 333v-334r μουσικὴ σύνθεση Νικηφόρου τοῦ ἠθικοῦ α' ἥμισυ-γ' τέταρτο ιγ' αἰ. «λογιζέσθω»).
«Ἦχος πλ. α'. Σιγησάτω πᾶσα σάρξ βροτεία καὶ στήτω μετὰ φόβου καὶ τρόμου, καὶ μηδὲν γήϊνον ἐν ἑαυτῇ λόγιζέσθω, ὁ γὰρ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων προέρχεται σφαγιασθῆναι καὶ δοθῆναι εἰς βρῶσιν τοῖς πιστοῖς, προηγοῦνται δὲ τούτου οἱ χοροὶ τῶν ἀγγέλων μετὰ πάσης ἀρχῆς καὶ ἐξουσίας, τὰ πολυόμματα χερουβὶμ καὶ τὰ ἑξαπτέρυγα σεραφίμ τὰς ὄψεις καλύπτοντα καὶ βοῶντα τὸν ὕμνον Ἀλληλούϊα»
(Τριῴδιον ἐκδ. 1586).
«Ἦχος πλ. α'. Σιγησάτω πᾶσα σάρξ βροτεία»
(ΤΑΣ ἔκδ. 1545).
«Ἦχος πλ. α'. Σιγησάτω πᾶσα σάρξ βροτεία, καὶ στήτω μετὰ φόβου καὶ τρόμου, καὶ μηδὲν γήϊνον ἐν ἑαυτῇ λόγιζέσθω, ὁ γὰρ Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, προσέρχεται σφαγιασθῆναι, καὶ δοθῆναι εἰς βρῶσιν τοῖς πιστοῖς. Προηγοῦνται δὲ τούτου οἱ χοροὶ τῶν ἀγγέλων, μετὰ πάσης ἀρχῆς καὶ ἐξουσίας, τὰ πολυόμματα Χερουβὶμ, καὶ τὰ ἑξαπτέρυγα Σεραφίμ, τὰς ὄψεις καλύπτοντα, καὶ βοῶντα τὸν ὕμνον Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα»
(Τριώδιον ἔκδ. Ρώμης 1879, Ἀκολουθία τοῦ Ἀναγνώστου ἐκδ. 1890 σ. 39, Λειτουργικὸν ἔκδ. 1891).
«Σιγησάτω πᾶσα σάρξ βροτεία, καὶ στήτω μετὰ φόβου καὶ τρόμου, καὶ μηδὲν γήϊνον ἐν ἑαυτῇ λόγιζέσθω, ὁ γὰρ Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, προσέρχεται σφαγιασθῆναι, καὶ δοθῆναι εἰς βρῶσιν τοῖς πιστοῖς. Προηγοῦνται δὲ τούτου οἱ χοροὶ τῶν ἀγγέλων, μετὰ πάσης ἀρχῆς καὶ ἐξουσίας, τὰ πολυόμματα Χερουβὶμ, καὶ τὰ ἑξαπτέρυγα Σεραφίμ, τὰς ὄψεις καλύπτοντα, καὶ βοῶντα τὸν ὕμνον Ἀλληλούϊα»
(τυπικὸ Κωνσταντίνου πρωτοψάλτου ἐκδ. 1851 καὶ 1868).
Last edited: