Hymns for the Entreaty of October 1st

GabrielCremeens

Music Director at St. George, Albuquerque, NM
Hello all,

I'm trying to locate scores in Greek for the lity (entreaty) hymns of October 1st, the Holy Protection of the Theotokos. Does anyone know where I could find music for these hymns?

Εἰς Τὴν Λιτὴν ἰδιόμελα Ἦχος α'

Μέγα καὶ παράδοξον θαῦμα σήμερον, ὁ θαυμαστὸς Ἀνδρέας τεθέαται, ἐν τῷ περιβλέπτῳ ναῷ τῶν Βλαχερνῶν· ἡ γὰρ Παντάνασσα Δέσποινα, λαμπροφανὴς ἐπιστᾶσα, ὑπ' Ἀγγέλων δορυφορούντων προπεμπομένη, μέσον δὲ τοῦ Βαπτιστοῦ, καὶ Θεολόγου Ἰωάννου χειροκρατουμένη, ἔνδον τῶν ἀδύτων εἰσελθοῦσα καὶ τὸ ἐκεῖσε φρουρούμενον μαφόριον αὐτῆς ἀναπτύξασα, τὸ τῆς παρθενίας φρικτὸν τεκμήριον, μεθ' οὗ τὴν ἄχραντον κεφαλὴν αὐτῆς περιέσκεπεν, ἐν κόσμῳ περιοῦσα, καὶ τοῦτο ἐφαπλώσασα, τὸν πιστὸν λαὸν περιέσκεπεν· ὃ καὶ κατιδὼν ὁ ἱερὸς Ἐπιφάνιος, φόβῳ καὶ χαρᾷ συσχεθεὶς τὸν διδάσκαλον ἐπηρώτα· ὢ τοῦ θαύματος, τὴν χάριν αὐτῆς ἡ Βασίλισσα, διὰ τοῦ μαφορίου αὐτῆς τοῖς πιστοῖς διένειμεν, οὗτινος θαύματος τὴν ἀνάμνησιν ἑορτάζοντες, τῇ Θεοτόκῳ βοήσωμεν, σκέπασον καὶ ἡμᾶς ἐν τῇ Σκέπῃ σου Πανάχραντε, καὶ ῥῦσαι κολάσεως τὰς ψυχὰς ἡμῶν.

Ἠχος β'

Δεῦτε φιλεόρτων συστήματα, ἐν καθαρᾷ καρδίᾳ, καὶ συνειδότι εὐστάθμῳ, τῇ Παρθένῳ τὸν ὕμνον προσοίσωμεν λέγοντες· σὺ ἡμῶν σκέπη καὶ βοήθεια Δέσποινα, καὶ τῇ σεπτῇ σου Σκέπῃ διασῴζεις ἀεί, τοὺς εἰς σὲ καταφεύγοντας, σκέπασον οὖν ἡμᾶς, τοὺς σὲ παρακαλοῦντας, καὶ πυρὸς γεέννης ἐξάρπασον ἐν ὥρᾳ τῆς δίκης, ὡς πάντα ἰσχύουσα μετὰ Θεόν, τῇ θερμῇ σου πρεσβείᾳ, Πανύμνητε, Θεοτόκε Παντάνασσα.

Ὁ αὐτὸς

Ἡ Σκέπη σου Θεοτόκε πανάχραντε πάντας πιστοὺς περισκέπουσα, διασῴζει ἀπήμονας παντοίας ἐκ βλάβης, καὶ φυλάττει ἀλωβήτους ἀπὸ πάσης νόσου καὶ θλίψεως, πᾶσαν ἀχλὺν τῶν δεινῶν ἀπελαύνουσα, καὶ ἐν αὐτῇ προσπεφευγότες οἱ δοῦλοί σου, ἐκλυτρούμεθα κινδύνων καὶ κακώσεων· σὺ γὰρ ἡμῶν ὑπάρχεις Σκέπη, καταφυγὴ καὶ ἀντίληψις, σωτηρία τε καὶ βοήθεια, καὶ διὰ σοῦ σωτηρίας τυχεῖν ἐλπίζομεν Θεοτόκε, οἱ πρὸς σὲ πιστῶς καταφεύγοντες.

Ἦχος δ'

ᾌσμα ᾀσμάτων, σὺ ὑπάρχεις Θεόνυμφε Δέσποινα νόων χαρμονή, καὶ βροτῶν παραμύθιον, πόλου τε καὶ γῆς Κυρία καὶ πρύτανις, ἀνάκτων πιστῶν δὲ διάδημα, εὐσεβοῦντος λαοῦ κέρας, γέφυρα πρὸς Ἐδέμ, καὶ κλῖμαξ πρὸς οὐρανοὺς ἀναφέρουσα· πόλις τοῦ Θεοῦ, καὶ θρόνος ἔμψυχος τοῦ Δεσπότου τῆς κτίσεως σκεῦος ζωῆς πανέντιμον, παράδεισος ἀκηράτου τρυφῆς, θυσιαστήριον πάγχρυσον, πνευματικοῦ πανευώδους θυμιάματος, λαμπὰς φωτοπάροχος, καὶ μάννα ἐπουράνιον, λαβὶς ἀνθρακοφόρος μυστική, καὶ ῥόδον ἡδύπνοον τράπεζα τοῦ οὐρανίου Ἄρτου, καὶ φωτὸς ἀδύτου λαμπηδών, ῥοδοδάκτυλος αὐγὴ τοῦ νοητοῦ ἠλίου, καὶ Σκέπη ἀναψυχῆς σωτηρίας, σκέπουσα ἡμᾶς καὶ πρός τὴν ἄνω Ἱερουσαλὴμ ὁδηγοῦσα καὶ σῴζουσα

Ἦχος πλ α'

Θαῦμα θαυμάτων πανθαύμαστον, καὶ τέρας φύσεως φρικτὸν καὶ ξενήκουστον, ὑπάρχεις Θεόνυμφε Δέσποινα, θυμηδία ποθεινή, ἡ πλημμυροῦσα χάρισι τὸν πιστὸν λαόν, ἀΰλου σου φωτὸς μαρμαρυγαῖς, ὡς οὖσα Μήτηρ τοῦ Φωτός, σκέπη τε ἀπόρων, ἡμᾶς περισκέπουσα, δωρεῶν δὲ ἐνθέων ζωοπάροχος χάρις βράβευσον οὖν ἡμῖν σὴν χάριν, λιτανεύουσι σὴν δόξαν, καὶ τὸ σὸν κεχαριτωμένον ὄνομα, πανευλαβῶς γεραίρουσιν, ὡς τέμενος τιμαλφέστατον τοῦ Δεσπότου ὑπάρχουσα, σκήνωμά τε θεοχώρητον, Θεοῦ τοῦ ἀχωρήτου, καὶ λυχνία ἑπτάφωτος, ἡ τὸ τῷ λαμπάδιον Χριστόν, κόσμῳ κυήσασα, Μαρία Μητροπάρθενε, τοῦ κόσμου μεσίτρια, καὶ ἡμῶν τῆς σῆς ποίμνης διάσωσμα μὴ οὖν ἐλλείπῃς ἡμᾶς περισκέπουσα, καὶ ὀξέως προφθάνουσα, ἐν συμφοραῖς καὶ κακώσεσι· σὲ γὰρ προστάτιν ἐν πᾶσιν ἀεὶ κεκτήμεθα, καὶ τῇ ἀμάχῳ σου Σκέπῃ περιφρουρούμεθα.

Δόξα... καὶ νῦν... Ὁ αὐτὸς

Σήμερον ἡ Παντάνασσα πανύμνητος, καὶ Θεοτόκος Μαρία, τὴν θείαν καὶ ὁλόφωτον αὐτῆς ἀστραπόμορφον Σκέπην ὑφαπλώσασα, τοὺς πιστοὺς πάντας ἐν οἴκῳ ἁγίῳ αὐτῆς ἐσκέπασεν, οἷα νεφέλη τὸ πάλαι, ἐν τῇ Σκηνῇ τοῦ μαρτυρίου, ἡ τὸν Ἰσραὴλ ὁδηγοῦσα καὶ θάλπουσα οὕτω τὴν Βασιλίδα τῶν πόλεων, σὺν τῷ χριστεπωνύμῳ πληρώματι περισκέπουσα, τὴν ἄπειρον αὐτῆς χάριν παρεμφαίνουσα διένειμεν, εἰς ἅπαντα εὐσεβῶν τὰ σκηνώματα, ἧς περ νῦν τὴν ἀνάμνησιν, οἱ πιστοὶ αὐτῆς οἰκέται ποιούμενοι, χρεωστικῶς πρὸς αὐτὴν μετὰ πόθου βοήσωμεν· σκέπασον ἡμᾶς Πανύμνητε Δέσποινα, ὑπὸ τὴν σὴν Σκέπην, τὴν σωστικὴν καὶ ἁγίαν, τοὺς πιστῶς ἀνυμνοῦντάς σε, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
 
Top