EIRYK EMNOSHELE
Qu'est-ce que je ferais sans toi?
Ο άγιος Σιλουανός
Σιλουανὸς οὗτος, ὁ τῆς ἐπουρανίου Ἱερουσαλὴμ πολίτης, γονέων ὑπῆρξεν εὐσεβῶν, ἐκ τῆς τῶν Ῥώσων χώρας ὁρμωμένων, ἀπὸ κώμης τελούσης ὑπὸ τὴν Μητρόπολιν Ταμπώβης, Σὸβσκ καλουμένης. Ἐγεννήθη δὲ τῷ 1866 ἔτει, ἐκ νεότητος κληθεὶς εἰς μετάνοιαν ὑπ’Αὐτῆς τῆς Πανυμνήτου Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας.
Τοῦ εἰκοστοῦ ἑβδόμου τοίνυν τῆς ἡλικίας αὐτοῦ χρόνου εἰσεληλυθότος, ἀπετάχθη τοῖς βιωτικοῖς, καὶ πρὸς ἐφόδιον λαβὼν τὰς τοῦ ἐν Ἁγίοις Ἰωάννου τῆς Κροστάνδης εὐχάς, ἀνεχώρησεν εἰς τὸ κατ’ Ἑλλάδα περιφανέστατον Ὄρος τοῦ Ἄθω, ὑποδὺς τὸν μαναδικὸν ζυγὸν ἐν τῷ Μοναστηρίῳ τοῦ Ἁγίου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος.
Ἐκδεδωκὼς οὖν ἐαυτὸν ὁλοψύχος τῷ Θεῷ, ἐν ὀλίγῳ χρόνῳ οὐ μόνον τὴν ἄπαυστον ἔλαβεν εὐχὴν παρὰ τῆς Ὑπεραγίας Θεοτόκου δωρεάν, ἀλλὰ καὶ θεοφανείας ἀῤῥήτου ἠξιώθη ἐν τῷ σεβασμίῳ οἴκῳ τοῦ Ἁγίου Προφήτου Ἠλιού, τῷ ὄντι παρὰ τῷ μύλωνι τῆς εἰρημένης Μονής, ἀλλὰ καὶ πλείστοις, παραχωρήσει Θεοῦ, παραδοθεὶς τῶν νοητῶν ἐχθρῶν πειρασμοῖς, ἐνιαυτοὺς πέντε καὶ δέκα, τοῖς ἴχνεσιν ἐπακολουθῶν τοῦ Χριστοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας (Ἑβρ. Ε΄, 7), διδακτὸς Θεοῦ γεννηθεῖς (πρβλ. Ἰωάν. στ΄, 45), ἄνωθεν ἐνηχεῖται νομοδότου φωνῆς· Κράτει τὸν νοῦν σου εἰς τὸν ᾅδην καὶ μὴ ἀπελπίζου. Ἥνπερ, ὡς κανόνα τηρήσας ἀπλανῆ, ἔδραμε τὴν ὁδὸν Ἀντωνίου, Μακαρίου, Σισώη, Ποιμένος καὶ τῶν ἄλλων κλεινῶν καθηγητῶν τῆς ἐρήμου, ὧν καὶ τὰ μέτρα κατέλαβε καὶ χαρίσματα, ἀποστολικὸς καὶ προφητικὸς διδάσκαλος φανεὶς ζῶν καὶ μετὰ θάνατον.
Κατέλιπε γὰρ γραφὰς πλήρεις χάριτος καὶ Πνεύματος Ἁγίου, ἅς ἐξέδοτο ὁ τούτου μαθητὴς καὶ φοιτητὴς Γέρων Σωφρόνιος, ὁ κτίτωρ καὶ ἀρχιμανδίτης τῆς ἐν Βρεττανῶν νήσῳ Μονῆς, τῶν εὐσεβῶν Ὀρθοδόξων.
Ἧν γὰρ ὁ θαυμάσιος, πρᾷος καὶ ταπεινὸς τῇ καρδίᾳ (Ματθ. ια΄, 29), διάπυρος πρὸς Θεὸν παρακλήσεως, ὐπὲρ σωτηρίας πάντων ἀνθρώπων, καὶ κήρυξ τῆς εἰς ἐχθροὺς ἀγάπης, ἧς οὐδὲν ἀσφαλέστερον τῆς τοῦ θείου Πνεύματος ἀληθοῦς παρουσίας τεκμήριον.
Μεταβέβηκε δὲ ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν ὁ μακάριος οὗτος Ὅσιος Σιλουανός, πλήρης ἡμερῶν, μηνὶ Σεπτεμβρίῳ εἰκοστῇ τετάρτῃ, ἔτους 1938.
πηγή: http://voutsinasilias.blogspot.com/2009/09/24.html
Ἐξαποστειλάριον. Ἦχος γ΄. Ἀπόστολοι ἐκ περάτων.
Ἀπόστολος ἐκ περάτων, τῶν τῆς Ῥωσίας ἐγένου, ἐν τῷ τοῦ Ἄθωνος ὄρει, Σιλουανὲ τοῦ Κυρίου, ἐπεὶ ἀσκήσει καὶ γνώσει, τοὺς Μοναστὰς ὑπερήρας.
To εξαποστειλάριο με το γραφικό χαρακτήρα του Σίμωνος Καρά σε δίχρωμο pdf.