30. Περί των δύο πρώτων τροπαρίων των αίνων

π. Μάξιμος

Γενικός Συντονιστής
Λαμβάνοντας ὑπόψει καί τό θέμα: 29. Περί των τροπαρίων των αίνων των αγίων αποστόλων Πέτρου και Παύλου
παρατηροῦμε:

Ἡ κορυφαία κρηπὶς τῶν Ἀποστόλων, τὰ πάντα κατέλιπες καὶ ἠκολούθησας, τῷ Διδασκάλῳ βοῶν αὐτῷ· σὺν Σοὶ θανοῦμαι, ἵνα καὶ ζήσω τὴν μακαρίαν ζωήν. [Τοῦ κόσμου δὲ γέγονας, Πέτρε, διδάσκαλος, κῆρυξ καὶ πέτρα τῆς πίστεως, καὶ Ἐκκλησίας δόξα καὶ κλέος, καὶ πύργος ἄσειστος, ἧς πύλαι ᾅδου οὐ κατισχύουσιν, ὡς προέφη Χριστὸς ὁ Θεὸς ἡμῶν, / Διὸ μεμακάρισαι καὶ ἀναδέδειξαι, τῆς παμμεγίστου τῶν πόλεων, δόξα καὶ κλέος, καὶ Ἐκκλησίας, Πέτρε ἑδραίωμα, καὶ πύλαι, ᾍδου οὐ κατίσχυσαν, ὄντως ταύτης Χριστὸς ὡς προεφήτευσεν,] ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Ὁ ἐκ κοιλίας μητρὸς ἀφωρισμένος, ὑλώδους ἐμφάσεως, βάρος ἁπάσης φυγών, ἀνεπτερώθης τῷ ἔρωτι, ὄντως τῆς θείας, Παῦλε ἀγάπης πρὸς ὕψος ἔνθεον· ἔνθα τὸν ὑπέρφωτον, γνόφον τοῦ θείου φωτός, ὑπεισελθὼν ὥς τις ἄσαρκος, τὴν τῶν ἀρρήτων, κατεπλουτίσθης ῥημάτων μύησιν, καὶ ἀπεστάλης [τοῖς ἐν σκότει, τὸ / τοῖς τυφλώττουσι,/] φῶς μηνύων Χριστὸν τόν Θεὸν ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
 

MTheodorakis

Παλαιό Μέλος
«Ἡ κορυφαία κρηπὶς τῶν ἀποστόλων, σὺ πάντα κατέλιπες καὶ ἠκολούθησας, τῷ διδασκάλῳ βοῶν αὐτῷ· σὺν σοὶ θανοῦμαι, ἵνα καὶ ζήσω τὴν μακαρίαν ζωήν, καὶ γέγονας Ῥώμης τε πρῶτος ἐπίσκοπος, τῆς ὀρθοδόξου τῶν πόλεων κρηπὶς καὶ στύλος, τῆς ἐκκλησίας καὶ τὸ ἑδραίωμα καὶ πύλαι ᾅδου οὐκ ἰσχύσουσιν, ὄντως ταύτης Χριστὸς ἐνετείλατο, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν»

(χφφ. μηναῖα ἁγ. Σάβα 70 ι’-ια’ αἰ. φφ. 127v-128r, Paris. gr. 1569 ιβ’ αἰ. φ. 147v, Σινὰ 550 ιγ’ αἰ. φ. 330v «Ῥώμης πρῶτος ἐπίσκοπος...καὶ ἐκκλησίας θεῖον ἑδραίωμα»).




«Ὁ ἐκ κοιλίας μητρὸς ἀφωρισμένος, ὑλώδους ἐμφάσεως, βάρος ἁπάσης φυγών, ἀνεπτερώθης ταῖς πτέρυξι τῆς ὄντως θείας, περιστερᾶς πρὸς ὕψος οὐράνιον, ἔνθα τὸν ὑπέρφωτον, γνόφον τοῦ θείου φωτός, ὑπεισελθὼν ὥσπερ ἄδυτον τὴν τῶν ἀρρήτων, κατεπλουτίσθης ῥημάτων μύησιν, καὶ ἀπεστάλης τοῖς ἐν σκότει, τὸ φῶς μηνύων Χριστὸν τόν Θεὸν ἡμῶν, ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν»

(χφφ. μηναῖα ἁγ. Σάβα 70 ι’-ια’ αἰ. φ. 128r-v, Λειμῶνος 11 β’ ἥμισυ ια’-α’ ἥμισυ ιβ’ αἰ. φ. 138r, Barb. gr. 593 ια’-ιβ’ αἰ. φ. 79v «τὸ φῶς μηνῦσαι Χριστόν», ἁγ. Σάβα 208 ιβ’ αἰ. φ. 90r, Σινὰ 620 ιβ’ αἰ. φ. 143r «ὑπέρλαμπρον γνόφον...τὸ φῶς κηρῦξαι Χριστόν»).
 
Top